Peira 1.68
Περὶ ὅρκου καὶ συκοφαντίας.
Abrir no leitor do IusCommune →1
pr.Εἰ ἐνάγω κατά τινος ὡς λαβόντος παρ᾿ ἐμοῦ νομίσματα, ὁ δὲ ἀπαρνεῖται, αἰτήσομαι δὲ ἐγὼ ὀμνύειν περὶ τούτου, ἀπαιτοῦμαι πρῶτον αὐτὸς ὀμνύειν τὸν περὶ συκοφαντίας, κακεῖνος τὸν ἐντελῆ. εἰ δὲ παρέξω μάρτυρας ἐπὶ τούτῳ, εἰ μὲν ὀμώσουσιν οἱ μάρτυρες, ἀπαιτεῖται ἐκεῖνος τὸ χρυσίον· εἰ δὲ μὴ, ἐπιλογὴν ἔχει ὁ κατηγορούμενος ἢ τοὺς μάρτυρας αἰτεῖν ὀμνύειν ἢ τὸν κατήγορον. τότε δὲ ὁ κατήγορος ἀντεπάγει μὴ δυναμένου [τοῦ] κατηγορουμένου αἰτεῖν τὸν περὶ συκοφαντίας.
2
pr.Ὅτι τινὸς κρατήσαντος δουλείαν καὶ λειπασθέντος, οἱ ἐγγυηταὶ αὐτοῦ εὐθυνόμενοι ἄλλην ἔλεγον τὴν τοῦ πρωτοτύπου περιουσίαν καὶ οἰκεῖον ταύτην θέσθαι κέρδος, ὁ δὲ ἁπλῶς ἀπολογούμενος ἀπογραφὴν ἐνεφάνιζε τῶν πραγμάτων καὶ κατ᾿ ἐκείνην ᾔτει εὐθύνεσθαι. οἱ δὲ ἐγγυηταὶ ᾐτοῦντο τὸν τῆς ἀποκρυβῆς ὅρκον ἐκτελέσαι, ὁ δὲ τὸν τῆς συκοφαντίας ἀντῄτει. καὶ ὡρίσθη ἀμφότερα γενέσθαι, καὶ ἐδικαιώθη ὁ ἀπογραψάμενος μὴ εἰς πλέον τῆς ἀπογραφείσης ὑπάρξεως εὐθύνεσθαι, μηδ᾽ ὁρκίζεσθαι αὖθις παρά τινος, κἂν ἐπέλθῃ τὶς εὐθύνη. φησὶ γὰρ ὁνόμος· „ἡ δίκη ὅρκῳ κατὰ συναίνεσιν ἑκατέρου μέρους ἢ τοῦ ἀντιδίκου ἐπιφέροντος ἐπενεχθέντι ἢ συγχωρηθέντι τμηθεῖσα οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναψηλαφᾶσθαι δύναται.
3
pr.Ὅτι ἐὰν εἰσέλθῃ τὶς εἰς οἰκίαν τινὸς καὶ λάβῃ πρᾶγμα αὐτοῦ ἢ ζῶα, καὶ οὐκ ἐστι δῆλον τί ἀφηρέθη, γνωσθῇ δὲ ὅτι εἰσῆλθε, προτιμᾶται ὁ ἐνάγων, καὶ ὀμνύει τί ἀπώλεσε καὶ πόσου ἦσαν ἄξια. καὶ οὗτος ὁ ὅρκος λέγεται ἔνδικος, τουτέστιν ὁ δικαίως ἐπιφερόμενος καὶ μετὰ δικαιοσύνης. ἐπεὶ γὰρ ἀνάρχως ἀφῃρέθην πράγματα, ἐνδίκως προτιμῶμαι ἐγὼ ὀμνύειν, τί ἀπώλεσα, καὶ τούτῳ πλεονεκτῶ τοῦ ἀντιδίκου.
4
pr.Ὅτι ὅτε ἐκχωρηθῇ κατὰ μαρτύρων ὅρκος, οἵτινες τούτων ἐν τῷ μέσῳ θάνοιεν, ἀντὶ ὀμωμοκότων λογίζονται.
5
pr.Ὅτι ὁ ἐνάγων κατά τινος ὡς χρεωστοῦντος τῷ τελευτήσαντι πατρὶ αὐτοῦ οὐκ ὄμνυσι τὸν τῆς εἰδήσεως ὅρκον, ἀλλὰ τὸν τέλειον. οὐ γὰρ χρὴ ὀμνύειν τινά· μὰ τὴν θείαν χάριν ταύτην οὐκ ἔχω εἴδησιν ὅτι χρεωστεῖς τῷ πατρί μου, ἀλλὰ γινώσκω ἀκριβῶς ὅτι χρεωστεῖς τῷ πατρί μου τόσα νομίσματα. ὁ ἐναγόμενος δὲ ὑπὲρ τοῦ τελευτήσαντος ὡς χρεωστοῦντος ἐκεῖνος ὄμνυσιν, ὅτι οὐκ ἔχει εἴδησιν ὅτι ἐχρεώστει ὁ τελευτήσας. καὶ γὰρ ὁ ἐνάγων, εἰ μὴ γινώσκει τὸ ἀληθὲς, πῶς ἐνάγει περὶ τούτου;
6
pr.Ὅτι ἐὰν ἡ ἐκ συναινέσεως λύουσα τὸν γάμον ἐν τῇ διαλύσει ὀμόσῃ, ὅτι οὐδὲν ἀφείλατο, ἢ ὁ ἀνὴρ αὐτῆς ὀμόσῃ ὁμοίως, οὐ δύναται ὕστερον περὶ ὑφαιρέσεως κινεῖν. μετὰ γὰρ τὸν σωματικὸν ὅρκον πᾶσα ἀντιλογία σχολάζει, καὶ οὐ δύναται λέγειν τὶς, ὅτι παράνομον ἦν τὸ σύμφωνον τῆς διαλύσεως καὶ διὰ τοῦτο οὐδὲ ὁ ὅρκος ἰσχύει. περὶ μὲν γὰρ τῆς λύσεως τοῦ γάμου ἀτονεῖ, περὶ δὲ τὰ ἄλλα ἰσχύει.
7
pr.Ὅτι ὅτε᾽ ἀποδείξεις ἔχων ὁ νέος οὐ χρήσεται ταύταις, ἀλλ᾽ ἕλκεται ὅρκον, ἔχει ἀποκατάστασιν· ὅτε δὲ ἀπορῶν ἀποδείξεων κατὰ τὸν καιρὸν τοῦ ἀγῶνος ἐκδικητὴν καὶ σύνδικον ἔχων τὸν ὅρκον ἐπήγαγε, τῷ κοινῷ νομίμῳ χρησάμενος καὶ ᾧτινι οἱ τέλειοι, οὐκ ἀποκαθίσταται. καὶ φησὶ βι. ί τί. δ΄ κεφ. μή΄ 4· „παλαιός ἐστιν ὁ κανὼν τῆς διατάξεως λέγων μὴ δοκεῖν τὸν ἐλάττονα ἐν ἐκείνοις περιγράφεσθαι, ἐν οἷς τῷ κοινῷ νομίμῳ χρῆται. καὶ βι. κβ ' τί. έ κεφ. λβ'· „ὁ ἐπίτροπος ἐν ἀπορίᾳ πάσης ἀποδείξεως ὅρκον ἐπιφέρει καὶ τότε ἀποκλείει τὸν ἄνηβον. καὶ γὰρ χρησάμενος τῷ κοινῷ νομίμῳ καὶ διὰ τοῦ ἐκδικητοῦ ὅρκον ἀπαιτήσας εἴργεται καὶ τὸν ὅρκον ἀναψηλαφᾶν, καὶ ὡς᾿ ἀπὸ καινοῦ δικαιώματος τοῦ ἀντιδίκου ὕστερον ἀναφανέντος πρὸς δευτέρους ἀγῶνας παρὰ τὸν νόμον παλινδρομεῖν. ὅτι φησὶ [βι.] κβ ' τί. έ κεφ. κέ· „ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ὅρκον ἐπιφέρειν καὶ οὕτω ἐπιψηφίζεσθαι. ἐὰν οὖν [ὁ] καταδικασθεὶς εὑρηκέναι λέγῃ μετὰ ταῦτα δικαιώματα καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ. εἰ δὲ ὁ ἀντίδικος ἐπάγει τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις. καὶ πάλιν· „αἰτία᾿ ὅρκῳ τμηθεῖσα, ἐκ συναινέσεως ἐπαχθέντος ἢ τοῦ ἐνάγοντος ἐπαγαγόντος ἢ συγχωρήσαντος ἢ ἐπενεχθέντος αὐτῷ, οὐ δύναται ἀναψηλαφᾶσθαι ὡς ἐπιορκίας γενομένης, εἰ μὴ τοῦτο ἰδικῶς ἐπιτρέπει. παραγραφὴ τοῦ „ἰδικῶς “· „ἐπὶ τοῦ ὀμόσαντος περὶ τοῦ καταλελειμμένου λεγάτου ὡς καταλελειμμένου· ἀναδίδωσι γὰρ ὁ ὀμόσας ὅπερ ἔλαβε, μηδὲ ἐκ τῆς ἐπιορκίας κερδαίνει. καί *· „ὅτε περὶ μέρους ὀμόσῃ τὶς, οὐκ ἐνάγεται, περὶ οὗ ὤμοσεν, οὔτε οἱ διάδοχοι αὐτοῦ· ἀναιρεῖται γὰρ ἡ ἀγωγή.