Peira 1.73
Περὶ εὐνούχων.
Abrir no leitor do IusCommune →1
pr.Βι. ιθ ' τί. α κεφ. δ΄ '· „Ἡ διάταξις κελεύει, ὥστε μηδένα ῥωμαῖον εὐνουχίζεσθαι μηδὲ ἔξω τοῦ ῥωμαϊκοῦ ἐδάφους μηδὲ γὰρ ἀγοράζειν δυνατὸν εὐνουχισθέντα ῥωμαῖον· ἀλλὰ καὶ τὸν εὐνουχίζοντα καὶ ἀγοράζοντα καὶ τὸν συμβολαιογράφον τὸν γράψαντα τὸ συμβόλαιον καὶ τὸν τελώνην τὸν κομισάμενον τέ λος τί ὑπὲρ τούτου τιμωρεῖσθαι. τὰ δὲ βάρβαρα ἀνδράποδα εὐνουχιζόμενα ἔξωθεν τοῦ ῥωμαϊκοῦ ἐδάφους ἐξέστω πᾶσι τοῖς ἐμπόροις ἀγοράζειν καὶ πιπράσκειν.