Peira 1.5
Περὶ δώρων παντοίων καὶ ἐλαττόνων.
Abrir no leitor do IusCommune →1
pr.„Ὁ ἀνὴρ ἢ ἡ γυνὴ λαμβάνοντες καρποὺς ἐξ ων ἀλλήλοις ἐδωρήσαντο πραγμάτων, εἰ μὲν ἀπὸ καμάτων τοῦ λαβόντος τὴν δωρεὰν ἐκτήθη, ὁ καρπὸς αὐτοῦ γίνεται· τυχὸν γὰρ αὐτὸς ἔσπειρεν. εἰ δὲ ὀπώραν ἢ ὕλην ἔκοψεν, οὐ γίνεται αὐτοῦ, ἐπειδὴ μήτε ἄλλου καλῇ πίστει νομέως. οὐ γὰρ ἀπὸ ἔργου αὐτοῦ ὁ τοιοῦτος καρπὸς γίνεται.
2
pr.Καὶ βι. ιθ ' τί. ί κεφ. μή'δ· „Ὁ δωρούμενος οὐκ ἀναγκάζεται προλέγειν, ἅπερ ἐπὶ τῶν πράσεων εἴρηται, οὔτε ἐνέχεται τῇ περὶ τοῦ πραθέντος ἀγωγῇ. καὶ εἰ ὁ λαβὼν τὸ δωρηθὲν κρεῖττον αὐτὸ ἐποίησεν, οὐκ ἐνάγει περὶ τοῦ διαφέροντος. ἀπὸ μέντοι οἰκείου δόλου ἐνέχεται ὁ δωρησάμενος.
3
pr.Καὶ τί. ε΄ κεφ. ιγ'τ· „Ἐάν τις τὸ δωρηθὲν αὐτῷ πρᾶγμα παρά τινος τελευτήσαντος τοῦ δωρησαμένου ἀγοράση παρὰ τῶν αὐτοῦ κληρονόμων, οὐ δύναται νέμεσθαι αὐτὸ καὶ ὡς δωρεὰν καὶ ὡς ἀγορασίαν, ἀλλ᾽ ὡς ἅπαξ δεσπότης γενόμενος ἀχρήστως τὸ ἴδιον ἀγοράζει. εἰ δέ τις ἐν ὁμάδι πᾶσαν τὴν οὐσίαν λαβὼν κατὰ δωρεὰν ὕστερον παρὰ τοῦ παιδὸς τῆς τελευτησάσης ἠγόρασεν, εἰς τοῦτο αὐτῷ συμβάλλεται [ἡ] παρὰ τοῦ παιδὸς πρᾶσις εἰς τὸ μὴ δυνηθῆναι αὐτὸν κινῆσαι μέμψιν κατὰ τῆς δωρεᾶς ὡς λαβόντα τὸ τῶν πραγμάτων τίμημα.
4
pr.Καὶ κεφ. ιε΄΄·, Γυνὴ ἀγοράσασα δούλην μετὰ ταῦτα ἠνέχετο ὡς κατὰ δωρεὰν λαβεῖν αὐτὴν παρὰ τοῦ δευτέρου ἀνδρός. ἐκ τοῦ ψεύδους τοῦ πλασθέντος οὐδὲ διπλασιάζει τὴν δεσποτείαν οὐδὲ ἀποστερεῖται αὐτῆς.
5
pr.Καὶ κεφ. ιζ ' περὶ τὰ μέσα· „᾿Αλλὰ καὶ ἐπὶ δωρεᾷ πράσεως κτήματος γενομένης, ἐὰν δὲ παράδοσις παρακολουθήσῃ, ἀγωγῆς τοῦ τιμήματος οὐδεμιᾶς ἁρμοζούσης, περαιοῦται ἡ δωρεά.
6
pr.Καὶ τί. ζ· κεφ. ις ' 3· „Ἐάν τις πρὸ γάμου δωρεάν διδοὺς συνεφώνησεν, ἵνα, ἐὰν παρὰ γνώμην αὐτοῦ ὁ γάμος λυ θῇ, ἀποδοθῶσιν αὐτῷ ἅπερ ἐδωρήσατο, δύναται θανάτῳ αὐτοῦ διαλυομένων τῶν γάμων ὁ κληρονόμος ὡς ἀπὸ τοῦ συμφώνου λαβεῖν τὴν δωρεάν.
7
pr.Ὅτι τῶν προγαμιαίων δωρεῶν αἱ δεσποτεῖαι ὀφείλουσιν ἐντεῦθεν ἤδη συνίστασθαι, ὑπὸ αἵρεσιν δὲ ἀνατρέπεσθαι τὴν· ἐὰν μὴ προβῶσιν οἱ γάμοι. καί φησι βι. κή τί. γ ' κεφ. ί· „Ἐὰν ὁ μνηστὴρ δωρήσηταί τινα τῇ ἰδίᾳ μνηστῇ καὶ ὁ πενθερὸς ἀντιδωρήσηται αὐτῷ τινα, μὴ γενομένων δὲ τῶν [γάμων] ὁ μνηστὴρ ἀφείληται ἅπερ ἐδωρήσατο, οὐ καλῶς ὁ πενθερὸς τὴν ἰδίαν δωρεὰν ἀνατρέπει.
8
pr.„Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσι τῆς μνηστῆς, ταῦτα μὴ γενομένων τῶν γάμων ἀναδίδοται αὐτῷ. οὕτω δη ὑπὸ αἵρεσιν τὴν τοιαύτην ἀνατροπὴν αἱ τοιαῦται δωρεαὶ δέχονται. 1, ἀνενεχθῇ
9
pr.Ὅ [τι] δὲ ἡ τούτων δεσποτεία πρὸς καιρὸν, οὐκ ἔῤῥωται. καί φησι βι. κή τί. γ΄ κεφ. δ΄· „Ἐάν τις δωρήσηται τῇ μνηστῇ πράγματα ἐπὶ τούτῳ τῷ ὅρῳ, ἵνα, ὅτε προβῇ ὁ γάμος, τότε γένηται αὐτῶν δέσποινα, ἄχρηστός ἐστιν ἡ τοιαύτη δωρεά. καὶ ὁ λογισμὸς δῆλος· εἰς καιρὸν γὰρ ἀναφέρεται γάμου, ἐν ᾧ μεταξὺ τῶν συνοικούντων στάσιν οὐκ ἐπιδέχεται δωρεά.
10
pr.Ὅτι ἀγοράσας· τὶς οἰκήματα, εἶτα ἐναχθεὶς παρὰ τοῦ γειτονοῦντος ὡς προτιμωμένου, ἐδωρήσατο ταῦτα πρὸς ἐκκλησίαν· καὶ ὁ μάγιστρος ἀνέτρεψε τὴν δωρεάν, γράψας οὕτως·· τῷ μὲν νόμῳ δοκεῖ μηδένα ἢ δωρεῖσθαί τινι τὸ ἐπίδικον ἢ θεῷ καθιεροῦν, καὶ τῷ γε τῶν δεδογματισμένων ὑπερορῶντι ποινή ζημίαν ἐπικρήμαται φέρουσα· μισεῖ γὰρ ὁ νόμος τὰ τοιαῦτα βωμολόχα καὶ πανοῦργα τῶν δωρημάτων. ὁ οὖν ἀγοραστὴς τέλεον ὀλιγορήσας καὶ τῆς ἀποφάσεως καὶ τῆς παραδόσεως ἐδωρήσατο τὰ οἰκήματα˙ πρὸς τὴν ἐκκλησίαν. καὶ τῆς ὑποθέσεως γνωσθείσης, καὶ οὐ μόνον τοῦ τε ὑποσφραγισθέντος χρόνου ἐμφανισθέντος καὶ τῆς τῶν παραδεδωκότων πράξεως, ἀλλὰ καὶ τῆς πρὸς τὴν ἐκκλησίαν δωρεᾶς νεωτέρας εὑρεθείσης τῆς καταδίκης, ἐκρίθη τὴν μὲν ἐξ ἀγαθῆς προαιρέσεως σκαιοῤῥηθεῖσαν προσένεξιν μηδὲ δυνηθῆναι λωβήσασθαι τὴν τῆς νομίμου προτιμήσεως ἰσχύν· καὶ γὰρ πᾶν τὸ εἰς περιγραφὴν γινόμενον νόμου ἀτονόν ἐστι καὶ ἐξουθενημένον. περὶ μέντοι τοῦ τιμήματος ἐδόθη διασκέψεως ὅρος τῷ προσενηνοχότι τὴν δωρεὰν, ἵν, εἰ μὲν βούλοιτο καταστῆσαι φανερὸν, ὅτι τὸ δῶρον οὐ δ᾽ ἔριν καὶ φθόνον καὶ μῖσος γείτονος ἀλλὰ θεοσεβεῖ λογισμῷ προσήνεγκε, προσέλθῃ τῷ δικαστῇ καὶ ἀμόχθως αἰτήσει δοθῆναι τοῦτο πρὸς τὴν ἐκκλησίαν· εἰ δὲ μετάμελος αὐτὸν σχοίη καὶ τὰ αὐτὰ φρονῆσαι θελήσειεν, ἀνανίῳ τε καὶ σαπφείρᾳ χρήσεται δικαστῇ, καὶ δίκην λάχῃ τῷ μέρει τῆς ἐκκλησίας, καὶ ἀποφάσει νομίμῳ τομὴν δέξεται τὸ περὶ τούτου ζήτημα. T I T A Σ;. Περὶ ὑποθήκης. [α΄.] Ἐὰν τὸ ὑποκείμενόν μοι καλῇ πίστει ὠνήσῃ καὶ δεσπόζεις αὐτοῦ διὰ δεκαετίας ἀνεπιφωνήτως, οὐκέτι ὀχληθήσῃ εἰς τὸ ἑξῆς. [β΄.] Ὅτι δανεισάμενός τις ὑπέθετο τὸν οἶκον αὐτοῦ, εἶτα δημοσιακὴν ὑπελθὼν δουλείαν πάλιν ὑπέθετο τὸν οἶκον, καὶ μετὰ ταῦτα ἐλθὼν εἰς γάμον τὸν αὐτὸν οἶκον ὑπέθετο. ἐτελεύτησεν οὗτος τρισὶν ἔνοχον ἐνοχαῖς καταλείψας τὸν οἶκον. καὶ ἀμφιβάλλουσιν οἱ δανεισταὶ, ὁ μὲν ἰδιώτης λέγων· ὅτι ἐγὼ προγενέστερος ὢν τοῦ δημοσίου νικῶ τὸν δημόσιον, ὁ δημόσιος νικᾷ τὴν προῖκα καὶ ἁρμόζει ἐμοὶ ὁ οἶκος τῷ νικῶντι τὸν δημόσιον τὸν καὶ τὴν προῖκα νικῶντα. ὁ δὲ δημόσιος ἀντέλεγεν, ὅτι ἐμοὶ ἁρμόζει ὁ οἶκος· ἐγὼ τὴν προῖκα νικῶ, ἡ προῖξ τὸν προγενέστερον δανειστὴν κατὰ τὸν νόμον, καὶ εἰ τὸν μείζονα νικῶ, τουτέστι τὴν προῖκα, πολλῷ μᾶλλον τὸν ἐλάττονα ἤτοι τὸν νικώμενον ὑπ᾿ αὐτῆς. ἡ οὖν προῖξ διαμαχομένη πρὸς τούτους φησί· μᾶλλον ἐμοὶ ἁρμόζει ὁ οἶκος· εἰ ἐγὼ γὰρ νικῶ τὸν προγενέστερον δανειστὴν τὸν καὶ τὸν δημόσιον νικῶντα, πῶς οὐχὶ ἀμάχως λήψομαι τὸν οἶκον; καὶ δοκοῦσι μὲν ἀμφότεροι ἰσχυρὰ προβάλλειν δίκαια· ὅμως οὖν ἡ προῖξ τὸ κράτος ἀποφέρεται. ὁ μὲν γὰρ δανειστὴς νικῶν τὸν δημόσιον οὐ πάντως καὶ τὴν προῖκα νικᾷ, ἀλλ᾽ ἥττηται τοῦ δανειστοῦ· καὶ τὸ περιελθὸν εἰς τὸν δανειστὴν πάλιν ὑπὸ τῆς προικὸς ἀναλαμβάνεται· ἡ δὲ προῖξ νικῶσα τὸν δανειστὴν, ὃς νικᾷ τὸν δημόσιον, οὐκ ἀπόλλυσιν ὃ λαμβάνει. οὐ γὰρ ἐστὶν ἕτερον πρόσωπον νικῶν καὶ ἁρμόζει μᾶλλον τῇ προικὶ ὁ οἶκος. καὶ εἰσὶν αἱ μὲν τοῦ δανειστοῦ καὶ τοῦ δημοσίου δικαιολογίαι, εἰ καὶ εὐλογοφανεῖς, ἀλλ᾽ οὖν παραλογισμοί· ἀμφότεροι γὰρ ἥττηνται ὑπὸ τῆς προικός. ὁ δὲ τῆς προικὸς λόγος ἀναντίῤῥητος καὶ οὐχ ὑπό τινος σαλεύομένος. [γ΄]. Ὅτι ὁ ἀγοραστὴς δοὺς τὸ τίμημα τοῦ ἠγορασμένου δανεισταῖς εἰς ὑποθήκην ἔχουσι τὸ πραθὲν, καὶ ἀναλαβὼν τὸ γραμματεῖον, δοκεῖ ἐνυπόθηκος δανειστής. ἀνάγνωθι βι. κέ τί. δ΄ κεφ. γ΄. [δ΄.] Καὶ κεφ. ις'΄· „Εἰ καὶ πόλις πρότερον ἐδάνεισε, δύναται ὁ μεταγενέστερος προσφέρων τὸ χρέος αὐτῇ βεβαιοῦν τὸ δεύτερον ἐνέχυρον. [ε.] Καὶ θέ. β΄· „Ἐὰν τὸ ἐνέχυρον ἐπώλησεν ὁ πρῶτος δανειστὴς, τῷ δευτέρῳ οὐδὲν ὑπεστιν. εἰ δὲ ὁ χρεώστης αὐτὸς ἐν προτιμήσει δέδωκεν αὐτὸ ἤγουν ἐπώλησε, δύναται ὁ δεύτερος λαμβάνειν αὐτὸ προσφέρων μέντοι τὸ χρέος. [5΄.] Καὶ τί. ε΄ κεφ. α· „Ὑπὲρ γυναικὸς ὡμολόγησα προῖκα τοῦ ἀνδρὸς ὑποθεμένου μοι ἢ ἐνεχυριάσαντος ὑπὲρ τῆς ἀποκαταστάσεως τῆς προικός. καὶ μέρος δεδωκότος μου τῆς προικὸς ὁ ἀνὴρ ὑπέθετό σοι τὰ ὑποτεθέντα μοι, καὶ οὕτως ἐπληρώθη τὴν προῖκα. προγενέστερός σου εἰμὶ, ἐπειδὴ ἠναγκαζόμην τὰ ὁμολογηθέντα πληρῶσαι. οὐ προσέχομεν γὰρ τῷ χρόνῳ τῶν καταβολῶν, ἀλλὰ τοῦ συναλλάγματος. ἕτερόν ἐστιν, ἔνθα μέλλων εἴσω προθεσμίας ἀπαριθμεῖσθαι ὑπόθωμαι πρᾶγμα, καὶ τὸ αὐτὸ πρὸ τῆς ἀπαριθμήσεως ὑπόθωμαι ἑτέρῳ. Παραγραφή· „Οὐκ ἠδύνατο τοιγαροῦν ὁ ὑποσχόμενος τὴν προῖκα μὴ καταβάλλειν ταύτην, οὔτε ἄπροικον ἐᾶσαι τὴν κόρην ἅπαξ ἐπερωτηθείς. ἔχε οὖν κάλλιστον νόμιμον· ἐφ᾽᾽ ὧν θεμάτων ὁ τὴν ὑποθήκην λαβὼν ἀνάγκην ἔχει πληρῶσαι τὸ συνάλλαγμα, ἐπὶ τούτων οὐ προσέχομεν τῇ ἀπαριθμήσει, ἀλλὰ φαμὲν βέβαιον εἶναι τὸ συνάλλαγμα ἐξ ἀρχῆς ὅτε καὶ γέγονεν. ἐφ᾽ ὧν δὲ θεμάτων ἐν γνώμῃ αὐτοῦ καὶ τοῦ συναλλάξαντος κεῖται πληρωθῆναι τὸ συνάλλαγμα ἢ τουναντίον, ἐπὶ τούτων τῇ ἀπαριθμήσει προσέχομεν, καὶ οὐ τῇ ἀρχῇ τοῦ συναλλάγματος. βι. ιβ '.
11
pr.„Πρῶτος δανειστὴς τὸ χρέος ἐκαινοποίησε προσθεὶς τοῖς πρώτοις ἐνεχύροις τὰ ὑποτεθέντα τῷ δευτέρῳ δανειστῇ. μένει τὴν προγενεσίαν ἔχων ὡς εἰς τὸν αὑτοῦ τόπον ὑπεισιὼν, μέχρι μέντοι τῆς ποσότητος τῆς προδανεισθείσης εἰς τὰ ὑποτεθέντα. κἂν ἔξωθεν ἐκ τῶν προστεθέντων ἐνεχύρων δύναται τὸ πρῶτον χρέος ἀποπληρωθῆναι, πλὴν εἰ μὴ ἄρα ὁ δεύτερος δανειστὴς γενικὴν ἔλαβεν ὑποθήκην· τῇ γὰρ νοβατίονι λύεται τὸ ἐνέχυρον, εἰ μὴ ἰδικῶς ἐν τῇ μεταθέσει τοῦ χρέους ῥεπετιτευθῇ. ὥσπερ καὶ ὁ δανείζων ἐπὶ καταβολῇ προτέρου δανειστοῦ οὐκ ἄλλως ὑπεισέρχεται τὸν τόπον τοῦ προτέρου δανειστοῦ περί τε τὸ ἐνέχυρον καὶ τοὺς χρόνους, εἰ μὴ τοῦτο ἰδικῶς συνδόξει, ὡς ἔγνως ἐν τῷ προλαβόντι τί. δ΄. [η΄.] „Ἐὰν ὑπόθωμαί σοι τὰ ἐσόμενά μοι, καὶ ἑτέρῳ τὸν τοῦ πέτρου ἀγρὸν εἰ ἐμὸς γένηται, οὕτω τε κτήσωμαι αὐτὸν, οἱ δύο συντρέχετε, κἂν ἐξ ἐμῶν χρημάτων ἠγοράσθη. τὸ γὰρ ἀγοραζόμενον ἐκ τῶν ὑποκειμένων ἀργυρίων οὐχ ὑπόκειται κατὰ τοῦτο μόνον, ὅτι τὰ χρήματα ὑπέκειντο. [9΄.] Μισθώσας σοι πρᾶγμα ἀπὸ καλανδῶν ἰουλίων ἔλαβον εἰς ὑποθήκην ἀγρὸν, καὶ πρὸ τῶν καλανδῶν ἐξ ἑτέρου δανεισάμενος ὑπέθου τὸν ἀγρὸν τοῦτον. ἐπικρατέστερός εἰμι· καὶ γὰρ ἠναγκάζου πληρῶσαι τὴν μίσθωσιν. καὶ ὁ αἱρετικὸς γὰρ δανειστὴς προτιμᾶται τοῦ μετ᾿ αὐτὸν ὑποθήκην λαβόντος, εἴγε μὴ ἐν τῇ ἐξουσίᾳ τοῦ χρεώστου ἦν μὴ ἐξελθεῖν τὴν αἵρεσιν.
12
pr.Ἐὰν μέλλων δανείζεσθαί τις ποιήσῃ γραμματεῖον καὶ ὑπόθηται ἐν ταὐτῷ, δύναται πρὸ τῆς ἀπαριθμήσεως ἑτέρῳ ὑποτίθεσθαι.
13
pr.Ἐπὶ τοῦ δανείου ἀπαρίθμησίς ἐστιν ἡ συνιστῶσα τὸ συνάλλαγμα, καὶ εἰκότως μήπω συστάντος τοῦ συναλλάγματος. καλῶς ὁ χρεώστης ὑποτίθεται ἢ πιπράσκει. ἐνταῦθα δὲ μετὰ τὸ συστῆναι τὴν μίσθωσιν τεθεμάτισται ὑποθέμενος ἑτέρῳ τὸν ἀγρόν· οἶδας γὰρ ὅτι τὸ ὁρισθῆναι τὸν μισθὸν συνίστησι τὴν μίσθωσιν.
14
pr.Καὶ κεφ. ή΄· Αλλότριον ἀγρὸν ὑπέθετό μοι γυνὴ καὶ μετ᾿ ἐμὲ σοὶ, καὶ κυριεύσασα αὐτοῦ δέδωκεν αὐτὸν διατετιμημένον ἐν προικί. εἰ καὶ κατεβλήθη μοι τὸ χρέος, οὐ βεβαιοῦται ἡ ὑποθήκη σου. τότε γὰρ τοῦ πρώτου δανειστοῦ πληρουμένου βεβαιοῖται τῷ δευτέρῳ τὸ ἐνέχυρον, ὅτε εὑρεθῇ ἐν οὐσίᾳ τοῦ χρεώστου. ἐνταῦθα δὲ ἀγοραστής ἐστιν ὁ ἀνὴρ, καὶ οὔτε ἐν τῷ ὑποτίθεσθαί σοι οὔτε μὴν ἐν τῷ καταβάλλεσθαί μοι ἦν τὸ πρᾶγμα ἐν τῇ οὐσίᾳ τῆς γυναικός. ταῦτα λέγομεν εἰ ἀγνοῶν ὁ ἀνὴρ ὑποκεῖσθαί σοι ἐδέξατο τὸ πρᾶγμα. Παραγραφή· „Τὸ αὐτὸ νόησον καὶ ἐπὶ παντὸς ἀγοραστοῦ.
15
pr.Ὅτι ἐὰν ἐξωτικὸς νεμηθῇ τὴν ὑποθήκην ἐπὶ δεκαετίαν κυριεύει τοῦ ἀκινήτου. οὕτως οἶμαι καὶ ἐπὶ τῶν κινητῶν διὰ τριετίας.
16
pr.Ὅτι ὁ λαβὼν τὸ ἴδιον χρέος ἀποκλείει τὸν προγενέστερον, διότι ἐῤῥαθύμησεν. οἱ γὰρ νόμοι τῶν ἀγρυπνούντων εἰσὶν, οὐχὶ τῶν βαρέως κοιμωμένων.
17
pr.᾿Ανάγνωθι βι. κέ τί. β΄ κεφ. β΄ 4· „Συνεφωνήθη καὶ τοὺς καρποὺς ὑποκεῖσθαι τοῦ ὑποτεθέντος ἀγροῦ. τούτους δὲ δαπανήσας ὁ καλῇ πίστει ἀγοράσας οὐκ ἀποδίδωσι τῷ δανειστῇ. ἡ μὲν γὰρ ὑποθήκη καὶ μετὰ τὴν διὰ χρονίας χρήσεως κυριότητα σώζεται. ἕτερον δὲ ἐστὶ περὶ τῶν καρπῶν. οὐδέποτε γὰρ ἐγένοντο τοῦ χρεώστου. Παραγραφή· „Ἡ γὰρ διὰ χρήσεως κυριότης δεσπότην μὲν αὐτὸν ποιεῖ, οὐκ ἐλευθεροῖ δὲ τὸ ἐνέχυρον. ᾿Αμφέβαλλον ἐγώ· πῶς λέγεις διὰ χρήσεως κυριεύειν καὶ ἔτι ὑποκεῖσθαι τῷ ἐνεχύρῳ; καὶ εἶπεν ὁ μάγιστρος· ὅτι ἐνταῦθα διὰ χρήσεως κυριότητα τὴν τριετίαν νόει. ἡ μὲν γὰρ διὰ χρήσεως νομὴ, τουτέστιν ἡ δεκαετία, ἀνενόχλητον ποιεῖ τὸν ἀγοραστήν. ἡ δὲ διὰ χρήσεως κυριότης, τουτέστιν ἡ τριετία, τῆς μὲν ἀπαιτήσεως τῶν καρπῶν ἐλευθεροῖ αὐτον, οὐκέτι δὲ κύριον ἀσφαλῆ τῆς ὑποθήκης καθίστησιν. χρεία γὰρ δεσπόσαι τῶν καρπῶν τοῦ μὲν πρώτου χρόνου διὰ τριετίας, τοῦ δὲ δευτέρου ὁμοίως καὶ τῶν λοιπῶν καθεξῆς, ἐάνπερ σώζωνται. ἐὰν δὲ δαπανηθῶσιν, οὐκ ἔχουσιν ἀπαίτησιν.
18
pr.Ὅτι ἐὰν γράψω οὕτως· ὑποτίθημί σοι γενικῶς πᾶσαν τὴν οὐσίαν μου, ὑπεξαιρεῖται τότε, „ὅσα πιθανόν ἐστιν ἰδικῶς μὴ ὑποτίθεσθαι τὸν χρεώστην, οἷον ἡ οἰκοσκευὴ καὶ ἡ ἐσθὴς καὶ τὰ πρὸς χρῆσιν ἀναγκαῖα ἀνδράποδα, οἷον ὁ μάγειρος· καὶ ἕτερός τις πρὸς χρείαν ἀναγκαίαν πάνυ ἐπιτήδειος, „καὶ τὰ πρὸς διάθεσιν φερόμενα, οἷον νοτάριος, φροντιστὴς μειζότερος, „καὶ τὰ πρὸς καθημερινὴν χρῆσιν, καὶ ἡ παλλακὴ καὶ οἱ φυσικοὶ παῖδες καὶ οἱ θρεπτοί. ἀνάγνωθι βι. κέ τί. β΄ κεφ. ς΄· Οὕτω τοῦ νόμου φράζοντος ἠρώτησα· καὶ πῶς, ὅτε καταδικάζεταί τις ἀπὸ χρέους, οὐχ ὑπεξαιροῦνται ἃ ὁ νόμος διέξεισι; καὶ ὁ μάγιστρος· ὅτι μὴ θεματίσῃς τὸν χρεώστην ἄπορον, ἢ τοσαύτην κεκτημένον περιουσίαν, ὅσον ἐστὶ τὸ χρέος· ἀλλ᾽ εὔπορον τοῦτον θὲς, τὸν δὲ δανειστὴν λέγοντα· ἐπεὶ ὑποτεθειμένην ἔχω πᾶσαν τὴν οὐσίαν σου, καὶ χρυσίον οὐ παρέχεις μοι, δίδωσι δέ μοι νόμος ἐπιλογὴν λαμβάνειν ἃ βούλομαι τῶν πραγμάτων σου, θέλω λαβεῖν τὴν οἰκοσκευὴν καὶ τὸν μάγειρον ἢ τὸν νοτάριον. διὰ τοῦτο οὖν διαστέλλων ὁ νόμος λέγει, ὅτι ὅτε ὑποτίθησιν ἄνθρωπος γενικῶς πᾶσαν τὴν οὐσίαν αὐτοῦ, εὔπορος ὢν καὶ μικρὰ δανειζόμενος, οὐ δοκεῖ ἐνθυμεῖσθαι, ἵνα δῷ εἰς ὑποθήκην τὰ ἀναγκαῖα καὶ πρὸς χρῆσιν αὐτῷ ἐπιτήδεια, ἀλλ᾽ ἅ ῥητῶς συμφωνεῖ καὶ τίθησιν [εἰς] ὑποθήκην. καὶ οὐ δύναται ὁ δανειστὴς, ἔχων λαβεῖν ἑτέρωθεν τὸ ἱκανὸν τοῦ χρέους, ἀναγκάζειν τὸν χρεώστην δοῦναι πρὸς αὐτὸν ἃ εἰς διάθεσιν ἔχει ἢ εἰς ὑπουργίαν ἀναγκαιοτάτην. καὶ οὕτως ἔλυσε τὸ ζήτημα ὁ πάνσοφος μάγιστρος, ἀποδοξάμενος καὶ· ἐμὲ τῆς ἐρωτήσεως, παραγγείλας προσέχειν καὶ, ὅτε διάφοροι νόμοι περὶ τοῦ αὐτοῦ λέγουσι πράγματος καὶ τυποῦσι πῶς ὀφείλει κρίνεσθαι, μὴ, εἴπερ ἕτερόν τι ἓν νόμιμον εὑρεθῇ ἴσως ἐναντιόφανον, αὐτῷ μόνῳ προσέχειν, ἀλλὰ κατὰ τὴν τῶν πολλῶν νόμων ἔννοιαν ἑρμηνεύειν καὶ τὴν τοῦ ἑνός.
19
pr.Καὶ κεφ. ζ΄· „Ἐὰν δυσὶν ἅμα τὸ αὐτὸ ὑπόθωμαι, εἰ μὲν ἑκάστῳ εἰς ὁλόκληρον, κατὰ μὲν ἐξωτικῶν ἕκαστος εἰς ὁλόκληρον κινεῖ τὴν ἐπὶ τῇ ὑποθήκῃ ἀγωγὴν, κατὰ δὲ ἀλλήλων οὐκ ἔχουσιν. κρεῖττον γάρ ἐστιν ὁ νεμόμενος. εἰ δὲ ἀνὰ μέρος ὑπεθέμην αὐτοῖς, καὶ αὑτοῖς καὶ τοῖς ἔξω ἀνὰ μέρος ἐνάγουσιν.
20
pr.Καὶ κεφ. ις '· „Ἐὰν δύο τισὶν ὑποτεθῇ πρᾶγμα, πρὸς ἀναλογίαν τοῦ χρέους κινοῦσι· καθ᾽ ἑτέρου δὲ εἰς ὁλόκληρον ἕκαστος, ἐὰν μέντοι κατὰ τὴν αὐτὴν ἡμέραν ὑποτεθῇ ἰδιαζόντως. εἰ γὰρ ἅμα τῷδε καὶ τῷδε, ἑκάτερος εἰς ὁλόκληρον κινεῖ, εἴγε τοῦτο συνέδοξεν· εἰ δὲ μὴ, ἀνὰ μέρος κινοῦσι. Σημ. οὖν καὶ πάνυ ζητούμενον νόμιμον· ὅτι τὸ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ γινόμενον οὐ τίκτει τινὶ τῶν συναλλασσόντων προτίμησιν. ἀλλ᾽ ἐὰν σοὶ μὲν λόγου χάριν περὶ πρώτην ὥραν ὑπόθωμαι πρᾶγμα, ἑτέρῳ δὲ τὸ αὐτὸ περὶ δεκάτην, οὐκ ἔχει προτίμησιν ὁ περὶ τὴν πρώτην ὥραν εἰς ἐνέχυρον τοῦτο λαβὼν, ἀλλ᾽ ὅμοιός ἐστι τῷ περὶ τὴν δεκάτην εἰληφότι. καὶ λοιπὸν τοῦ προλαμβάνοντος καὶ πρώτου τὸ πρᾶγμα λαμβάνοντος κρεῖττον ἔσται ἡ αἵρεσις.
21
pr.Καὶ κεφ. κδ ' 1· „Ἐὰν ὑπεξούσιός μου υἱὸς γράψῃ ἐξ ὀνόματός μου γραμματεῖον, ἐμοῦ προτρεψαμένου τούτῳ τυχὸν διὰ τὸ μὴ δύνασθαί με γράψαι, ἔχω δὲ εἰς ὑποθήκην οἶκον αὐτοῦ, βεβαιοῖ τὴν ὑποθήκην, κἂν μὴ ῥητῶς συνήνεσε. Σημ. οὖν πότε τὶς ἕτερόν τι νομίζων ποιεῖν ἕτερον καθ᾽ ἑαυτοῦ ἀνίστησι. κἂν γὰρ μηδὲν περὶ τῆς ὑποθήκης προσθῇ, οὐκ ἔχει παραγραφὴν, ἀλλ᾽ ὑπόκειται καθαρῶς ὁ οἶκος αὐτοῦ τῷ πατρί.
22
pr.Ὅτι ὑποτιθέασί τινες τὰ ἑαυτῶν ἢ γενικῶς ἢ ἰδικῶς. ἰδικῶς μὲν, ὅταν ὀνομαστί τι ὑποβληθῇ τῇ ἐνοχῇ· γενικῶς δὲ, ὅταν περιληπτικῶς καὶ περιεκτικῶς. φησὶ γὰρ ὁ νόμος· „ἐὰν οὕτω τὶς εἴποι· τῇ πίστει καὶ τῷ κινδύνῳ τῶν ἐμῶν πραγμάτων τὸ ἱκανόν σοι γενήσεται ἐκ τῶν ἐμῶν, γενικὴν ὑποθήκην ποιεῖ, καὶ οὐχ ὡς πάλαι ἰδικήν. δεῖ γὰρ τῇ ἐννοίᾳ ἐξακολουθῆσαι, οὐ μὴν τοῖς ῥήμασιν. εἰ δὲ εἴποι ὁ χρεώστης· τὰ πράγματά μου ὑποτίθημι, καὶ οὕτω γενικὴ ὑποθήκη ἐστὶ, καὶ περιέχει καὶ τὰ μέλλοντα.
23
pr.᾿Ανάγνωθι βι. κέ τί. β΄ κεφ. κγ ' 4· „Ἐὰν ὑποτεθῇ ἀγρὸς μετὰ τῶν ἐν αὐτῷ δούλων, κἀκείνων ἀποθανόντων ἀντεισαχθῶσιν ἕτεροι, οὐχ ὑπόκεινται ὡς μήπω ὑποτεθέντες μήτε τεχθέντες ἐκ τῶν ὑποτεθεισῶν δουλῶν. Σημ. οὖν ὅτι χρεία ἐστὶν εἰς τὴν ὑποθήκην τοῦ ἀγροῦ τοῦ ἔχοντος δούλους γράφε σθαι ῥητῶς, ὅτι ὑποτίθημι καὶ τοὺς δούλους, καὶ ὅτι τὰ τικτόμενα ὑπὸ τῶν ὑποτεθεισῶν δουλῶν ὑπόκεινται τῷ δανειστῇ μόνον εἰ μένουσιν αἱ θεράπαιναι ὑπὸ τὴν δεσποτείαν τοῦ χρεώστου. ἕτερόν ἐστιν ἐπὶ τῶν καρπῶν. οὗτοι γὰρ οὐκ εἰσὶν εἰς ἐνέχυρον, κἂν ὁ ἀγρὸς ὑπετέθη καὶ ἔμεινεν ὑπὸ τὴν δεσποτείαν τοῦ χρεώστου, πλὴν εἰ μὴ ἰδικῶς ὑποτεθῶσιν.
24
pr.Καὶ κεφ. κς'΄· „Ὑπόκειται τὸ ἐκ τῶν ὑποκειμένων δουλίδων τικτόμενον, εἰ μὴ παρ᾽ ἑτέρῳ δεσπότῃ ἐτέχθησαν. τοῦτο μὴ ἁπλῶς νοήσῃς. ἔνθα γὰρ καὶ χρεώστης μετὰ τὴν ὑποθήκην ἐπώλησε τὴν θεράπαιναν καὶ τέτοκεν αὕτη παρὰ τῷ ἀγοραστῇ, οὐχ ὑπόκειται ὁ τοκετός.
25
pr.„Ἐὰν᾿ ὁ οἶκος ὑποτεθεὶς καυθῇ, καί τις ἀγοράσας τὸ ἔδαφος κτίσει, καὶ τὸ κτισθὲν ὑπόκειται. ὁ δὲ καλῇ πίστει νομεὺς οὐκ ἀποκαθίστησιν, εἰ μὴ λάβοι τὰς δαπάνας, εἰς ὅσον γέγονε τὸ πρᾶγμα τιμιώτερον. Ὅτι οὐ πάντως πάντα λαμβάνει τὰ δαπανηθέντα, ἀλλ᾽ εἰς ὅσον προστεῇ τῇ ἀξίᾳ τοῦ ἐδάφους ὑπὸ τοῦ κτισθῆναι τὸν οἶκον.
26
pr.᾿Ανάγνωθι τοῦ αὐτοῦ βι. καὶ [τί.] κεφ. λζ΄ 3· „Ἐάν τις δανειστὴς γενικὴν ὑποθήκην λαβὼν ἔλαβε καὶ ἰδικὴν, εἶτα μετ᾿ αὐτὸν καὶ ἄλλος δανειστὴς τὰ αὐτὰ ἔλαβεν ἐνέχυρα, ἰστέον, ὅτι ὁ πρῶτος δανειστὴς ἐκ τῆς ἰδικῆς ὑποθήκης τὸ ἱκανὸν παθεῖν δυνάμενος οὐχ ἕξει μετουσίαν εἰς τὴν γενικήν.
27
pr.Καὶ κεφ. μδ· „Ἡ χρονία νομὴ οὐκ ἀναιρεῖ τὸ ἐνέχυρον.
28
pr.Δανειστὴς οὐ λήψεται ἐνέχυρον ἐκ τῆς οὐσίας τοῦ χρεώστου ἄνευ ἐπιτροπῆς ἄρχοντος.
29
pr.„Ἐὰν πωλοῦντος τοῦ χρεώστου τὸ ἐνέχυρον συναινέσει ὁ δανειστὴς, εἶτα πάλιν οἱῳδήποτε τρόπῳ περιέλθῃ εἰς τὸν χρεώστην τὸ πρᾶγμα, οὐχ ὑπόκειται ἅπαξ ἀποταξαμένου αὐτοῦ, κἂν γενική ἐστιν ὑποθήκη.
30
pr.Καὶ τί. δ΄ κεφ. ή΄΄· „Ἐὰν δύο τισὶ κεχωρισμένως ὑπόθωμαι, καὶ μετὰ ταῦτα πωλήσω αὐτοῖς αὐτὸ, δοκοῦσιν ἀμοιβαδὸν συναινεῖν καὶ τῇ κτήσει τῆς δεσποτείας ἐκπίπτουσι τῆς περὶ τῶν ὑποθηκῶν ἀγωγῆς. Ὑποθεμένου τοῦ χρεώστου καὶ λέγοντος ἐν τῷ γραμματείῳ μὴ ὑποτίθεσθαι ἑτέρῳ, ἐὰν ὁ πρῶτος ὑπογράψῃ δανειστὴς, ἐκπίπτει τοῦ ἐνεχύρου.
31
pr.Καὶ κεφ. ιδ΄· „Ἐὰν κληρονομήσω πρώτου καὶ δευτέρου δανειστοῦ ὑποθήκην ἐχόντων, καὶ ὁ χρεώστης θέλει κατ ταβαλεῖν τὰ τῷ δευτέρῳ χρεωστούμενα, λαβεῖν ἀναγκάζομαι, φυλαττομένων τῶν ὑποθηκῶν τοῦ πρώτου συναλλάγματος.
32
pr.„Ἡ διάταξις κελεύει τὴν ὑποθηκαρίαν ἀγωγὴν μὴ μόνον σβέννυσθαι δέκα ἢ εἴκοσιν ἐνιαυτοῖς, ἐὰν ἐξωτικὸς νέμηται τὴν ὑποθήκην, ἀλλὰ κἂν αὐτὸς ὁ χρεώστης νέμηται, σβέννυται τεσσαράκοντα ἐνιαυτοῖς. Οὕτως ἡρμήνευσε τὸν νόμον τοῦτον ὁ μάγιστρος, ὅτι τῷ μὲν μετὰ πίστεως ἀγαθῆς ἠγορακότι καὶ δωρεάν εἰληφότι ἢ τρόπον ἄλλον συναλλάξαντι καὶ διὰ τῶν δέκα ἐνιαυτῶν ἢ τῶν εἴκοσι δεσπόσαντι τῶν ἑτέροις ὑποκειμένων ἢ προσηκόντων οὐ μόνον παραγραφὴ δίδοται ἰσχυρὰ νεμομένῳ, ἀλλὰ καὶ ἀγωγὴ τῆς νομῆς ἐκπεσόντι. ὁ δὲ κακῇ πίστει πράγματος ἐπιλαβόμενος ἐξ ἀρχῆς, ἀνάξιος τῆς τοιαύτης κρίνεται βοηθείας.
33
pr.Καὶ κεφ. θ ' 3· „᾿Απὸ ἐννόμου ψήφου λαβὼν ἐνέχυρον εἰς τὴν καταδίκην, προτιμᾶται τῶν ἐχόντων προνόμιον. Παραγραφή· Προτιμᾶται παρὰ τῶν ἐχόντων προνόμιον καὶ αὐτὸς ὁ τὸ ἐνέχυρον λαβὼν καὶ ὁ κληρονόμος.