IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.66

Περὶ φόνου, καὶ τίς ὀφείλει ἐγγράφεσθαι κινῶν τὸν φόνον, καὶ οτι ἡ γυνὴ μὴ ἐγγραφομένη κινεῖ, καὶ ὅτι ἡ διάταξις τοῦ ἀνδρός ἐστι, καὶ περὶ συκοφαντίας.

Abrir no leitor do IusCommune →

1

pr.᾿Αμφίβολον ἐνέπεσε γυναικὸς κινούσης περὶ φόνου τοῦ ἰδίου ἀνδρὸς, καὶ ὁ ἐπὶ τοῦ κανικλείου καὶ ὁ πρωτοσπαθάριος μαλακηνὸς μὴ δύνασθαι ταύτην ὅλως κινεῖν περὶ φόνου τοῦ ἰδίου ἀνδρὸς ἔλεγον, ὁ δὲ κοιαίστωρ καὶ δ᾽ πρωτοσπαθάριος σέργιος κινεῖν μὲν αὐτὴν ἔλεγον, μετ᾿ ἐγγραφῆς δὲ, ὁ βέστης δὲ καὶ μὴ ἐγγράφεσθαι ταύτην ἀλλὰ καὶ χωρὶς ἐγγραφῆς κινεῖν ἀποφαίνεται. τοιαύτης οὔσης ἀμφιβολίας ἐπετράπησαν μὲν ἀμφότεροι σημειώσασθαι, καὶ ὁ μὲν μαλακηνὸς οὐδόλως κεκίνηκε τὴν χεῖρα, ὁ δὲ κοιαίστωρ εἰ καὶ κεκίνηκεν, ἀλλ᾽ ἀδρανῶς καὶ ὡς ἀπὸ νάρκης καὶ τοῖς ἑτέρου κέλεσι φέρουσαν ὄνειδος. ὁ δὲ βέστης ἐποιήσατο μελέτην, οἷαν, ὦ θεὲ μεγάλε, οὐδέποτέ τις ὡς οἶμαι συνεγράψατο· ὑπέγραψάν τε ἐν ταύτῃ πάντες οἱ κριταὶ, εὐχαριστήσαντες ὅτι εἰς φῶς προήχθη, ἃ καὶ τοῖς παλαιοῖς καὶ τοῖς νῦν ἐλάνθανον καλῶς τοῖς νόμοις περιειλημμένα. ἡρμήνευσε δὲ καὶ τέθεικε νόμιμα, ἃ κἀνταῦθα ὡς ἐν ἐπιτομῇ παρεξεβλήθη.

2

pr.Ἡρμήνευσε γὰρ νόμὸν κείμενον βι. ξ΄ τί. λδ λέγοντα· Γυνὴ κεφαλικὸν ἔγκλημα οὐ κινεῖ, πλὴν ἐπὶ ἀναιρέσει γονέων καὶ παίδων ἢ πατρώνων ἢ τέκνων αὐτῶν ἢ ἐγγόνων καὶ τῶν λοιπῶν, καθ᾽ ὧν ἄκουσα μαρτυρεῖν οὐκ ἀναγκάζεται. τοῦτον γὰρ τὸν νόμον προβαλλόμενοι ὅ τε κοιαίστωρ καὶ ὁ ἐπὶ τοῦ κανικλείου, ὁ μὲν ἔλεγεν, ὅτι ἰδοὺ ὁ νόμος οὐ θεσπίζει τὴν γυναῖκα τὸν τοῦ ἀνδρὸς ἐκδικεῖν φόνον, ὥστε δεῖ αὐτὴν ἐγγράψασθαι πρότερον καὶ οὕτω κινῆσαι καὶ συκοφαντίας ἁλῶναι ἀτονοῦσαν· ἀλλοτρία γὰρ ἡ γυνὴ τοῦ ἀνδρός. ὁ δὲ ἐπὶ κανικλείου οὐδόλως αὐτὴν παραδεχόμενος καλῶς ποιεῖν ἔλεγε διὰ τὸ τὸν νόμον περὶ τῆς γυναικὸς διαλαμβάνειν. ὁ μέντοι βέστης ἀμφότερα συλλογισάμενος ἔλεγεν, ὅτι τὸ παραλελειμμένον περιεργάσασθε· τὸ δὲ περιφανῶς εἰρημένον παρήλθετε. ἀποφαίνεται γὰρ οὗτος ὁ νόμος γυναῖκα ἐγκληματικὸν δικαστηρίον μὴ κινεῖν, πλὴν εἰ μὴ ἐπὶ ῥητῶν προσώπων· καὶ πόθεν τοῦ ἀνδρὸς μὴ συγκατειλημμένου τοῖς ῥητοῖς προσώποις ἐγγράψασθαι τὴν γυναῖκα καὶ οὕτω τὴν δίκην γυμνάσαι ἀπεφήνασθε; χρῆναι γὰρ ὑμᾶς δυοῖν θάτερον εἰπεῖν· ἢ μὴ ἐγγράψασθαι τὴν κινοῦσαν, ὅτιπερ ἐστὶν ἀμεμφὲς, ἢ τὴν δίκην ταύτην τέλεον ἀποπεφράχθαι, ὅπερ ἀκόλουθον μὲν ὥσπερ ἐπ᾿ ἀντιστροφῆς, ἐκφέρει δὲ τὴν ἔνστασιν εἰς τὸ ἀτοπώτατον. ἀλλ᾽ ἐκ τούτων δυσὶν ἀνεχέθητε παρανομήμασιν· ἑνὶ μὲν τῷ μὴ συγχωρεῖν ὑπὲρ ἀνδρὸς λέγειν τὴν γυναῖκα ἀναγκαζομένην ὑπὸ τοῦ νόμου πενθεῖν, ἑτέρῳ δὲ ὅτι καὶ γυναῖκα εἰσάγετε ἐναντίως τοῖς νόμοις ἀλλότρια κινεῖν ἐγκλήματα· εἰ καὶ ἕτερος ὑμῶν γνοὺς τὴν, περιτροπὴν μηδὲ γραφομένην ἔφη δέχεσθαι τὴν γυναῖκα. ἡμεῖς δὲ οὐκ ἄλλως τὸν ἀνεγνωσμένον νόμον παρέλθομεν, πρὶν ἢ φανερὸν καταστήσομεν, ὅτι ὁ αὐτὸς ἐθέλει τὸν τοῦ ἀνδρὸς φόνον ἐκδικεῖν τὴν γυναῖκα. παρεώραται, φατὲ, ἐν τῷ ῥητῷ γυνὴ καὶ ἀνὴρ, καὶ πῶς κινήσει τὶς τούτων ὑπὲρ θατέρου; ἀλλ᾽ εἰ διὰ τὸ παραλελειμμένον ἐλαύνετε τὴν γυναῖκα τῆς δίκης, ἐξελάσετε καὶ τὴν μάμμην τῆς τῶν ἐγγόνων ἐκδικήσεως; οὐδὲ τούτων γὰρ ὁ νόμος ἐμνήσθη, ὥσπερ τοὺς τῶν πατρώνων ἐγγόνους εἴρηκεν. ἀλλὰ τὰ παραλελειμμένα τοῦ νόμου ἢ ἐκ τῆς διανοίας τοῦ νομοθέτου ἢ ἐξ ἄλλων νόμων δεῖ ἀναπληροῦν. ὁ μὲν οὖν νόμος δίδωσι γυναικὶ ἔγκλημα γυμνάζειν καὶ ὑπὲρ τῶν λοιπῶν, καθ᾽ ὧν ἄκουσὰ μαρτυρεῖν οὐκ ἀναγκάζεται. οἱ δὲ ἀντιλέγοντες, καὶ τί τοῦτο; φασίν· ἡ γυνὴ καὶ ἄκουσα νέμει μαρτύριον κατὰ τοῦ ἀνδρὸς ἐν τῷ περὶ καθοσιώσεως δικαστηρίῳ. ἀλλ᾽ οὐ τοῦτο φησὶν ὁ νόμος· ἐπεὶ εἰ τοῦτο δώσομεν, καὶ ὁ υἱὸς καὶ ὁ δοῦλος εἴργεται τὴν τοῦ πατρὸς καὶ δεσπότου ἐκδικεῖν σφαγὴν, καὶ οὗτοι γὰρ ἀναγκάζονται μαρτυρεῖν περὶ καθοσιώσεως κατὰ τοῦ πατρὸς καὶ τοῦ δεσπότου. ἵνα γὰρ μὴ ἐξῇ τῇ γυναικὶ καὶ τοῖς λοιποῖς τοῦ ἀνδρὸς ὑπεξουσίοις λέγειν, ὅτι δεδιότες τὴν ἐξουσίαν τοῦ τῆς φαμηλίας πατρὸς ἐσιώπων, ἐδίδαξεν αὐτοὺς ὁ νόμους ὅτι πρὸς τὸ τοῦ βασιλέως κράτος οὐδέν ἐστιν ὁ τῆς φαμηλίας πατὴρ, ἀλλὰ καὶ οἱ ὑπεξούσιοι τούτου συνυπεξούσιοι εἰσὶ τούτῳ· δοῦλος δὲ τὴν τοῦ συνδούλου κατὰ τοῦ δεσπότου ἐπιβουλὴν καὶ ὑπεξούσιος τὴν τοῦ [συν] υπεξουσίου ἐπαινετῶς καταμηνύει· ὁ γὰρ συνειδὼς ἐν τῷ κατασιωπῆσαι τὴν πρᾶξιν συγκατακρίνεται. οὐκοῦν διὰ τὸ γυ-ναικὶ καὶ υἱοῖς καὶ δούλοις ἐπιτετράφθαι ἀνδρὸς καὶ δεσπότου καὶ πατρὸς κατηγορεῖν ὑπὲρ αὐτοκράτορος, κωλύειν χρὴ τούτους ὑπὲρ ἀνδρὸς καὶ πατρὸς καὶ δεσπότου ἀγωνίζεσθαι, ἀλλ᾽ ἐκεῖνο σκοπεῖν, ὡς εἰ δούλῳ τῆς ἀναιρέσεως ἕνεκε τοῦ δεσπό του κινεῖν ἐφεῖται, πολλῷ μᾶλλον τῇ γυναικί· οὐ γὰρ ἄκουσα τούτου καταμαρτυρεῖ, τὸ δ᾽ ἀληθὲς οὐδ᾽ ἑκοῦσα εὐσχημόνως τοῦτο τελεῖ. εἰ γάρ τις τρυφῶν καὶ ἐκδεδιῃτημένος καὶ νεάζων καὶ τὴν ὄψιν οὐκ ἀγενὴς παρέλθῃ κινῶν δίκην κατά τινος, εἶτα τὴν ἐκείνου καλέσει γυναῖκα πρὸς μαρτυρίαν, ἡ δ᾽ ἀναίδην εἰς τὸ μέσον φοιτήσασα ὑπὲρ τοῦ ξένου κατηγορεῖ τοῦ ἀνδρὸς, τίς αὐτὴν ἐξελεῖται μεγάλης μέμψεως, καὶ λογίσαιτο ἂν τὰ πρὸς τὸν ξένον αὐτῇ ἀναμάρτητα, ἢ πῶς τοῦ λοιποῦ συμβιώσεται αὐτῇ τὸ ἔνδον ὁ ἀνήρ; καὶ οὐ καινὴ τοῦτο πρόφασις διαζυγίου ἀναφυήσεται παρὰ τὰς διηγορευμένας τῷ νόμῳ; ὑπὲρ πατρώνων φησὶν ὁ νόμος καὶ παίδων καὶ ἐγγόνων αὐτῶν δεῖν ἔγκλημα κινεῖν τὴν γυναῖκα, καὶ ἡ ἀπελευθέρα τὸν φόνον ἐκδικεῖ τοῦ πάτρωνος, ὅτι μηδὲ καταμαρτυρεῖ τούτου, εἴτε ὑπόκειται ἀχαριστίας κολάσει εἴτε καὶ μὴ, ἀλλὰ μόνην τιμὴν χρεωστεῖ· καὶ αἱ ποινάλιαι γὰρ οἷς ἐφεῖται κινεῖν ἐπιβάλλονται οὐχ οἷς ἔξεστι, καὶ οἱ μὴ ἐπιβεβλημμένοι δέει τιμᾶν ὀφείλουσι τοὺς πάτρωνας. εἰ οὖν ὁ πάτρων γήμῃ τὴν ἀπελευθέραν, εἰς τιμιωτέραν τάξιν ἀναβιβάσει ταύτην ἢ ἀτιμωτέραν πάντως; εἰ οὖν ὁ γήμας τὴν ἀπελευθέραν σφαγῇ, ἀποστερήσει τὶς τὴν γαμετὴν αὐτοῦ τιμιωτέραν γεγενημένην κινεῖν περὶ τοῦ φόνου τοῦ ἀνδρὸς καὶ πάτρωνος; καὶ εἰ μὲν ἥττονος ἦν τύχης τουτέστιν ἀπελευθέρας ἠδύνατο κινεῖν, ὅτε δὲ εἰς τιμιωτέραν προέβη τάξὶν καὶ γαμετὴ ἀντὶ ἀπελευθέρας ἐκλήθη, τότε κωλυθήσεται κινεῖν τὸν φόνον τοῦ ἰδίου ἀνδρός; εἰ οὖν τοῦτο δώσομεν, συμβαίνει δογματίζεσθαι τὸ τιμιώτερον ἀτιμώτερον. οὕτω μὲν οὖν ἐκ τῆς ἐννοίας τοῦ νόμου καὶ τῶν ῥημάτων αὐτοῦ δέδεικται σαφῶς, ὅτι καὶ γυναικὶ ἐπιτέτραπται τὸν τοῦ ἀνδρὸς πολυπραγμονεῖν φόνον, διότι μηδὲ ἄκουσα τούτου καταμαρτυρεῖ.

3

pr.Ὅτι ἀνὴρ καὶ γυνὴ ἴδιοι ἀλλήλων εἰσί. συναπτόμενοι γὰρ ἀνὴρ καὶ γυνὴ ἅμα τῷ γάμῳ τὴν ἀγχιστείαν συνιστῶσιν ἀλλήλοις, καὶ προστίθεται τῷ ἀδελφῷ τοῦ ἀνδρὸς ἡ νύμφη καὶ τῇ ἀδελφῇ τῆς γυναικὸς ὁ γαμβρός. ἔπειτα γεννωμένων παιδίων οἱ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς [ἀδελφοὶ] θεῖοι τῶν τικτομένων λέγονται, κἀντεῦθεν γένος νόμιμον ἀρχὴν λαμβάνει τὸ ἐξ ἀῤῥενογονίας καὶ θηλυγονίας μίαν νεωτέροις χρόνοις ἀπενεγκάμενον δύναμιν εἰς διαδοχήν. ὧν τοίνυν τὰ σπέρματα τῆς νομίμης ἀρχὴ γίνονται συγγενείας, οὐκ ἂν ἔγωγε τούτους μηδὲν εἶναι πρὸς ἀλλήλους εἰπεῖν προαχθείην. ἐρυθριῶ γὰρ τὸν νόμον διδάσκοντά με μὴ ἄλλως τῶν ἐκ πλαγίου συγγενῶν τοὺς βαθμοὺς μετρεῖν, πρὶν ἢ ἐπιστῶ τῷ αἰτίῳ τῆς γεννήσεως, κἀκ τούτου πρὸς ἑαυτὸν τοὺς ἀποδιεστῶτας ἑνώσω κλάδους ὥσπερ διὰ μιᾶς ῥίζης. πῶς δ᾽ ἂν τὸν ἄνδρα μὲν˙ καὶ τὴν γυναῖκα [οἰκειώσω] τοῖς ἐκείνων συγγενέσιν, ἀποδιαστήσω δὲ τούτους ἀλλήλων;

4

pr.Ὅτι οὐκ ἐξ αἱμάτων μόνον ἡ συγγένεια, ἥτις καὶ φυσικὴ λέγεται, ἀλλὰ καὶ ἡ νόμῳ δογματισθεῖσα, ὡς ἐπὶ τῆς θέσεως, συγγένεια κέκληται, καὶ ὁ ἀνὴρ τῆς γυναικὸς συγγενὴς μὲν ἐστὶν, οὐ μέντοι ὡς φυσικὴν ἔχων συγγένειαν τὴν ἐξ αἵματος, ἀλλ᾽ ὡς τὴν νόμῳ συνισταμένην συγγένειαν φέρουσαν.

5

pr.Ὅτι οὐ ξένη τοῦ ἀνδρὸς ἡ γυνὴ, ἥτις διὰ τὴν πρὸς τὸν ἄνδρα συνάφειαν καὶ τῶν ἐκείνου συγγενῶν συγγενὴς κεκανόνισται. καὶ ὅτι παρὰ γνώμην οὐ καθέλκεται εἰς μαρτύριον κατὰ τῶν οἰκείων τοῦ ἀνδρὸς, καὶ πῶς τὸν παρασχόντα ταύτῃ τὴν πρὸς ἐκείνους αἰδῶ καὶ οἰκείωσιν οὐκ οἰκεῖον οὐδὲ αἰδοῖον ἐξηγήσεται; ἢ πῶς τὸν μὲν ἀνδραδέλφου θάνατον καὶ τῶν ἄλλων αὐτῆς ἀγχιστῶν πάρεστιν αὐτῇ ζητεῖν, ἐπεὶ μηδὲ καταμαρτυρεῖ τούτων μὴ βουλομένη, τὸν δὲ τοῦ ἀνδρὸς κατὰ νόμον πενθοῦσα οὐ δύναται ἐκδικεῖν καὶ ἀνακλαίεσθαι;

6

pr.Ὅτι τῆς ἀγχιστείας γενάρχαι τυγχάνουσιν οἱ συναφθέντες πρὸς γάμον. τὸ δὲ γεννῆσαν οἰκειότητα οὐκ ἄν ποτε πρὸς ἑαυτῷ ἀνοικείως σχοίη ἢ ἀνοίκειον ὀνομασθείη. ἐπεὶ δὲ τοῖς νόμοις ἐστὶν, ὅτι μία μὲν ἐστὶν ἡ συγγένεια φυσική, ἑτέρα δὲ ἡ λεγιτίμα τὴν θέσιν εἰσάγουσα, τὴν ἐκ τῶν δύο τούτων, φύσεώς τε καὶ νόμου, συνισταμένην συγγένειαν λεγιτίμαν τίποτ ἂν ὀνομάσειέ τις ἢ οὐδὲν, καὶ τί τοσοῦτὸν αὐτὸν ἠδίκηκεν ὁ τοῦ πατρὸς αὐτοῦ γάμος;

7

pr.Βι. κη΄ τί. έλ· Αγχιστεία ἐστὶν οἰκειότης προσώ πων ἡμῖν συνημμένων συγγενείας ἐκτός. οἷον οὐ δύναμαι λαμ βάνειν τὴν ἐμὴν προγόνην ἢ νύμφην. οὐδὲ τὴν πενθεράν μου οὐδὲ τὴν μητρυάν μου, ἐπειδὴ μητέρων τάξιν ἔχουσι. παρατηρητέον τό· „μητέρων τάξιν ἐπέχουσιν, καὶ μὴ ὥσπερ ἐκ συνἐκδρομῆς διαφύγῃ σὲ ὁ τοῦ νόμου σκοπὸς, ὡς φησι βι. ξ΄ τί. λδ κεφ. λδ΄.

8

pr.Ὅτι „δύναται φησὶν ὁ νόμος ἐν βι. ξ΄ τί. λδ κεφ. κς΄· „καὶ γυνὴ δημόσιον ἔγκλημα κινεῖν, ἐὰν ἰδίαν ἀδικίαν ἐκδικεῖ. τὸ δὲ ἰδίαν ἀδικίαν καὶ ἐπὶ τῶν συγγενῶν καὶ ἰδίων τῆς γυν: ικὸς τέτακται. καὶ ὁ θαλέλαιος ἐν τῇ παραγραφῇ ὅτι γυνὴ νοεῖται ἰδίαν ἀδικίαν ἐκδικεῖν, εἰ καὶ τὸν θάνα τον τοῦ ἰδίου ἀνεψιοῦ βούλεται ἐκδικῆσαι. οὐκοῦν ἐφ᾽ ὧν συγκεχώρηται κινεῖν, ἰδίαν αἰτίαν γυμνάζειν λέγεται καὶ ὑπὲρ ἀνεψιοῦ πολλάκις· καὶ ἀδελφοῦ.

9

pr.Βι. ξ΄ τί. α΄. Ὅτι φησὶν ὁ νόμος· „οὔτε ἡ μήτηρ διεκδικοῦσα τὸν φόνον τοῦ ἰδίου παιδὸς οὔτε ὁ κληρονόμος προσταχθεὶς παρὰ τοῦ διαθεμένου [ἐκδικῆσαι] τὸν αὐτοῦ θάνατον καὶ ἀποτυχόντες, ὑποκείσονται τῇ περὶ συκοφαντίας ἀλλὰ συγγνωσθήσονται ἀμφότεροι. καὶ ὁ θαλέλαιος διὰ τῆς παραγράφῆς σημαίνει ὅτι „ἐν πᾶσι τοῖς ἐγκλήμασιν ἀπήλλακται πάσης συκοφαντίας ἡ μήτηρ, ἆρα οὖν [εἰ καί τις] ἦν τῶν μὴ ἐξωτερικῶν πολλῷ πλέον ἔχει τὸ προνόμιον τοῦτο.

10

pr.Βι. ξ΄ τί. λδ΄ κεφ. ή΄. Ὅτι φησὶν ὁ νόμος· „χωρὶς τῶν κεκωλυμένων οἱ ἄλλοι δύνανται κινεῖν τὰ δημόσια. κωλύονται δέ τινες διὰ φύσιν ἢ ἡλικίαν, ὡς γυνὴ καὶ ἄνηβος· ἄλλοι ὡς ἐνόπλως στρατευόμενοι, ἢ ὡς αἰσχροκερδεῖς καὶ λαβόντες ἐπὶ τῷ κατηγορῆσαι, καὶ οἱ δύο κατηγορίας καθ᾽ ἑτέρων ἐγγραψάμενοι· ἄλλοι δι᾽ ὑποψίαν συκοφαντίας, ὡς οἱ ψευδομάρτυρες· ἄλλοι διὰ πενίαν ὡς μὴ ἔχοντες ν ' νομισμάτων πε ριουσίαν. οὗτοι δὲ πάντες ἐγκλήματα ἴδια καὶ φόνον τῶν συγγενῶν ἐκδικεῖν δύνανται. μὴ λάθῃ σε ἡ γυνὴ ἐν τῷ ῥητῷ πρώτη κειμένη, καὶ γνῶθι, ὅτι ἴδια ἐγκλήματα καὶ φόνον συγγενῶν ἐκδικεῖν δύναται.

11

pr.Ὅτι γυνὴ ἐγκληματίζειν οὐχ οἷα τε ἐστὶν εἰ μὴ ὑπὲρ συγγενῶν κἀκείνων καθ᾽ ὧν ἄκουσα οὐ μαρτυρεῖ. καὶ ὅτι ταῖς τοιαύταις ἀγωγαῖς ἐγχειροῦσα οὔτε ἐγγραφαῖς οὔτε συκοφαντίαις ὑπόκειται.

12

pr.Ὅτι φησὶν ὁ νόμος· „ἡ διάταξις βούλεται τὸν συκοφαντήσαντα ἐπὶ δημοσίῳ ἐγκλήματι καὶ ἀτιμοῦσθαι καὶ περιορίζεσθαι· μόνον μέντοι ἂν ἀλλοτρίαν κατηγορίαν ἐκίνησεν ὡς ἰδίαν ἢ ἰδίᾳ αἰτίᾳ. καὶ ἡ παραγραφής· „μὴ νομίσῃς, ὅτι ὡς προκουράτωρ ἐκίνησεν, ἀλλ᾽ ὅτι ἀλλότριον ἔγκλημα ἠθέλησε κινῆσαι. οὐδὲ γὰρ οἱ ἰδίας ἀδικίας καλῶς κινοῦντες ὑπόκεινται. ὅρα καὶ τοῦτον τὸν νόμον σύμφωνον τῷ ἑτέρῳ· ὁ μὲν γὰρ τῇ γυναικὶ καὶ τῷ συκοφάντῃ δίδωσιν ἴδια καὶ ἰδίων κινεῖν ἐγκλήματα, ὁ δὲ τὸν συκοφάντην συκοφαντήσασθαι ἀφίησιν, ἐὰν μὴ ἀλλοτρίαν ἀλλ᾿ ἰδίαν ἢ ἰδίᾳ αἰτίᾳ κατηγορίαν συνεστήσατο. οὐκοῦν ἀποδέδεικται διὰ πολλῶν, ὅτι γυνὴ ἴδιον ἢ ἰδίᾳ αἰτίᾳ ἐγκλήμα κινοῦσα οὐκ ἐνέχεται ὡς συκοφάντης, καὶ διὰ τοῦτο οὐδὲ ἐγγράφεται· διὰ γὰρ τὴν συκοφαντίαν ἡ ἐγγραφή.

13

pr.Βι. ξ΄ τί. μβ κεφ. κβ΄. Ὅτι γυνὴ καὶ ἄνηβος ἐξαιρεῖται τῆς τοῦ συκοφάντου καταδίκης. φησὶ γάρ· „ὁ ἐπίτροπος ὀνόματι τοῦ ἀνήβου πλαστὴν ἢ οὐ καθήκουσαν εἰπὼν τὴν διαθήκην οὐκ ἐκπίπτει τῶν λεγατευθέντων αὐτῷ. εἰ δὲ καὶ κεφαλικῶς ὀνόματι τοῦ ἀνήβου κατηγορῇ πατρῴου ἀπελευθέρου, εἰ καὶ ἐκπίπτει τῆς ἐναντιώσεως τῆς διαθήκης, ἀλλ᾽ οὐ τέως ὡς συκοφάντης· ἀτιμοῦται, ὃς οὐ δι᾽ ἔχθραν ἰδίαν ἐν προσχήματι τοῦ ἀνήβου ἐκίνησεν, ἀλλ᾽ ἴσως ἀναγκαζόμενος ὑπὸ τῆς μητρὸς τοῦ ἀνήβου καὶ τῶν ἐπελευθέρων αὐτοῦ. ἐκ τούτων συνελόντα χρὴ λέγειν, ὡς ἡ ἑτέρων ἐγκλήματι βοηθοῦσα πολλῷ μᾶλλον ἑαυτῇ βοηθήσει. ἐπὶ γὰρ τῶν τοιούτων καὶ οἱ ἐντειλάμενοι οὐκ ἀνεύθυνοί εἰσιν· „ὑποπίπτει γὰρ τῷ νόμῳ καὶ ὁ ὑποβαλὼν ἢ ἐρεθίσας ἄλλον εἰς ἐγκληματικὴν κατηγορίαν, καὶ ὁ ἐντειλάμενος εἴτε δι᾽ ἑαυτοῦ εἴτε δι᾽ ἑτέρου· καὶ ὁ διακονήσας τῇ τοιαύτῃ ἐντολῇ· καὶ ὁ ὑποβληθεὶς, εἰ μὴ νικήσει τὴν κατηγορίαν, εἴτε συκοφάντης ἐδείχθη εἴτε ἀπέστη, καὶ οὗτοι ὑπόκεινται.

14

pr.Ὅτι νεαρὰ ἐκπεφώνηται νομοθεσία ἐκ παλαιῶν νόμων τὰς ἀφορμὰς δεξαμένη, καὶ φησὶ κολάζεσθαι τὸν φονέα ποτὲ μὲν τῇ ἐκτίσει τοῦ τρίτου τῆς καθαρᾶς περιουσίας αὐτοῦ, ποτὲ δὲ τοῦ διμοίρου, καὶ τὸ μεθοδευόμενον δίδοσθαι τῇ γυναικὶ καὶ τοῖς παισὶ τοῦ θανόντος εἰς μικρὰν παραψυχὴν τῆς αὐτῶν δυσκληρίας· εἰ δὲ μὴ ὑπεῖεν παῖδες τοῖς ἀνιοῦσι καὶ τῇ γυναικὶ τοῦ ἀνῃρημένου κατ᾽ ἴσον· εἴπερ δὲ μήτε γυνὴ μήτε παῖδες μήτε ἀνιόντες εἰσὶ, τοὺς ἄλλους ἐκ νόμου καλεῖσθαι συγγενεῖς πρὸς τὴν δήλωσιν μὴ ῥαθυμήσαντας.

15

pr.Ὅτι φησὶν ὁ νόμος· „μὴ ἐκδικῶν ὁ πάτρων τὸν ἀπελεύθερον ἐκπίπτει τοῦ ἁρμόζοντος αὐτῷ πατρωνικοῦ μέρους, ἐπειδὴ πάντας τοὺς κληρονόμους καὶ τοὺς ἐν τάξει κληρονόμων. καθήκοντας εἶναι δεῖ περὶ τὴν ἐκδίκησιν τοῦ τελευτήσαντος. ". τίνες δὲ εἰσὶ κληρονόμοι καὶ τίνες ἐν τάξει κληρονόμων; οἵ τε ἐκ φυσικῆς συγγενείας καὶ οἱ ἐκ νόμων, οὓς καὶ ἐν τάξει κληρονόμων εἶπεν, ὡς οἱ πάτρωνες καὶ οἱ θετοὶ υἱοὶ καὶ οἱ διὰ γάμον συναπτόμενοι, οὓς πάντας ἢ καθήκοντας εἶναι δεῖ περὶ τὴν ἐκδίκησιν τῶν τελευτησάντων, ἢ μὴ προσδοκᾶν κέρδος ἐξῆν ἀλλὰ ζημίαν.

16

pr.Βι. ξ΄ τί. μβ΄. Ὅτι „ὁ ἀνὴρ μὴ ἐκδικῶν τὸν φόνον τῆς γυναικὸς ἀφαιρεῖται τὴν προῖκα. εἴτε γὰρ ἐκ διαθήκης περιέρχεται ἡ προῖξ κέρδος αὐτῷ ἢ ἐξ ἀδιαθέτου, ὅτε καλεῖται πρὸς κληρονομίαν τῆς γυναικὸς, οὐκ ἀπολαύσει ταύτης μὴ ἐπαγρυπνῶν τῇ ἀμύνῃ τῆς βιαίως ἀποῤῥαγείσης τοῦ ζῆν κατὰ νόμον συγγενοῦς αὐτῷ γυναικός.

17

pr.Ὅτι εἰ περὶ ἀνδρὸς κληρονομοῦντος γυναικὸς οὕτω νομοθετεῖται, καὶ περὶ γυναικὸς δήπουθεν τὰ αὐτὰ λελέξεται εἰς τὴν συγγενικὴν διαδοχὴν καλουμένης.· [ιη΄.] Ὅτι ἡ περιορῶσα τὸν φόνον τοῦ ἰδίου ἀνδρὸς ἄπροικος γυνὴ, οὐ λήψεται τὸ κατὰ μέρος ἁρμόζον αὐτῇ μέρος.

19

pr.Ὅτι εἰ δαπανήσας ἔτυχεν ὁ ἀνὴρ τὴν προῖκα καὶ ἀνῃρέθη, καὶ ἡ γυνὴ μὴ εὐπορίας τυγχάνουσα κατειπεῖν βουληθῇ τοῦ φονέως, ἵνα τοῦτο μὲν καὶ τὸν ἄνδρα ἐκδικῇ τοῦτο δὲ καὶ ἑαυτῇ τὴν δυσκληρίαν ἰάσηται, τίς οὐ προσδέξαιτ᾽ ἂν ταύτην λογισμοῖς δικαίοις ἑπόμενος, κἂν μὴ τοσοῦτοι νόμοι ὑπὲρ αὐτοῦ ἔκειντο;

20

pr.Ὅτι καὶ τὸν ἀκουΐλιον νόμον ὥσπερ ἀνὴρ τοῦτο δὴ καὶ γυνὴ κινεῖν ἐγκληματικῶς διὰ τὴν ἀναίρεσιν τοῦ οἰκέτου αὐτῆς οὐ κεκώλυται ἴδιον πρᾶγμα γυμνάζουσα. φησὶ γὰρ ὁ νόμος· „ὁ δεσπότης τοῦ ἀναιρεθέντος δύναται κινεῖν τὸν περὶ ἀνδροφόνων νόμον, καὶ οὐ προκρίνεται κινήσας τὸν ἀκουΐλιον. εἰ οὖν περὶ οἰκέτου γυνὴ κινεῖ, πῶς οὐ κινήσει περὶ ἀνδρὸς, οὗτινος ἰδία ἐστὶ καὶ λέγεται;

21

pr.Ὅτι διὰ τοῦτα ἐπὶ μέσου ἀνδρὸς καὶ γυναικὸς οὐ συνίσταται δωρεά, ὅτι ὁ νομοθετήσας ἐλογίσατο, ὅτι κοινὰ μᾶλ λον δεῖ εἶναι γυναῖκὶ τὰ τοῦ ἀνδρὸς καὶ ἀνδρὶ τὰ [τῆς] γυναικὸς, ἡ δὲ δωρεὰ διορισμός ἐστιν ἰδίου καὶ ἀλλοτρίου· μανθάνει γὰρ ὁ λαβὼν διὰ τοῦ δοθέντος ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν. [κβ΄] Ὅτι᾽ ἐπὶ τῶν ἀπὸ μέθης συμβαινόντων φόνων [ἐπὶ] πενταετίαν ἐξορίαν ἔταξεν ἀδριανὸς ὁ βασιλεὺς, τὴν δι᾿ αἵματος τιμωρίαν κωλύσᾶς καὶ τὴν εἰς τὸ δίμοιρον δήμευσιν ἀποδεξάμενος, ἐξ ἀντιστροφῆς οἴνου αὐτοῦ τοῦτο πράξαντος· οὐ γὰρ προϋπεῖναι ἔχθραν ἢ μῖσος, ἀλλὰ μᾶλλον τοῦ οἴνου ἔργον εἶναι τὸν φόνον. τὸν δὲ ἄνθρωπον τὸν ξενοδοχήσαντα καὶ παρασχόντα τὸν οἶνον τιμωρεῖσθαι ἐλαφρῶς, ὡς μὴ αὐτὸν πράξαντα τὸ ἐναντίον, ἀλλ᾽ ὡς ὑποδοχέα γενόμενον τοῦ κακοῦ.

23

pr.Ὅτι φησὶν ὁ νόμος· „οὐκ ἐφεῖται ἀδελφὸς κατὰ ἀδελφοῦ δημόσιον ἔγκλημα κινεῖν, ἐπεὶ ἐξορίας ποινῇ ὑποπίπτει.

24

pr.Ὅτι ἐφόνευσε τις σκηπτοφόρον καὶ προσέφυγε τῇ ἐκκλησίᾳ. οἱ δὲ τοῦ φονευθέντος ἐκίνησαν παρὰ τῷ μαΐστωρι, καὶ ᾠκονόμησαν οἱ δικασταὶ κατ᾿ αὐτοῦ ἀπαλλαγῆναι τοῦτον ποινῆς προσφυγόντα τῷ ἱερῷ τεμένει· πλὴν ἔπεμψαν γραφὴν πρὸς τὸν τοῦ θέματος δικαστὴν, ἵνα ἐξερευνήσῃ ἀκριβῶς τὴν ὑπόστασιν τοῦ φονέως καὶ τῶν συναραμένων αὐτῷ, καὶ πρῶτον μὲν ὑπεξέλῃ τὰς στρατείας, ἔπειτα καὶ τὰς προῖκας τῶν γυναικῶν καὶ τὸ ὑπόβολον καὶ θεώρετρον, καὶ τότε ἐκ τῆς περιττευούσης περιουσίας τοῦ φονέως τὸ μὲν δίμοιρον δῷ πρὸς τοὺς τοῦ ἀναιρεθέντος κληρονόμους, τὸ δὲ τρίτον ἐάσῃ εἶναι παρὰ τῷ φονεῖ· τῶν δὲ συναραμένων τῆς καθαρᾶς περιουσίας τὸ μὲν δίμοιρον ἀφήσῃ παρ᾿ αὐτοῖς εἶναι, τὸ δὲ τρίτον ἀποδῷ πρὸς τοὺς τοῦ ἀναιρεθέντος κληρονόμους· εἰπόντες· δὲ, ὅτι οἰκονομωτέρῳ λόγῳ πεποιήκαμεν· οὐ γὰρ ὁ φονεὺς τῶν εὐπόρων ἦν οὐδὲ οἱ συναράμενοι· καὶ ὅτι εἰ μὴ συνήραντο οὗτοι, οὐκ ἂν ὁ φόνος ἀπετελέσθη.

25

pr.Ὅτι κἂν μὴ φονεύσῃ τὶς, ἀλλ᾽ αἰτίαν παράσχῃ φόνου, εὐθύνεται ', καὶ ὅτι ὁ φονεύων στρατιώτης ἐπὶ καθοσιώσει κρίνεται. ἐπὶ δὲ τοῦ κυροῦ ῥωμανοῦ τοῦ βασιλέως ἔστιν᾽ ὁ σκευηνὰς μαγκλαβίτης ὢν εἰργάσατο φόνον, μὴ φονεύσας αὐτὸς, ἀλλ᾽ οἱ ἄνθρωποι αὐτοῦ συμβουλῆς γενομένης παροίκου τινός. καὶ κινηθείσης τῆς δίκης οἱ μὲν ὄντες μετ᾿ αὐτοῦ ἐτιμωρήθησαν σφοδρῶς, ὁ δὲ λεγόμενος φονεῦσαι προσφυγὼν τῇ ἐκκλησίᾳ τῶν σωματικῶν ἀπελύθη βασάνων. ὁ δὲ μαγκλαβίτης κατεδικάσθη, εἰ μὲν ἡ καθαρὰ περιουσία αὐτοῦ ὑπὲρ τὰς δέκα λίτρας εἴη μετὰ ὑπεξαίρεσιν τῆς στρατείας καὶ τῶν γαμικῶν βαρῶν καὶ τοῦ ὑποβόλου, δοῦναι πρὸς τὴν γυναῖκα τοῦ φονευθέντος καὶ τοὺς παῖδας δέκα λίτρας· εἰ δὲ οὐκ ἔχει τοσαύτης ποσότητος περιουσίαν, πρὸς τὴν οἰκονομίαν ἐλθεῖν. ἀλλ᾽ ἐκείνου θανόντος συνεβιβάσθη ἡ γυνὴ τοῦ τελευτήσαντος.

26

pr.Ὅτι ὁ κουράτωρ τοῦ δισακκᾶ ἐπῆλθε χρυσοτελῇ μετὰ λαοῦ, καὶ οὐκ ἐφόνευσε μέν τινα, πληγὰς δὲ ἐπέθηκε πολλοῖς, καὶ διαρπαγὴ γέγονε χρυσίου. καὶ προσφυγόντα ἐκεῖνον ἐν τῇ ἐκκλησίᾳ ὡρίσθη τὴν ἅπασαν αὐτοῦ περιουσίαν μὴ ὑποκειμένην στρατείᾳ δοῦναι πρὸς τὸν χρυσοτελῆ· τὴν δὲ γυναῖκα αὐτοῦ μόνην τὴν προῖκα ἀπολαβεῖν, μὴ μέντοι θεώ ρετρον ἢ ὑπόβολον, διὰ τὸ δημόσιον εἶναι τὸ ἀπολεσθὲν χρυσίον καὶ νικᾶν τὸν δημόσιον τὴν γυναῖκα· τὸ αὐτὸ δὲ ὑποστῆναι καὶ τοὺς συναραμένους αὐτῷ, εἴπερ οὐκ ἐξαρκῇ ἡ ἐκείνου περιουσία. ἠρώτησα· πῶς οὗτοι καὶ ἴσως εὐθυνθήσονται τῷ πρώτῳ αἰτίῳ γενομένῳ τῆς ἀπωλείας καὶ ἐπιθέτῃ; καὶ εἶπεν ὁ μάγιστρος, ὅτι δημόσιον ἐστὶ τὸ χρῆμα, καὶ ἕως οὗ πληρωθῇ νικᾷ πάντας καὶ γυναῖκας· καὶ εἰ μὲν ἔστι περιουσία ἐκ τοῦ πρώτου γενέσθαι τὸ ἱκανὸν, οὐκ εὐθύνονται οὗτοι εἰ μὴ εἰς σωματικὰς ποινὰς διὰ σωφρονισμὸν, ἐὰν δὲ ἀπορία πρόσεστιν ἐκείνῳ, οὗτοι τὸ πᾶν ἀποδώσουσιν.

27

pr.Ὅτι ἐκίνει γυνὴ περὶ φόνου καὶ εὑρέθη οὕτως. κουράτωρ τῆς ἁγίας σοφίας ἐπῆλθέ τινι, ἵνα καταλύσῃ τὴν οἰκίαν αὐτοῦ καὶ ἐκδιώξῃ αὐτὸν ὡς στρατιώτην ἀπὸ τοῦ ἐκκλησιαστικοῦ κτήματος. τῆς δὲ ἐπελεύσεως γενομένης μετὰ πολιτῶν καὶ διωκόμενος ἐκεῖνος ἔπληξεν ἕνα τῶν δούλων τοῦ κουράτωρος οὐ καιρίως· εἶτα ἴσχυσαν οἱ δύο δοῦλοι τοῦτον καταβιβάσαι ἀπὸ τοῦ οἰκήματος, καὶ φεύγοντα αὐτὸν ἐφ᾽ ἵππον οἱ μὲν ἐδίωκον, ὁ δὲ κουράτωρ ἑπόμενος παρεκελεύετο τοῖς δούλοις λέγων· „παιδία ἂς ἀποθάνῃ 1· καὶ ὁ διωκόμενος εὑρὼν - θριγκὸν καὶ ἑαυτὸν ἐν αὐτῷ ἀπὸ τοῦ ἵππου ῥίψας καὶ καταληφθεὶς ὑπὸ τῶν δούλων ἀνῃρέθη σπάθαις. οὕτως ἔχον τος τοῦ πράγματος, καὶ διὰ μαρτύρων συσταθέντος [ὅτι] ὁ κουράτωρ ἀκολουθῶν διήγειρε πρὸς φόνον τοὺς δούλους, καὶ αὐτοῦ δὲ τοῦ φονέως ὁμολογήσαντος τὸν φόνον, ὁ μὲν εἷς δοῦλος θελήσει τῆς γυναικὸς ἐδόθη εἰς δουλείαν· ὁ γὰρ ἕτερος τότε μὲν ἀπέδρα, ὕστερον δὲ προσφυγὼν τῇ ἐκκλησίᾳ ἐπράθη, καὶ ἡ τιμὴ τούτου ἐδόθη τῇ γυναικί· ὁ μέντοι κουράτωρ κατεδικάσθη καὶ ἀπὸ μόνου τοῦ ἐγκελεύεσθαι καὶ ἐκκλεισθῆναι. καὶ ὁ μάγιστρος κεφαλικῶς μὲν τοῦτον τιμωρηθῆναι οὐκ εὐδόκησεν, ἀλλ᾽ ὑπομνήσας τὸν βασιλέα εἶχε τοῦτον ἐν φυλακῇ, καὶ ὁ βασιλεὺς ἀπεφήνατο εἰς μέταλλον τοῦτον πεμφθῆναι. πλὴν κατεχομένου τούτου ἐν τῇ φυλακῇ ἡ γυνὴ τοῦ ἀναιρεθέντος μετὰ καὶ τῶν παίδων προσῆλθεν αἰτουμένη λαβεῖν ἀπὸ τοῦ καταδικασθέντος χρυσίον καὶ διαλυθῆναι, καὶ ὑπέμνησεν ὁ μάγιστρος καὶ προσέταξε τούτῳ ὁ βασιλεὺς εἰπών· ἐὰν ἔχῃ τοῦτο ὁ νόμος, γενέσθω. καὶ ὁ μάγιστρος ὥρισε, καὶ ἐγένετο ἡ συμβίβασις, καὶ ἐδόθησαν δύο λίτραι, καὶ αὐτίκα προσέταξε καὶ προεχώρησε τὸ χρυσίον εἰς ἀγορασίαν ὀφφικίων τοῦ παιδὸς, ἵνα μὴ ὕστερον κινῇ τυχὸν περὶ τῆς διαλύσεως.

28

pr.Ὅτι᾽ ἐκίνησάν τινες περὶ φόνου κατὰ τοῦ υἱοῦ τοῦ κυροῦ βαασακίου, καὶ ἐδείχθη ὁ φόνος ὅτι γέγονε παρὰ δούλου ἀγνοοῦντος τοῦ μαγκλαβίτου. καὶ ἔκρινεν ὁ μάγιστρος δοθῆναι τὸν δοῦλον τὸν φονέα τῷ γαμβρῷ τοῦ ἀνῃρημένου καὶ τοῖς υἱοῖς ἤγουν τοῖς ἀνεψιοῖς τοῦ πεφονευμένου. εἰ γὰρ καὶ ἀδελφὸς ὑπῆν τῷ τελευτήσαντι, ἀλλ᾽ ἀνάξιος οὗτος ἐκλήθη τῆς ἐκείνου κληρονομίας, ὡς τῷ μέρει τῶν ἀντιδίκων· συμπνέων καὶ συμπαίων.