IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.67

Περὶ ῥηγνυμένης διαθήκης καὶ ἀμνημονεύτων νέων.

Abrir no leitor do IusCommune →

1

pr.Ἔχων τὶς υἱὸν ἔγραψε διαθήκην ὀνομάσας τὸν υἱὸν κληρονόμον. τοῦ υἱοῦ τελευτήσαντος τὴν διαθήκην ἐκεῖνος οὐκ ἤμειψεν, ἀλλ᾽ ἐγκυμονούσης τῆς γυναικὸς αὐτοῦ ἐτελεύτησε καὶ αὐτὸς ἐπὶ τῇ πρώτη διαθήκῃ. ἦν οὖν ἀμφιβολία περὶ τῆς διαθήκης, εἰ νόμιμόν ἐστι ῥηχθῆναι αὐτὴν ὡς ἀμνημονεύτου καταλειφθέντος τοῦ υἱοῦ. ἔδοξε ῥηχθῆναι τὴν διαθήκην κατὰ τὰς ἐνστάσεις. τὰ μέντοι λεγάτα καὶ τὰ φιδεϊκόμισσα καὶ αἱ ἐλευθερίαι εἰσὶν ἐῤῥωμέναι. προσγεγραμμένον οὖν ἐστὶν ἔξωθεν σχόλιον εἰς τό· „ῥήγνυται κατὰ τὰς ἐνστάσεις καὶ ἐστὶ τοῦτο σχόλιον ἀπὸ τῶν δὲ ἰουδικίις. ῥητῶς δὲ ὁ νόμος περὶ τῶν ψυχῶν οὐ φησιν ὅτι σώζονται ἢ ὅτι ἀκυροῦνται, ἀλλ᾽ ἢ ὅτι καὶ ἄλλα τὰ τοῖς νόμοις ἐγνωσμένα περὶ τῶν ψυχῶν εἴρηται. ἐπὶ γὰρ τὸ παλαιὸν ἔθος ἦν τοῖς τελευτῶσι καταλιμπάνειν χρήματα, ἵνα τὸ τῆς θεσσαλονίκης τυχὸν ἱπποδρόμιον γένηται ἢ ἵνα κτισθῇ λουτρὸν ἢ τῷ δήμῳ τέρψις τὶς γένηται· τοῦ δὲ χριστιανισμοῦ ἐλθόντος ταῦτα πάντα ἀνήρηνται, καὶ ἡ τῆς ψυχῆς ἐπιμέλεια πλείονα τῶν σωμάτων ἔσχε χώραν. ὅθεν θέλων ὁ ἰουστινιανὸς ἐν τῇ ἀνακαθάρσει τῶν νόμων φυλάξαι τὴν σημασίαν τῶν ῥημάτων, ὅτι πολλάκις οἱ χρόνοι ἔθη τινὰ ἀλλάσσουσι καὶ ἄλλα ἐπικρατέστερα ποιοῦσιν, εἶπε τὰ τοῖς νόμοις διεγνωσμένα, δηλῶν τὰ ψυχικά.

2

pr.Ὅτι ἔχων τὶς ἓξ παῖδας τοὺς μὲν δύο ἀμνημοσύνῃ καθύβρισε, τοὺς δὲ δύο κληρονόμους κατέστησε τῆς ἀκινήτου οὐσίας, τοὺς δὲ ἑτέρους δύο ἀνὰ λιτρῶν ιβ΄ ἐν αὐτοκινήτοις καὶ κινητοῖς λαβεῖν διαταξάμενος ἔθανεν. ἐτελεύτησε δὲ τούτου ἡ σύζυγος κληρονόμους ἐνστησαμένη τῆς ἁπάσης οὐσίας, οὓς ὁ πατὴρ τῆς ἀκινήτου οὐσίας ἔλιπε, τοὺς δὲ ἀμνημονεύτους δύο ἀνὰ δύο λιτρῶν λαμβάνειν ἐνετείλατο, καὶ τοὺς ἑτέρους δύο τοὺς ἀνὰ ιβ ' λιτρῶν λαβεῖν ὁρισθέντας ἐκ τῆς κινητῆς καὶ ἀκινήτου περιουσίας τοῖς ἐπιτρόποις ὥρισε διοικῆσαι ὡς βούλονται, ἐπαγαγοῦσα μὴ ἐξεῖναι τοῖς παισὶ κληροδοσίαν ἐπιζητεῖν κατὰ τῆς τοῦ πατρὸς διατάξεως. εἶτα οἱ φιλοτιμηθέντες ἐκ τοῦ πατρὸς λαβεῖν ἀνὰ λιτρῶν ιβ΄ ἐκίνησαν ἀθετοῦντες τὴν διαθήκην τῆς μητρὸς καὶ τὴν πατρικὴν διάταξιν· ἐπεζήτησαν· ὁμοίως καὶ οἱ παρὰ τοῦ πατρὸς καταλειφθέντες ἀμνημόνευτοι, παρὰ δὲ τῆς μητρὸς ἀνὰ δύο λιτρῶν ὁρισθέντες λαβεῖν. καὶ οἱ μὲν ἐπιζητοῦντες διὰ τὴν τοῦ πατρὸς [διάταξιν] ἀναπλήρωσιν καὶ ἔλαβον [ἐκ] συμβιβάσεως ταῦτα· οἱ δὲ ἀμνημόνευτοι κατὰ μὲν τῆς διαθήκης τοῦ πατρὸς ἐναντίωσιν, κατὰ δὲ [τῆς] τῆς μητρὸς μέμψιν ἔδοξαν κινεῖν. καὶ ἡ μὲν ἐναντίωσις καὶ παντελῆ τῆς διαθήκης ῥῆξιν ἐργάζεται, ὅτε μὴ οἰκεῖος γέγρα πται κληρονόμος ἀλλ᾽ ἐξωτικὸς, ὥστε σχολάζειν καὶ τὰ λεγάτα, ἢ τῶν ἐνστάσεων μόνων, ὅτε τῶν οἰκείων οἱ γεγραμμένοι εἰσίν· ἡ δὲ μέμψις τὸ τρίτον ἀναπληροῖ. καὶ φησί τις νόμος· „ἔχουσά τις παῖδας τὸν ἕνα ἔγραψεν εἰς γ ' οὐγγίας καὶ τοῦ ἄλλου παρημέλησε καὶ ἐξωτικὸν ἔγραψεν εἰς θ΄ οὐγγίας. κατὰ τοῦ ἐξωτικοῦ μόνου κινεῖ ὁ παραμεληθεὶς, καὶ λαμβάνει τὰς ἓξ οὐγγίας, καὶ εὑρίσκεται ἡ τελευτήσασα ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου κληρονομουμένη. συντρέχει γὰρ αὐτῷ ἐξ ἀδιαθέτου ἐγγεγραμμένος κληρονόμος ἀδελφὸς αὐτοῦ καὶ λαμβάνει τὰς ἑτέρας γ ' οὐγγίας. ὁρᾶς πῶς ἐξ ἀδιαθέτου εἶπε κληρονομεῖσθαι τὴν κληρονομίαν τὸ τὸν ἐξωτικὸν ἀποστῆναι, καὶ εἰ μὴ ὁ ἕτερος συγκληρονόμος τῶν οἰκείων ἦν, οὐκ ἂν τὸ ἐκ μέρους ἐῤῥῶσθαι τὴν διαθήκην προσῆν. καὶ πάλιν· „ἐὰν ὁ υἱὸς ἀμνημόνευτος εὑρεθῇ, οὐκ ἔῤῥωται ἡ διαθήκη, κἂν πρὸ τοῦ πατρὸς ἀποθάνῃ, οὔτε ῥήγνυται ἡ προγεγραμμένη. καί· „ἐὰν ὑπὸ αἵρεσιν γράψω κληρονόμον, ἀμνημόνευτον ἐάσας τὸν κυοφορούμενον, καὶ τεχθῇ ἠρτημένης αὐτῆς, ῥήγνυσι τὴν διαθήκην καὶ οὔτε τοῖς ὑποκαταστάτοις χώρα. καί *· „ἔγγονος ἐπανιὼν καὶ γενόμενος αὐτεξούσιος ῥήσσει τὴν διαθήκην. δεῖ οὖν καὶ αὐτὴν προασφαλίζεσθαι διὰ τοῦ γεγράφθαι κληρονόμον ἢ ἀπόκληρού. οὕτω καὶ ἡ ἰουστινιάνειος θεσπίζει διάταξις· μὴ ἐξέστω παντελῶς πατρὶ ἢ μητρὶ ἢ πάππῳ ἢ μάμμῃ ἢ προμάμμῃ τὸν ἴδιον υἱὸν ἢ θυγατέρα ἢ τοὺς λοιποὺς παῖδας ἀμνημονεύτους καταλιμπάνειν ἢ ἀποκληρονόμους ἐν τῇ ἰδίᾳ διαθήκῃ, κἂν εἰ διὰ οἱασδήποτε δωρεᾶς ἢ λεγάτου ἢ φιδεϊκομίσσου ἢ ἄλλου οἱουδήποτε τρόπου τὴν ἐκ τῶν νόμων ὀφειλομένην αὐτοῖς μοῖραν παράσχοιεν, εἰ μὴ τυχὸν ἀχάριστοι ἀποδειχθεῖεν, καὶ ταύτην ἐγγράψειεν οἱ γονεῖς καὶ ἀποδείξειεν ἀληθῆ, καὶ ἑξῆς. „εἰ δὲ ταῦτα φησὶ μὴ παραφυλαχθεῖεν, μηδὲν γίνεσθαι πρόκριμα τοῖς ἀπὸ κληρονόμων γραφεῖσι παισὶν, ἀλλ᾽ ὅσον εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἀνήκει τῆς διαθήκης ἀκυρουμένης, εἰς τὴν τῶν γονέων κληρονομίαν τοὺς παῖδας ἐξ ἀδιαθέτου ἐξ ἴσης μοίρας ἔρχεσθαι, ὥστε μήτε πεπλασμέναις αὐτοὺς κατηγορίαις κατακρίνεσθαι ή τινα περιγραφὴν ἐν ταῖς τῶν γονέων περιουσίαις ὑπομένειν. εἰ μέντοι συμβαίνει ἔν τισι τοιαύταις διαθήκαις λεγάτα τινὰ ἢ φιδεϊκόμισσα ἢ ἐλευθερίας ἢ ἐπιτρόπων δόσεις καταλειφθῆναι, ταῦτα πάντα κελεύομεν πληροῦσθαι καὶ δίδοσθαι ἐκείνοις οἷς κατελείφθη, ὡς εἰ καὶ κατὰ τοῦτο τὸ μέρος μὴ ἀνατραπεῖσα ἡ διαθήκη· ἐκράτει. καὶ ἡ ταύτῃ ἑπομένη διάταξις· οὕτω διασαφεῖ, ἢ τὴν μέμψιν κινεῖσθαι ἀναιρεῖ καὶ τὸ τρίτον ἀναπληροῖ· „εἰ δέ τινες καὶ κληρονόμοι ὀνομασθεῖεν καὶ τοῖς ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτοις τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι προστάττομεν, ὅπερ δὲ ὑπέλαττον τῆς ἐκ τῶν νόμων μοίρας αὐτοῖς καταλειφθῇ, τοῦτο κατὰ τοὺς ἄλλους νόμους παρὰ τῶν κληρονόμων ἀναπληροῦσθαι. μία γὰρ ἡμῖν φροντὶς τοῦ τὴν ὕβριν τῆς ἀγνωμοσύνης καὶ τῆς ἀποκηρύξεως ἀνελεῖν. καὶ αὖθις· „ἡνίκα εἷς παῖς δύναται κινεῖν μέμψιν κατὰ πατρώας διαθήκης, θεωρείσθω τὸ ποσὸν τῆς οὐσίας τοῦ πατρὸς ἣν ἐκεῖνος ἐν τῷ τελευτᾶν κατέλιπε. φανερὸν οὖν κατέστη, ὡς ἡ μὲν τοῦ πατρὸς διαθήκη ὅσον κατὰ τὰς ἐνστάσεις ἠκυρώθη διὰ τὴν ἀμνημοσύνην τῶν δύο παίδων, καὶ ἐξίσης καὶ ουτοι τοῖς λοιποῖς γεγραμμένοις παισὶ τὴν οὐσίαν ἐπεμετρήσαντο. ἀπὸ δὲ τῆς μητρώας οὐσίας τὸν φαλκίδιον λήψονται ὡς μὴ τὸ νόμιμον κομισάμενοι.

3

pr.Ὅτι ἔγραψέ τις οὕτως· ὡς ποιήσουσιν οἱ ἐπίτροποί μου τὴν πρόνοιαν τῶν ὀρφανῶν καὶ ἀνηλίκων μου παίδων, ἵνα ἔχωσι τὸν μισθόν. ἦν δὲ καταλιπὼν υἱοὺς ἀφήλικας ἀμνημονεύτους, καὶ ἔλεγον οἱ ἐναντίοι τούτοις, ὅτι οὐκ εἰσιν ἀμνημόνευτοι· ἰδοὺ γὰρ ἐμνημόνευσε τούτων ἐν τῷ εἰπεῖν ὡς ποιήσουσιν οἱ ἐπίτροποι μετὰ τῶν ἀνηλίκων παίδων. ἀλλ᾽ ὁδικαστὴς εἶπεν· εἰ μὲν μόνοι ἀφήλικες οἱ μνημονευθέντες ἐτύγχανον, οὐχὶ καὶ οἱ λοιποὶ παῖδες, οὐχ οὕτως εἶχε λόγον πρὸς ἐνστάσεως ἀπόδειξιν τὸ τοιοῦτον ῥητὸν, ὅτιπερ καὶ τὸ „ὡς ποιήσουσιν οἱ ἐπίτροποί μου πρὸς οἶκτον ἀφορᾷ, καὶ ἔλεγον τὸν παρὰ τῶν ἐπιτρόπων τοῖς ἀφήλιξι παισὶν ἐξαιτούμενον οὐχὶ πρὸς κληρονομίας ἔνστασιν καὶ μνημοσύνης ἀπόδειξιν. ἐὰν γὰρ πολλῶν ὄντων ἀφηλίκων εἴπῃ ὁ πατήρ· ὁ ἀφῆλίξ μου προνοηθήτω παρὰ τῶν ἐπιτρόπων, οὐ δοκεῖ τοῦτο ἔνστασις [εἶναι] '. καὶ νόμος· „ὀνομαστὶ ἀπόκληρον ποιῆσαι ἐστὶ τὸ εἰπεῖν τὸ ὄνομα ἢ τὸν χρηματισμὸν ἢ τὸ ἐπώνυμον. τὸ δὲ εἰπεῖν· ὁ υἱός μου ἀπόκληρος ἔστω, εἰ μὲν μόνος ἐστὶν, ἔῤῥωται· εἰ δὲ πολλοὶ, οὐδεὶς ἀπόκληρος γίνεται. εἰ γὰρ καὶ ἀορίστως τὶς ἐνίστησι καὶ ἀποκληροῖ, καὶ ἀπὸ ἐπιτηδευμάτων καὶ τέχνης καὶ ἡλικίας καὶ χρωμάτων, ἀλλ᾽ ὀφείλει πᾶσα φράσις σαφῶς δηλοῦν τὸ ὑποκείμενον πρόσωπον. „ἔῤῥωται γάρ φησιν „ἡ ἔνστασις εἰ καὶ τὸ ὄνομα τοῦ κληρονόμου [μή] λεχθῆ, ἀλλ᾽ ὁμολογούμενον γνώρισμα μὴ ὂν ἐφύβριστον.