IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.65

Περὶ ἐγγυητῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ἐγγυησάμενοί τινες τρεῖς ἔχοντά τινα γυναῖκα, καὶ τελευτήσαντος τούτου ἡ γυνὴ ἀπογραφὴν τῆς ὑπάρξεως ἐποιήσατο ἐνόχου ὄντος τῷ δημοσίῳ, καὶ ὑπόμνημα ἔλαβε παρὰ τοῦ σκρίβα δικαιοῦν αὐτὴν ἐπὶ ἱκανώσει προικὸς τὰ εὑρεθέντα ἔχειν, ἀλλ᾽ ὁ δημόσιος ὑπὲρ τῆς λοιπάδος τῆς προικὸς ἀφείλατο ταῦτα, τὴν γυναῖκα κρατήσας καὶ τοὺς ἐγγυητὰς καὶ προσαφελόμενος ἐξ αὐτῶν ἀνὰ νομίσματα μή. ἡ οὖν γυνὴ εὑροῦσα χρεώστας τοῦ ἀνδρὸς ἀπήτησεν αὐτοὺς τὰ χρέα ἤτοι νομίσματα ξγ '. καὶ οἱ ἐγγυηταὶ προσῆλθον τῷ βασιλεῖ αἰτούμενοι λαβεῖν τὰ ἀπαιτηθέντα παρὰ τῆς γυναικὸς προβαλλόμενοι πραγματικοὺς τύπους. ὁ δὲ βασιλεὺς ἀκροασάμενος τῆς ἀμφισβητήσεως ἀντιγράφει πρὸς τὸν πατρίκιον μυστικὸν τότε ὄντα ῥητῶς οὕτως· ὁ δεῖνα καὶ ὁ δεῖνα εἰς τὴν βασιλείαν μου ἀνεκάλεσαν, ὅτι ἐγγυήσαντο εἰς δουλείαν τὸν δεῖνα, καὶ μετὰ τελευτὴν ἐκείνου ἐκρατήθησαν αὐτοὶ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ κατέβαλον τὸ ὑποχρεωστούμενον ἐκπληρώσαντες τὴν εὐθύνην· ὕστερον δὲ ἡ γονὴ εὗρε χρεοφειλέτας τοῦ ἀνδρὸς καὶ ἀνελάβετο ἐξ αὐτῶν χρυσίον· καὶ κελεύει σοι ἡ βασιλεία μου, ἵνα ἴδῃς πόσον ἐστὶ τὸ χρυσίον, καὶ λάβωσι καὶ αὐτοὶ μερίδα ἀπὸ τοῦ χρυσίου, ὅσαν ἂν προκρίνῃς σὺ κάντε ἐπίσης κάντε ὀλιγοτέραν. οὕτως οὖν ἐχούσης τῆς γραφῆς τὰ μὲν λὰ πρὸς τῷ ἑνὶ τῇ γυναικὶ κατέλιπε, τὰ δὲ λβ ' τοῖς δυσὶν ἐγγυηταῖς κατέλιπε, μερίσας αὐτοῖς ταῦτα.· εἰ γὰρ καὶ ὁ τρίτος τῶν ἐγγυητῶν περιῆν, τάχα ἂν κἀκείνῳ ἐπενεμήθη μερὶς, ἣν ἀφῆκε τῇ γυναικὶ πονησάσῃ πολλὰ καὶ δικαστηρίοις ἐνασχοληθείσῃ.

2

pr.Ὅτι ἐγγυήσατο ὁ κηρουλάριος τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῇ προικὶ, ἥτις ἔσχεν αὐτὸν ἔνοχον ἐξ ἑτέρων αἰτιῶν, καὶ ἀπέλαβε κρίσει δικαστικῇ κτῆμα αὐτοῦ. προτέθεικεν ἡ γυνὴ τοῦ ἀδελφοῦ τοῦ κηρουλαρίου τὴν περὶ προικὸς ἀγωγὴν, καὶ κακουργοῦντος τοῦ κηρουλαρίου ἐδόθη πάλιν τὸ κτῆμα ὡς ἀνδρῷον πρὸς αὐτήν. καὶ ὁ κηρουλάριος ἐζήτει ἀπογραφῆναι τὴν πᾶσαν περιουσίαν τοῦ ἀδελφοῦ καὶ ἐξετασθῆναι τὴν περὶ προικὸς δίκην. ὁ δὲ ἀνὴρ καὶ ἡ γυνὴ παραλαβόντες τὸ κτῆμα ἤρξαντο κακουργεῖν καὶ μὴ κινεῖν τὰ οἰκεῖα δίκαια καὶ τὴν περὶ προικὸς ἀγωγήν. καὶ ὁ μάγιστρος ἐσημειώσατο εἰπών· ἐπεὶ μετὰ τὴν λῆψιν τοῦ κτήματος κακουργοῦντες ἐφάνησαν, δεῖν ἔγνωμεν βοηθῆσαι τῷ ἐγγυητῇ καὶ τὸ κτῆμα παραδοῦναι πρὸς αὐτὸν, ἕως ἂν ἡ γυνὴ γνώμην λάβῃ καὶ τῶν νόμων καὶ τῶν δικαίων τύχη, λογιζομένη μὲν ἅπερ δικαίως εἴληφε, ἐπιζητοῦσα δὲ τὰ λείποντα κατὰ τὴν τῶν νόμων ἀκρίβειαν. ὑπερτιθεμένης γὰρ αὐτῆς οὐ δίκαιόν ἐστι τὸν ἐγγυητὴν πολλὰ ἐποφειλόμενον, καὶ οὐ τοσοῦτον ὑπὲρ αὐτοῦ ὅσον ὑπὲρ τῆς γυ ναικὸς ἀξιοῦντα, μήτινος γοῦν ἀμύνης τυχεῖν.

3

pr.„Εἴ τις εἴποι· γενήσεταί σοι τὸ ἱκανὸν παρ᾽ ἐμοῦ ἢ παρὰ τοῦδε ἢ τοῦδε, τοῖς μὲν ὀνομασθεῖσι προσώποις κατὰ τὸν ὅμοιον τρόπον μὴ συμβαίνουσι μηδὲ ἓν γίνεσθαι πρόκριμα· αὐτὸν δὲ τὸν τοῦτο ἀντιφωνήσαντα ἀκέραιον μὲν τὸ χρέος ἀναγ κάζεσθαι καταβαλεῖν, εἴ τινα δὲ κατὰ τῶν ὀνομασθέντων προσώπων νομίσει ἑαυτῷ ἁρμόζειν ἀγωγὴν, ταύτην κατ᾿ αὐτῶν προτιθέναι καὶ τῆς τῶν νόμων βοηθείας ἀπολαβεῖν.

4

pr.Ὅτι ἐγγύη μὲν ὑπὲρ ἑτέρου γίνεται, ἀντιφωνεῖ δέ τις καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ ἑτέρου.

5

pr.Ὅτι γήμας τὶς γυναῖκα ἐξ ἑτέρου ἀνδρὸς ἔχουσαν παῖδας, καὶ παραλαμβάνων τὰ πατρῷα τῶν παίδων, ἠκριβοῦτο παρὰ τῶν ἐπιτρόπων τοῦ προτέρου ἀνδρὸς, καὶ δέδωκεν ἐγγυητὰς τὸν ἀτζοκομίτην καὶ τὸν δερμοκαΐτην καὶ λοιπούς· εἶτα συνήφθη ἀνδρὶ εἰς γάμον ἡ προγόνη τοῦ δόντος τοὺς ἐγγυητὰς καὶ ἐπεζήτει τὰ πατρῷα. οἱ δὲ ἐγγυηταὶ δεδώκασι πρὸς αὐτὸν κτήματα ἐφ᾽ ᾧ κατέχειν ταῦτα καὶ νέμεσθαι, ἕως ἂν τὰ πατρῷα ἀπολάβῃ. καὶ μετὰ ταῦτα ὁ εἷς τῶν ἐγγυητῶν ὁ δερμοκαΐτης γαμβρὸν ἐπὶ θυγατρὶ ποιησάμενος τὸν τουπένην καὶ συμβουλευσάμενος παρεῖχε τὰ πατρῷα τῇ χρεωστουμένῃ γυναϊκὶ καὶ ἀνελάβοντο τὰ κτήματα. χρόνοις ὕστερον ἐξενικήθησαν τὰ κτήματα καὶ ἐκίνει ὁ κληρονόμος τοῦ δερμοκαΐτου κατὰ τοῦ λαμπροῦ τοῦ ἀνδρὸς τῆς ἀπολαβούσης τὰ πατρῷα, ἵνα ἐξ αὐτοῦ πάθῃ τὸ ἱκανόν. καὶ ἔκρινεν ὁ μάγιστρος, ὅτι εἴπερ ὁ λαμπρὸς κατέχων τὰ κτήματα ἐκνίκησιν τούτων ὑπέστη, τοὺς ἐγγυητὰς ὤφειλεν εὐθύνειν ἵνα ἀποδώσωσι πρὸς τὴν γυναῖκα αὐτοῦ τὰ πατρῷα· ὃς δὲ ἀγωγῇ ἰσχυρᾷ ὥπλιστο κατὰ τῶν ἐγγυητῶν ἤγουν κατὰ τοῦ δερμοκαΐτου καὶ τῶν λοιπῶν, οὐκ ἂν αὐτὸς ἀγωγῇ τῇ περὶ ἐκνικήσεως ὑποπεσεῖται. οὗτος γὰρ πατρῷα τῆς γυναικὸς ἀπειληφὼς τῷ δερμοκαΐτῃ τὰ κτήματα ἀπέδωκε, καὶ τοὺς ἐγγυητὰς τῆς ἐγγύης ἀπέλυσεν. ἔλεγον δὲ ὅτι ὁ λαμπρὸς λαμβάνων τὸ χρυσίον ἤγουν τὰ πατρῷα τῆς γυναικὸς πράσεις ἐξέθετο τῶν κτημάτων, ὅπερ οὐκ ἐδηλοῦτο σαφῶς· καὶ διὰ τοῦτο ἔγραψεν ὁ μάγιστρος· ἵνα γὰρ θείη τὶς ὅτι πρᾶσις ἐκτετέλεσται, οὐδ᾽ οὕτως ἔσχεν ἀγωγὴν ὁιδερμοκαΐτης κατὰ τοῦ λαμπροῦ ἐγγυησαμένου.

6

pr.᾿Ανάγνωθι βι. κγ ' τί. γ ' κεφ. κ΄'· „Τοῦ ἐναγομένου ὑπέρθεσιν ποιοῦντος καὶ ὁ ἐγγυητὴς ἐνέχεται. τὸ δὲ ἡ΄ κε φάλαιόν φησιν ὡς „μόνος ὁ ἐγγυητὴς ὑπέρθεσιν ποιῶν οὐκ ἐνέχεται, ὥσπερ ἐὰν τὸν ὁμολογηθέντα δοῦλον φονεύσῃ, οὐτιλίᾳ [δὲ] ἐνάγεται. καὶ κεφ. ξα΄δ· „Αἱ περὶ τόκων διατάξεις οὐ μόνον τοῖς πρωτοτύποις βοηθοῦσιν, ἀλλὰ καὶ ἐγγυηταῖς καὶ μανδάτορσιν.

7

pr.Καὶ βι. ιθ΄ τί. ια΄ κεφ. μς΄· „Ἐὰν ὁ ἀγοράσας ἀγρὸν ἀπ᾿ ἐμοῦ καὶ λαβὼν ἐγγυητὰς γράψει με κληρονόμον καὶ τὸν ἀγρὸν λεγατεύσῃ, ἐλευθεροῦνται παραχρῆμα οἱ ἐγγυηταί. κἂν γὰρ ἐκνικηθῇ παρὰ τοῦ λεγαταρίου, οὐκ ἐνέχονται. καὶ κεφ... '· „Ἐὰν ἀγοράσας ἀγρὸν παρὰ σοῦ καὶ λαβὼν ἐγγυητὰς πωλήσω αὐτὸν - πέτρῳ, εἶτα κληρονομήσω πέτρου ἢ πέτρος ἐμοῦ, καὶ ἐκνικηθῇ ὁ ἀγρὸς, ἐνέχονται οἱ ἐγγυηταὶ, ὡς καὶ εἴ τις ἄλλος ἐμοῦ καὶ πέτρου κληρονομήσει. ὅταν γὰρ δανειστὴς κληρονομεῖ τοῦ χρεώστου, ἥττων ἡ κληρονομία δοκεῖ εἶναι καὶ ὁ κληρονόμος εὐπορώτερος· εἰ δὲ τουναντίον ὁ χρεώστης κληρονομήσει τοῦ δανειστοῦ, δοκεῖ ἡ κληρονομία εὐπορωτέρα εἶναι διὰ τὸ παρὰ τοῦ κληρονόμου χρεωστούμενον αὐτῇ.

8

pr.Καὶ βι. κς ' τί. ά κεφ. δ΄· „Ἐὰν ὁ ἐγγυητὴς κληρονόμος γένηται τοῦ ἐγγυηθέντος, σβέννυται ἡ τῆς ἐγγύης ἐνοχὴ καὶ ὡς ὑπεύθυνος ἐνέχεται. εἰ μέντοι ἀπὸ δύο ὑπευθύνων ὁ εἷς τοῦ ἄλλου κληρονομήσει, μένει ἐνεχόμενος ταῖς δυσὶν αἰτίαις. ἡνίκα γὰρ εἰς τὸ αὐτὸ πρόσωπον δύο τρέχουσιν ἀγωγαὶ, ἡ μὲν πρωτότυπος ἡ δὲ ἐν προσθήκῃ, ἀναιρεῖται ἡ προσθήκη. εἰ δὲ αἱ δύο πρωτότυποί εἰσι, μένουσιν ἐῤῥωμέναι· καὶ ἐὰν προκατάρξηται ἡ μία, ἀναιρεῖ τὴν ἄλλην, ὡς ὁ εἷς τῶν δύο ὑπευθύνων ἐπερωτώντων γινόμενος τῷ ἄλλῳ κληρονόμος.

9

pr.Καὶ κεφ. ζ΄ θέ. α΄· „Ὁ ὑπὲρ ἑτέρου ἑαυτὸν παρεμβαλὼν ἐὰν σκληρότερον ὁμολογήσῃ τοῦ πρωτοτύπου, οὐδόλως ἐνέχεται. ἐλαφροτέρως δὲ δύνασθαι προσλαμβάνεσθαι, ὡς ἐπὶ ἥττονος ὑποθέσεως ἢ ὑπὸ ἡμέραν ἢ ὑπὸ αἵρεσιν τοῦ ἐναγομένου χωρὶς αἱρέσεως ἐπερωτηθέντος· οὐ μὴν τὸ ἐναντίον.

10

pr.Καὶ κεφ. ιβ΄ 4· „Ἐὰν ὁ ἐναγόμενος γένηται κληρονόμος τῷ ἐγγυητῇ, σβέννυται ἡ τοῦ ἐγγυητοῦ ἐνοχὴ, καὶ ἀπαιτεῖται ὡς πρωτότυπος, καὶ ἐὰν χρήσηται παραγραφῇ ἁρμοζούσῃ ἐγγυητῇ, ἐκβάλλεται δόλου παραγραφῇ.

11

pr.Καὶ κεφ. ιθ΄ς θέ. δ΄. „Ἐὰν ὁ ἐπερωτήσας γράψῃ τὸν ἐναγόμενον κληρονόμον, ἀφανίζεται ἡ ἐνοχὴ τοῦ ἐγγυητοῦ εἴτε φυσικὴ ἦν εἴτε πολιτικὴ ἡ κατὰ τοῦ ἐναγομένου ἐνοχή· οὐδεὶς γάρ τινι ὑπὲρ ἑαυτοῦ ἐνέχεται. εἰ δὲ ὁ ἐπερωτήσας ποιήσει τὸν ἐγγυητὴν κληρονόμον, μόνη ἡ τῆς ἐγγύης ἐνοχὴ ἀπόλλυται. καὶ θέ. τελευταῖον· „ἐὰν ὁ ἐγγυητής κληρονομήσῃ τὸν ἐπερωτήσαντα, οὐ τὴν τῆς ἐγγύης ἀγωγὴν ὀφείλει κινεῖν κατὰ τοῦ ἐγγυηθέντος, ὡς δοκῶν ἑαυτῷ καταβαλεῖν, ἀλλὰ τὴν τῆς ἐπερωτήσεως.

12

pr.Καὶ κεφ. κβ΄ σ· „Ἐὰν ὁ πρωτότυπος γένηται κληρονόμος μερικῶς τῷ ἐγγυητῇ, κατὰ τὸ μέρος αὐτοῦ σβέννυται ἡ τῆς ἐγγύης ἐνοχή· καὶ οὐ δύναται ὁ ἐπερωτήσας κατὰ τῶν λοιπῶν τοῦ ἐγγυητοῦ κληρονόμων εἰς ὁλόκληρον κινεῖν, ἀλλὰ πρὸς τὰ μέρη αὐτῶν, καὶ αὐτοὶ κατὰ τοσοῦτον κινοῦσι τὴν τῆς ἐγγύης ἀγωγὴν κατὰ τοῦ χρεώστου.

13

pr.„Ἐὰν ὁ δανειστής κληρονομήσῃ τοῦ χρεώστου, τῷ λόγῳ τῆς συγχύσεως καὶ ὁ ἐγγυητὴς ἐλευθεροῦται. εἰ δὲ ἀπὸ δύο ἐναγομένων ἐπερωτώντων τὸν ἕνα κληρονομήσει, ἐναγόμενος ὁ ἐγγυητὴς ἔχει παραγραφήν. καλῶς δὲ ὁ δανειστὴς ἐνάγει τῷ περιόντι χρεώστῃ εἰς ὁλόκληρον, εἰ μὴ ἦν μεταξὺ τῶν δύο ἐναγομένων κοινωνία· ἢ εἰς μέρος, [ἐὰν] ἦν κοινωνία. ἐὰν δὲ ὁ δανειστὴς κληρονομήσῃ τοῦ ἐγγυητοῦ ἢ ὁ ἐγγυητὴς τοῦ δανειστοῦ, οὐκ ἐλευθεροῦται ὁ χρεώστης.

14

pr.Καὶ βι. ιθ ' τί. ς ' κεφ. ιβ΄'· „Ἐὰν πρὸ τῆς τοῦ τιμήματος καταβολῆς ἡ δεσποτεία τοῦ πραθέντος στασιασθῇ, οὐ δίδωσιν ὁ ἀγοραστὴς τὴν τιμὴν, εἰ μὴ λάβῃ περὶ ἐκνικήσεως ἀξιοπίστους ἐγγυητάς.

15

pr.Ὅτι ἐγγυήσατο ὁ υἱὸς τὸν αὐτοῦ πατέρα ὥστε διηνεκῶς καθυπηρετεῖν τοῦτον βασιλείῳ πατρικίῳ τῷ σκληρῷ, εἰ δὲ μὴ, ἐκτίσματι χρυσικῆς ποσότητος ἑαυτὸν ὑποτέθεικε. καὶ προσελθὼν τῷ μαγίστρῳ ἀπηλλάγη τῆς ἐνοχῆς, ψηφισαμένου ἐκείνου οὕτως· τὸ γεγονὸς ἐγγυητικὸν σύμφωνον, εἰ καὶ ἐκτίσματι χρυσικῆς ποσότητος ὠχύρωτο, πάντη παράνομον ἐτύγχανεν, ὡς μικροῦ τὴν ἐλευθερίαν ἀφηρημένον τοῦ ἐγγυηθέντος. παρανόμου δὲ τοῦ συμφώνου ὄντος οὐδὲ ἡ γενομένη ἐπερώτησις κρατεῖ. ἔνθεν τῆς μὲν ἐγγύης ἠλευθέρωται, οἷα μηδὲ τὴν ἀρχὴν ἔνοχος γεγονώς· δεδικαίωται δὲ ἀπολαβεῖν καὶ ὅσα συστήσῃ νομίμως δικαιωθῆναι χάριν ὧν διώκησεν ὁ ἐγγυηθείς.

16

pr.Ὅτι δανείσας τὶς ἑτέρῳ νομίσματα ν ' ἔλαβεν ἐπὶ τούτοις καὶ ἐγγυητὴν, εἶτα καὶ ἕτερα δανείσας αὐτῷ, καὶ κατὰ μέρος δανείζων καὶ ἀπολαμβάνων χρυσίον, τέλος ἀγνώμονος ἐπειράθη τοῦ χρεώστου. διὸ καὶ προσῆλθε τῷ μαγίστρῳ, καὶ ἀπορίας ἀναφανείσης τῷ χρεώστῃ ἐπειρᾶτο κατέχειν τὸν ἐγγυητήν. ὁ δὲ μάγιστρος ἐσημειώσατο οὕτως· τοῦ δὲ πράγματος ἠκριβωμένου διέγνωσται, ὡς ξ΄ μὲν καὶ γ ' δεδάνεισται, καταβέβληται δ᾽ ἐκ τούτων κζ ', καὶ ἐπειρᾶτο ὁ δανειστὴς τὸν ἐγγυητὴν τὰ λς ' ἀπαιτεῖν. ἀλλ᾽ οὐκ ἔδοξεν εὐθὺς τοῦτο. ἐπὶ γὰρ μόνοις τοῖς ν΄ νομίσμασιν ὁ ἐγγυητὴς ἔνοχος γέγονε, καὶ εἰκότως ὅσα μετὰ τὴν ἐγγύην τῷ δανειστῇ παρεσχέθη, εἰς τὴν τῶν ν ' νομισμάτων ὁμολογίαν ἐδέχθη. οὐκοῦν ὑπεξαιρε θέντων τῶν κζ ' νομισμάτων ὁ ἐγγυητὴς εἰς κγ ' νομίσματα και ταδεδίκασται. ἕξει δὲ ἀγωγὴν ὁ δανειστὴς εὑρίσκειν περιουσίαν τοῦ πρωτοτύπου, κακεῖθεν ἱκανοῦσθαι τὰ ιγ ' νομίσματα.