Peira 1.71
Περὶ ἀναργυρίας.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ἡ ρ ' νεαρὰ διορίζεται περὶ τῆς ἐπὶ προικὸς ἀναργυρίας. οὕτω φησίν· ὅτι εἰ μὲν ἐπὶ δύο μόνοις ἐνιαυτοῖς συνοικήσας τῇ γαμετῇ ὁ ἀνὴρ μὴ λάβῃ τὴν προῖκα, μηδὲν ἀδικείσθω ἐκ τῆς σιγῆς, μηδὲ οἱ κληρονόμοι αὐτοῦ, ἀλλ᾽ εἴσω ἑτέρου ἐνιαυτοῦ τὰ τῆς μέμψεως κινείσθω. εἰ δὲ ὁ γάμος εἰς πλείονα χρόνον συνέστη, ἐλάττονα μέντοι τῆς δεκαετίας, τότε ἀναιρείσθω τῷ ἀνδρὶ ἡ μέμψις. τοῦτο δὲ ὁ μάγιστρος οὕτως ἑρμηνεύει, ὅτι ἐὰν ἐπὶ ἱ ἐνιαυτοὺς διαρκέσαντος τοῦ συνοικεσίου, εἰ μὲν ὁ ἀνὴρ δείξει ἐξ ἐγγράφου διαμαρτυρίας κατὰ τὴν νεαρὰν, ὡς ἐμέμψατο καὶ ἐπεζήτησε τὴν προῖκα, ὁ δὲ ὑποσχόμενος ταύτην ἔνοχος ὢν χρέεσι δημοσιακοῖς ἢ ἑτέραις τισὶν αἰτίαις οὐκ ἠδύνατο καταβαλεῖν ταύτην, τότε ἡ γυνὴ οὐ κατὰ τοῦ ἀνδρὸς κινήσει τὴν περὶ προικὸς ἀγωγὴν, ἀλλὰ κατὰ τοῦ ὑποσχομένου ἔχει τὴν ἀγωγὴν τῆς προικός. ἀλλ᾽ ὀρθῶς κινοῦσα κατὰ τοῦ ἀνδρὸς ἀπαιτεῖ ταύτην, εἰ μὴ ἀφῆλιξ ἐστὶν ὁ ἀνήρ· εἰ γὰρ ἀφῆλιξ ἐστὶ καὶ σιγήσει ἐπὶ ιβ ' ἐνιαυτοὺς, καὶ οὕτως ἀπαιτεῖται· εὑρίσκεται γὰρ κζ ' χρόνων, ὅτε τὴν προῖκα ἐπιζητεῖται, καὶ οὐκ ἐστὶν ἀφῆλιξ ὑπερβὰς τὸν κέ ἐνιαυτόν. ὁ δὲ σιγήσας ἐπὶ ι ἐνιαυτὸν, εἴτε τέλειος εἴτε ἀφῆλιξ, καὶ ἀπαιτηθεὶς τὴν προῖκα οὐκ ἀποκλείεται κινεῖν κατὰ τοῦ ὑποσχομένου. εἰ δὲ ἐντὸς τῶν ἱ οὐ ζητήσει τὴν προῖκα καὶ λυθῇ ὁ γάμος, οὐδὲ τότε ἐξ ὀρθοῦ αὐτὸς ἀπαιτεῖται τὴν προῖκα, ἀλλ᾽ ἡ γυνὴ καὶ κατὰ τοῦ ἀνδρὸς καὶ [κατὰ] τοῦ ὑποσχομένου ἔχει τὴν ἀγωγὴν, καὶ δεικνύων ὁ ἀνὴρ ὅτι ἐζήτει τὴν προῖκα, διὰ δέ τινας αἰτίας οὐ κατεβάλλετο αὐτῷ, ἀθωοῦται, καὶ ἡ γυνὴ ἐπιγινώσκουσα τὸν κίνδυνον ἔνοχον ἔχει τὸν ὑποσχόμενον· εἰ δὲ μὴ δείξῃ ὁ ἀνὴρ ὡς ἐπεζήτησε τὴν προῖκα καὶ ἄπορος ὤφθη ὁ ὑποσχόμενος αὐτὴν, ἡ γυνὴ ἐκεῖνον μὲν ἀφίησι, κινεῖ δὲ κατὰ τοῦ ἀνδρὸς καὶ ἀπολαμβάνει τὴν προῖκα· ὁ δὲ ἀνὴρ ἔχει ὡς εἴρηται τὸν λ'ετῆ χρόνον εἰς βοήθειαν τῆς ἀπὸ τοῦ ὑποσχομένου ἀπαιτήσεως. καὶ περὶ κληρονόμων ἡ αὐτὴ νεαρὰ ὁρίζεται ἐπὶ πόσοις χρόνοις ὀφείλουσι κινεῖν τὴν περὶ τῆς προικὸς ἀναργυρίαν, λέγουσα ὡς [εἰ] ἀφήλικες εἰσὶν οἱ κληρονόμοι, εἴτε τῶν τελείων εἴτε τῶν ἀφηλίκων, μὴ δύνασθαι αὐτοὺς μετὰ τὸν ἑ΄ ἐνιαυτὸν τῆς τελευτῆς τοῦ ἀνδρὸς προβάλλειν ἀναργυρίαν καὶ λέγειν ὡς οὐκ ἔλαβε τὴν προῖκα ὁ ὑποσχεθείς. καὶ ἐν τούτοις καὶ ἡ νεαρά. ὁ δὲ μάγιστρος τὸ περιεχόμενον κεφάλαιον ἐν τῷ α΄ τί. τοῦ κγ ' βι. καὶ λέγον, μὴ εἶναι ἀναργυρίαν κατὰ ὁμολογίαν ἀποληπτικῆς ἐπὶ προικὶ συντεθείσης, ἐναντίον φαινόμενον πρὸς τὴν προγεγραμμένην νεαρὰν οὕτως ἑρμηνεύει· ὅτι ἔνθα μὲν μόνη ὑπόσχεσις γένηται, οἷον ὁμολογῶ σοι παρέχειν τόσα, καὶ μὴ παρακολουθήσῃ δευτέρα ἀπόδειξις τῆς ἀπολήψεως τῆς προικὸς, ἐκεῖσε διενεργοῦσι τὰ διηγορευμένα τῇ νεαρᾷ, τά τε τῆς δεκαετίας καὶ τὰ ἐντὸς ταύτης καὶ τὰ λοιπά· ἔνθα δὲ γένηται μὲν πρῶτον ὑπόσχεσις προικὸς, εἶτα ἐπιγένηται καὶ πληναρία ἀπόδειξις ὁμολογοῦντος ἐν ταύτῃ τοῦ ἀνδρὸς ὡς ἀπέλαβεν ἐκ τῆς προικὸς τάδε καὶ τάδε, ἐνταῦθα οὔτε τὰ τῆς νεαρᾶς ἔχουσι χώραν, ὥστε σκοπεῖσθαι δεκαετίαν καὶ τὰ λοιπὰ, οὔτε ἀπὸ τῆς ἀναργυρίας διδομένη δεκαετία ἰσχύει, ἀλλ᾽ αὐτίκα λέγων ὁ ἀνὴρ μὴ λαβεῖν τὰ ἐν τῇ πληναρίᾳ ἀποδείξει ἐκβάλλεται καὶ οὐδὲ ὅρκον δύναται αἰτεῖν κατὰ τὸ αὐτὸ κεφάλαιον. μισεῖ γὰρ τὸν τοιοῦτον ἄνδρα ὁ νόμος, ὃς ὡμολόγησε μὲν ἐν τῷ πρώτῳ συμφώνῳ ὡς ὑπεσχέθη προῖκα, εἶτα πάλιν ἐν ἑτέρῳ τῷ τῆς πληναρίας ἐβεβαίωσε καὶ τὴν ὑπόσχεσιν καὶ ὡμολόγησε καὶ τὴν προῖκα λαβεῖν καὶ τὰ εἴδη ταύτης, καὶ μετὰ ταῦτα ἀμφότερα πειρᾶται ἀρνεῖσθαι.
2
pr.Ὅτι περὶ τοῦ οὐ δόντος τὴν προῖκα καὶ μὴ ἀπολαμβάνοντος ζήτει εἰς τὸν τίτλον᾿ τὸν περὶ γυναικῶν· καλῶς γὰρ ἐκεῖ γέγραπται.