IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.75

Περὶ ἐκκλήτων.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ἐντὸς διετίας ὀφείλει δίδοσθαι ἡ ἔκκλητος καὶ ἐντὸς ταύτης περαιοῦσθαι ὡς βί. θ΄ τί. α΄΄.

2

pr.Ὅτι κἂν μὴ ἔκκλητος δεχθῇ, ὅμως τὸ ἐφετικὸν δοκιμάζεται. ὅπερ τοιαύτην ἔχειν διάνοιαν ὁ μάγιστρος ἔλεγεν, ὅτι ὁ κρίνων δικαστὴς οὗτος δέχεται καὶ τὴν ἔκκλητον· λέγει γὰρ ὁ δικαζόμενος ἔκκλητον δοῦναι καὶ δέχεται ταύτην ὁ δικαστὴς καὶ σημειοῦται. ἐὰν οὖν πολλάκις θυμώδης ὢν ὁ δικαστὴς οὐ δέξηται τὸν λόγον τοῦ δικαζομένου τουτέστι τὴν ἔκκλητον, ἀλλὰ μετ᾿ ὀργῆς τοῦτον ἐκβάλλει, οὐκ ἀποκλείεται ὁ ἔχων τὴν ἔκκλητον εἰς τὸ κινεῖν αὐτὴν, ἀλλὰ δοκιμάζεται τὸ ἐφετικὸν αὐτοῦ παρὰ βασιλέως ἢ παρ᾽ ἐκείνου ᾧ ἂν αὐτὸς ἐπιτρέψῃ.

3

pr.Ὅτι τὸ λέγειν· ὅτι ἡ τοῦ ἐπάρχου ψῆφος ἐκκλήτῳ οὐχ ὑπόκειται, τοιοῦτόν ἐστιν, ὅτι τοῖς μὲν ἄλλοις δικασταῖς λαλεῖται παρὰ τῶν δικαζομένων· ἐκκλητεύομεν κρίσιν. (γίνωσκε τοῦτο, καὶ ἐστὶν ὡρισμένος ὁ καιρὸς ὑφ᾽ ὃν ὀφείλει δίδοσθαι καὶ λέγεσθαι ἡ ἔκκλητος.) ὁ τοίνυν ἔπαρχος πελεκεῖς ἔχων καὶ ξίφη προπορευόμενα κατὰ τὸ πάλαι κρατοῦν ἔθος, τῆς τοιαύτης λαλιᾶς [τῶν] δικαζομένων οὐκ ἔχει.