IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.74

Περὶ τῶν ὑπὸ βασιλέων κρινομένων.

Abrir no leitor do IusCommune →

1

pr.„Ὅταν ἕτερόν τι τὸ νόμιμον βούληται, ἕτερον δὲ τὸ δίκαιον, μόνος ὁ βασιλεὺς τὴν περὶ τούτου τέμνει ζήτησιν, ἐπειδὴ αὐτῷ πρέπει μόνῳ τὰ τοιαῦτα τέμνειν ”. τούτῳ τῷ νομίμῳ ἐχρήσατο ὁ βέστης ἐπὶ τοιαύτῃ ὑποθέσει. ἄνθρωπός τις ἠλέγχθη κατασκευάζων οὐκ ἀγαθὰς μαρτυρίας κατά τινος καὶ περὶ τὰς διηγήσεις τῆς δίκης ἠναντιώθη αὐτὸς ἑαυτῷ καὶ τῷ ἀντιδίκῳ συνέπαιζε καὶ μαρτυρίας συνεσκεύαζε χρημάτων δόσει καὶ ὑποσχέσει. τοῦτον τοίνυν τὸν ἄνθρωπον ἐνάγοντα κατὰ τοῦ πριμμικυρίου μιχαήλ, πρωτοσπαθάριον ὄντα καὶ αὐτὸν, περὶ καταθήκης κατεδίκασε διὰ τὰς εἰρημένας αἰτίας, ἀφεὶς τῷ πρωτοσπαθαρίῳ χώραν, ἢν μὴ σιωπᾶν ἀγαπᾷ ἀλλ᾽ ἐπαγωνίζοιτο καὶ πάντα λίθον κινεῖν μελετᾷ, τὴν τελευταίαν ἄγκυραν καθιέναι καὶ τὴν ἐκ τῶν ὅρκων ὑστάτην αἰτεῖν βοήθειαν. καὶ πρότερον μὲν αὐτὸν τὸν τῆς συκοφαντίας ὑπέχειν, ἔπειτα καθορκοῦν καὶ τὸν πριμμικύριον, εἰ μήγε τοὺς· ὅρκους ἐννομωτάτως βασιλεὺς ἀποδοκιμάσειε διά τε τὴν ἀξιοπιστίαν τοῦ ἐναγομένου προσώπου καὶ τὴν κακίαν τοῦ ἐνάγοντος. καὶ γὰρ τὸ μὲν νόμιμον ἔχει ὑποσχεῖν τὸν ὅρκον τὸν πριμμικύριον, τὸ δὲ δίκαιον οὐ βούλεται τοῦτο διὰ τὰς κακουργίας τοῦ ἐνάγοντος, καὶ τοῦτο μόνος ὁ βασιλεὺς κρίνει κατὰ τὸν νόμον.

2

pr.Ὅτι ὁ μάγιστρος εὗρεν δίκην ἐκ προστάξεως βασι λικῆς καὶ βασιλικῇ ἐντυχὼν ἀποφάσει ἐσημειώσατο οὕτως· ὑπομνήματι βασιλικῷ ἐντυχόντες θειοτάτῳ τὸ σέβας τούτῳ καὶ τὴν προσκύνησιν ἀποδεδώκαμεν· τὸ γὰρ ἐπὶ τῇ βασιλικῇ κρινόμενον ἐξουσίᾳ τῆς ἔξωθεν οὐκ ἄν ποτε δεηθείη διατυπώσεως.