Peira 1.69
Περὶ ὅρκων τῶν ἐκδίκησιν ἐχόντων.
Abrir no leitor do IusCommune →1
pr.„Οὐδεὶς κατὰ θεοῦ ὀμόσας ἐσχάτως κινδυνεύει. ἱκανὸν γὰρ ἔχει τιμωρὸν τὸ θεῖον. εἰ δὲ ἐπικρήμαται ποινὴ καὶ αὕτη ἔσχατον, ἀλλ᾽ οὐ κατὰ τῶν ἐν δίκῃ ὀμνύντων ἀλλὰ βλασφημῶν καὶ καταφρονητῶν καὶ κατὰ θεοῦ γλωσσαλγούντων. οὐ τολμώντων τὸ ὅλον ἀνθρωποπρεπῶς βλασφημεῖν καὶ κεφ.᾿ ὀμνῦντες ἐσχάτως τιμωροῦνται, οὐ μᾶλλον διὰ τὴν ἐπιορκίαν ἢ τὰ βλάσφημα ῥήματα. ἔνι δὲ καὶ ποινὴ κατὰ τῶν ἐπὶ χρήμασιν ἀλλὰ μὴ κατὰ θερμότητα κατὰ βασιλέως ὀμνύντων, οἳ ῥοπαλίζονται· καὶ ἐφ᾽ ἑτέρων παραπλησίων· ὥς φησι βι. κβ ' τί. έ κεφ. ί'δ. ζημία δὲ ἡ ἔκπτωσις τῆς ἀγωγῆς· ὡς ἐπὶ τοῦ ὀμόσαντος ἐκ τῶν δικαζομένων μὴ δεδωκέναι χρήματα ἢ ἐπαγγείλασθαι καὶ ἐντὸς ὡρισμένου χρόνου ἑαλωθέντος ', καὶ τοῦ ὀμόσαντος καταλειφθῆναι λεγάτα καὶ εὑρεθέντος ψευδοῦς ”, καὶ τοῦ ὀμόσαντος κατὰ τὴν ἐσχάτην πασῶν νεαρὰν ἄλλο μὲν πράττοντες ἄλλο δὲ προσποιούμενοι.
2
pr.Ὅτι ἐπὶ ἀπορίᾳ πασῶν ἀποδείξεων ὅρκος ἐπάγεται· ὅτε δὲ ἐστί τις ἀπόδειξις, οὐκ ἐπάγεται ὅρκος. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος. τῆς γὰρ τοῦ γοργοπλούτου θυγατρὸς λεγούσης, τὸν ὕπατον λαβεῖν χρυσίον ὑπὲρ τοῦ πατρὸς αὐτῆς ὑπὲρ τοῦ πετρίου, καὶ τῆς μὲν τοῦ ὑπάτου θυγατρὸς ἀρνουμένης τῆς δὲ τοῦ γοργοπλούτου θυγατρὸς ἐπαγαγούσης ὅρκον αὐτῇ, οὐκ ἐδέξατο τοῦτον αὐτὸς, σημειωσάμενος οὕτως· ὁ αἰτηθεὶς ὅρκος χώραν οὐκ ἔχει. τοῦ γὰρ λεγομένου δοῦναι τὸ χρυσίον οὐκ᾽ ἀγνοουμένου ἀλλὰ καὶ πολλῶν εὐποροῦντος τῶν ἀπογραφομένων, οὐκ ἐνὸν εἰ ἐδόθη χρυσίον διαλαθεῖν.
3
pr.Ὅτι ὅτε ἐνάγει τὶς καὶ ἐπέρχεται ἴσως αὐτῷ ὅρκος, τότε καὶ διαβολαῖον ὀφείλουσι σκοπεῖσθαι, ἵνα μὴ δεχθῇ εἰς τὸ ὀμνύειν· οἷον ὅτι μοναχός ἐστιν ἢ αἱρετικὸς ἢ κλέπτης καὶ τὰ λοιπά. ὅτε δέ τις ἐνάγεται παρά τινος καὶ ἐπιφέρεται αὐτῷ ὅρκος ἐξ ἀπορίας τῶν ἀποδείξεων τοῦ ἐνάγοντος, τότε οὐκ ἔχει ἰσχὺν ὁ ἐνάγων παραγράφεσθαι, ἵνα μὴ ὀμώσῃ ὁ ἀντίδικος, λέγων εἶναι μοιχὸν ἢ πόρνον ἢ αἱρετικόν. ἐπεὶ καὶ ὁ ἑβραῖος ἐνάγων κατὰ χριστιανοῦ οὐκ ὀμνύει καὶ ζημιοῖ τοῦτον, ἀλλ᾽ ὁ χριστιανὸς ὀμνύει ὡς μηδὲν λαβὼν, καὶ χριστιανῶν ἐναγόντων κατὰ ἑβραίου οὐκ ὄμνυσιν ὁ χριστιανὸς, ἀλλ᾽ ὁ ἑβραῖος ὅτι οὐδὲν χρεωστεῖ.
4
pr.Βι. κέ τί. ή κεφ. ιγ '· Εἴτε ἐξ ἐπαγωγῆς τοῦ δανει στοῦ ὀμόσει μὴ χρεωστεῖν ὁ χρεώστης, εἴτε κατὰ ψῆφον γοῦν ἄδικον ἐλευθερωθῇ, λύεται τὸ ἐνέχυρον.
5
pr.Ὅτι ἔνθα μάχεται προλήψει, ὁ ἐναγόμενος καὶ ἀρνούμενος οὐ προτιμᾶται εἰς τὸν ὅρκον, ἀλλ᾽ ὁ ἐνάγων. καὶ τοῦτο ὁ μάγιστρος ἔκρινε. πολλῶν γὰρ κινούντων κατὰ τοῦ μαγίστρου τοῦ σκληροῦ ὡς ἀφελομένου ἐκ τούτων χρυσίον καὶ ἄλλας εἰσαγαγόντος αὐτοῖς κακώσεις καὶ φυλακὰς, ὁ μάγιστρος ἔνθα μὲν συνίστησί τις τὴν ἄλλην κάκωσιν καὶ τὰ δεσμὰ, τότε τὸν ἐνάγοντα ἐδέχετο ὀμνύειν, τί ἀπώλεσεν. ἔλεγε γὰρ, ὅτι προλήψει μάχεται ὁ μάγιστρος '. ἐπεὶ γὰρ ἔτυψε τὸν ἄνθρωπον ἢ ἐδέσμευσεν ἢ ἄλλως ἐκάκωσε, εἰκός ἐστι καὶ τὸ ἐπιφερόμενον παρὰ τοῦ ἀνθρώπου αὐτοῦ ἀφελέσθαι ἢ αὐτὸν ἢ ἀνθρώπους αὐτοῦ, καὶ διὰ τοῦτο πιστός ἐστιν ὁ ἐνάγων. ἔνθα δὲ μὴ προηγεῖται ἑτέρα τὶς κάκωσις τῆς ἀφαιρέσεως ἢ βία, τὸν ἐνάγοντα κατὰ δημοσίων ποιήσας ἀπόδοσιν οὐ δύναται ἀναργυρίαν ἀντιτιθέναι οὐδὲ ὅρκον ἐπάγειν. Ὅτι ἐὰν περικοπῇ ὁ χρόνος τῆς διετίας ἐπὶ τοῦ δανείου, καὶ λέγει ὁ γράψας δανείσασθαι ὅτι οὐδὲν ἔλαβεν, ὀφείλει ὁ λέγων δανεῖσαι ἀποδεικνύειν ὅτι ἐδάνεισε. χρόνον δὲ οὐκ ἔχει ὀλίγον, ἀλλὰ μέχρι τριακονταετίας ὅτε βούλεται ἀποδείκνυσιν. ὁ δὲ ἀποδείξεων ἀπορῶν ἐξουσίαν ἔχει ὅρκον ἐπάγειν τῷ ὀφειλέτῃ. δύναται δὲ καὶ οὗτος ἀντεπάγειν τὸν ὅρκον.