Peira 1.72
Περὶ πεκουλίων.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι τρία εἰσὶ τὰ πεκούλια τῶν ὑπεξουσίων. καὶ ἐν μὲν τῷ ἑνὶ, ἤγουν τῷ κανστρισίῳ, διατίθενται οἱ ὑπεξούσιοι· ἐν δὲ τῷ παγανικῷ οὐδ᾽ ὅλως διατίθενται. τὸ δὲ μέσον ἐστὶ τὰ λεγόμενα ἀπροσπόριστα, ἅτινα μὲν ζῶν ὁ υἱὸς ἔχει, προτελευτῶν δὲ τοῦ πατρὸς οὐ δύναται· ἐπὶ τούτοις διατίθεσθαι διὰ τὸν λέγοντα νόμον· οἱ ὑπεξούσιοι μηδὲ ἐν τοῖς ἀπροσπορίστοις διατίθενται.
2
pr.᾿Ανάγνωθι βι. ιθ ' τί. ά κεφ. ιγ΄· „Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν ὁ δοῦλος κλέψῃ τὶ τοῦ πεκουλίου καὶ περιέλθῃ εἰς τὸν ἀγοραστὴν, χώρα τῇ ἀγωγῇ τῇ ἀπαιτούσῃ τὸ κλαπὲν πρᾶγμα καὶ τῇ περὶ ἀποκρυβῆς ἀγωγῇ καὶ τῇ ἐκδικούσῃ τὸ τοῦ πραθέντος τίμημα.