IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.2

Περὶ προτιμήσεων.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ἐδάνεισέ τίς τινι ἔχοντι γυναῖκα. εἶτα κινηθέντος τοῦ χρέους συνεβιβάσθη ὁ χρεώστης, καὶ παραδέδωκε τῷ δανειστῇ κτῆμα. ἐκινήθη μετὰ ταῦτα ἡ περὶ τῆς προικὸς ἀγωγὴ παρὰ τῆς γυναικὸς, καὶ ἐσημειοῦτο ὁ βέστης γενέσθαι τὸ ἱκανὸν τῇ προικὶ, εἰπών· ἐκεῖνο δῆλον ὂν, ὡς τῆς ἀνδρῴας μὴ Legerim: τὴν μητέρα – λίτρας ὀκτώ, i. e. numos DLXXVI. Sic enim supra. Ut proinde semisses usuras a patre Magister exegerit, dum ter undecim, ἐξαρκούσης περιουσίας ὁ χρεώστης ἐκ τοῦ κτήματος τὸ ἔνδεον ἀποπληροῖ. ᾔδει γὰρ ὁ δανειστὴς δωσεκολοτέρ.. παρασχὼν πάντων ἔσται προτιμότερος, ὥστε διαπωλουμένου τοῦ κτήματος εἰ βούλοιτο αὐτὸς λάβῃ ἢ τὴν προτίμησιν τῆς ὠνῆς ἢ τὸ δοθὲν παρ᾿ αὐτοῦ χρέος.

2

pr.Ὅτι᾽ εἰ τέσσαρες χρόνοι διέλθωσιν ἀνεπιφώνητοι μετὰ τὸ ἀγοράσαι τινὰ κλασματικὴν γῆν, οὐ δύναταί τις περὶ προτιμήσεως κινεῖν.

3

pr.Ὅτι γυνὴ ἔχουσα οἰκήματα, ἔχουσα δὲ καὶ παῖδας, κατέθετο πρός τινα δημοσιακὴν δουλείαν ὑπεισελθόντα ὡς παρέχει αὐτῷ ὑπὲρ τῆσδε τῆς ὑποθέσεως. ἐνήχθη παρὰ τοῦ δεξαμένου τὴν κατάθεσιν τοῦ υἱοῦ, ἀλλ᾽ ἀποδείξασα ὡς τὰ οἰκήματα αὐτῇ διαφέρουσι καὶ πρὶν ὑπελθεῖν τὸν υἱὸν εἰς τὸν δημόσιον καὶ πρὶν καταθέσθαι, ἀλλὰ μὴν καὶ πρὸ τοῦ γεννηθῆναι τοῦτον, ἀπηλλάγη τῆς ἐνοχῆς.·.· ἀλλ᾽ ὁ δικαστὴς

4

pr.ἔγραψεν, ἐπεὶ ἡ τοῦ πατρικίου διάταξις πρὸς τὰ ἀδέλφια δίδοσθαι προσωπικῶς τὴν προτίμησιν προστάττει, οὐ περίεισι δὲ ἀδέλφια, κατὰ τοῦτο τὸ μέρος ἐσχόλασεν ἡ διάταξις. τὰ γὰρ προσωπικὰ μέχρις αὐτῶν τῶν προσώπων ἵσταται.

5

pr.Ὅτι ἐτελεύτησε τις ἀδιάθετος, καὶ ἦλθον δανεισταὶ καὶ ὑπόσχεσιν προικὸς καὶ ὑποδοχὴν κλήρου ζητοῦντες. καὶ ἔκρινεν ὁ δικαστὴς οὕτως εἰπών· ἔλαβε χώραν τοῦ δεῖνος ὁ γάμος μετὰ τὸ σύμφωνον ὑφ᾽ ἑαυτὸν ἔχειν τὴν ὕπαρξιν καὶ πρὸ τῶν ἄλλων κατὰ νόμον προλαμβάνειν δανειστῶν τὰ τῷ γαμικῷ συμφώνῳ ὑποκείμενα. καὶ ἐπεὶ πρεσβύτερα τῆς γαμικῆς ἐπαγγελίας δάνεια ἀνέκυψαν, δεῖ τὸν δεῖνα νομίμως ἱκανῶσαι τὰ τῇ πενθερᾷ καὶ τοῖς πρὸ γάμου δανεισταῖς ἁρμοζόμενα, τὰ δ᾽ ἄλλα συλλογίζεσθαι εἰς τὰ ἀνήκοντα αὐτῷ τε καὶ τῇ γα.. ὁ δὲ γαμμετῇ αὐτοῦ τῶν μεταγενεστέρων βρὸς, διὰ τὸ μὴ ἀρκεῖν τὴν μετὰ τὰ πρεσβύτερα χρέη ὑπόστασιν τοῦ πενθεροῦ ἱκανῶσαι καὶ τὸν κλῆρον αὐτοῦ καὶ τὴν προῖκα τῆς γαμετῆς κατὰ τὸ σύμφωνον ἀνασῶσαι, πρῶτον αὐτὸς τὸν ὅλον κλῆρον καθότι καὶ.... τὰ δὲ περιττὰ ὑποκείσεται De hoc loco sanando desperavi, licet δυσκολωτέρως conjicere in promptu τῇ προικὶ, καὶ πρὸς τὸ ἐλλεῖπον τῆς ὅλης προικός παρακινδυνεύσει ἡ γυνή. ἀπὸ γὰρ τοῦ συμφώνου ἔλαβε πρότερον ἱκανοῦσθαι αὐτὸς τὸν κλῆρον αὐτοῦ, ἔπειτα καὶ αὐτὴν τὴν προῖκα. καὶ καλῶς, ὅτι καὶ βι. κθ ' καὶ τί. ε κεφ. ε΄΄ φησιν· „ἐν μὲν τῷ ἐπιδιδόναι τὴν προῖκα δύναται ὁ πατὴρ τῆς γυναικὸς συμφωνεῖν ὅσα βούλεται. μετὰ δὲ τὸ ἐπιδοθῆναι δεῖ καὶ αὐτὴν συναινεῖν. ὁ πατὴρ δὲ ὡς μὴ εὐπορῶν δοῦναι ὅσα ὑπέσχετο, καθ᾽ ὅσον ἐπιδίδωσι, τὴν προῖκα συνίστησιν· οὐ γὰρ τὸ σύμφωνον μᾶλλον, ἀλλ᾽ ἡ ἀπαρίθμησις ποιεῖ τὴν προῖκα ὡς βι. κθ '. τί. έ κεφ. μά.

6

pr.Ὅτι οἱ ζητήσαντες προτίμησιν οὐ κωλύονται ἐκ δωρεῶν τυχὸν ἐχουσῶν ποίησιν ἢ δόσιν