IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.64

Περὶ πλαστοῦ.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ὁ κινῶν περὶ πλαστοῦ κἂν κινήσεως ἀπαλλάξῃ τὸν πλαστογράφον, οὐδὲν ἐκεῖνος ἐξ αὐτοῦ κερδαίνει μὴ ἔχων ἕτερον ἰσχυρὸν δίκαιον εἰς ἀπόλυσιν ὧν ἐπιζητεῖ, ἀλλὰ τῷ δημοσίῳ πᾶσα οὐσία ἁρμόζει τοῦ πλαστογράφου, ἐξαιρουμένων δηλαδὴ τῶν γυναικείων καὶ τῶν ἄλλως τοῖς παισὶν ἁρμοζόντων. δίδονται δὲ λ΄ ἡμέραι εἰς διάσκεψιν τοῖς ὑποσχομένοις ἐλέγχειν τὸ πλαστὸν, καὶ μετὰ τὴν τριακονθήμερον ἀσφαλίζονται, καὶ ἀτονοῦντες ἐλέγξαι ὑπόκεινται. εἰ δὲ ἔσωθεν τῆς τριακονθημέρου ἀσφαλίσονται καὶ οὐ δυνηθῶσιν ἀπελέγξαι τὸ πλαστὸν, οὐχ ὑποπίπτουσι τῷ ἐγκλήματι, ἀλλὰ ἀφίενται ὡς παρὰ· τὸν νόμον ἀσφαλισάμενοι. τοιοῦτον ἔλεγεν ὁ πατρίκιος κινηθῆναι ἐνώπιον τοῦ βασιλέως, καὶ ὑποσχέσθαι μὲν᾿ τὸν κινοῦντα ἐλέγξαι τὸ πλαστὸν καὶ ἀσφαλίσασθαι ἐντὸς τριακονθημέρου, μετὰ δὲ ταῦτα μὴ δυνηθέντα τὸν ἀσφαλισάμενον ἀπελέγξαι τὸ προτεινόμενον, παραστῆναι τῷ βασιλεῖ παρὰ πάντων τῶν κριτῶν καταδικαζόμενον ὡς ψευδῶς ἀσφαλισάμενον. ἀντιστῆναι δὲ τῷ τεπειγάνῳ καὶ τῷ δεκαπολίτῃ καὶ βάρδᾳ τῷ βέστῃ τὸν πατρίκιον τότε λιτὸν κριτὴν ὄντα, καὶ πεῖσαι αὐτοὺς ἀδίκως παρανομοῦντας εἰς τὸν ἄνθρωπον μὴ ἐννόμως ἀσφαλισάμενον, καὶ διὰ τοῦτο ἀφεῖναι τοῦτον· τοῦ ἐγκλήματος. εἰπόντος τότε συμεῶνος τοῦ μαγίστρου καὶ λογοθέτου· (παρῆν γὰρ κἀκεῖνος·) ὡς δικαίως λέγει [ὁ] νέος εὐστάθιος, ἡμεῖς δὲ ἀσκόπως ποιήσαντες ἔτι καὶ παρὰ τὸν νόμον τὸν ἄνθρωπον κατεδικάζομεν. ἀνάγν. βι. κβ΄ τί. α΄ κεφ. νή· „ἐάν τις προσφέρει τινὰ γραφὴν, ὀφείλει αὐτὴν ἀποδεικνύειν ἀληθῆ, ἐπεὶ εἰ μὴ ἀποδείξει, πλαστογραφίας λόγον ὑφέξει.

2

pr.Ὅτι πλαστόν ἐστι τὸ διὰ χειρῶν πλαττόμενον πᾶν, τὸ δὲ τοῦ νόμου πλαστόν ἐστι τὸ τὸν μὴ χρεωστοῦντα γράψαι χρεωστεῖν μοι, καὶ μιμήσασθαι μὲν τὴν αὐτοῦ γραφὴν καὶ τὴν τῶν μαρτύρων· τὸ δὲ ὡσανεὶ πλαστόν ἐστι τὸ τὸ χρέος ἀφανίσαι, οἷον τὸ εὑρεῖν με ὁμολογίαν μου καὶ σχίσαι, ἢ συμβαλλόμενα δικαιώματα τῷ ἀντιδίκῳ μου ἀποκρύψασθαι, ἢ διαθήκην ἀφανίσαι. ἔλεγε δὲ ὁ μάγιστρος διαφορὰν τοῦ πλαστοῦ πρὸς τὸ ὡσανεὶ πλαστὸν, ὅτι τὸ μὲν πλαστὸν ποιεῖ τὸ μὴ ὂν γενέσθαι ὂν, τὸ δὲ ὡσανεὶ πλαστὸν ἀφανίζει τὸ ὂν μὴ εἶναι. τὸ γὰρ ξέσαι γράμματα καὶ ποιῆσαι τὴν διαθήκην μὴ ἀναγινώσκεσθαι ἢ τὸ χωρίον μὴ νοεῖσθαι, ἀληθῆ μὲν εἰσὶ, ὡσανεὶ δὲ πλαστὰ ἐγένοντο μὴ δυναμένου ἀναγνωσθῆναι ὅπερ ἔχουσι καὶ δηλοῦσιν.

3

pr.Ὅτι ἐκ πλαστῶν τις δικαιωμάτων λαβὼν ἀμπελῶνα τῆς ἁρμοζούσης τῷ ἐγκλήματι πλαστογραφίας ἐμποινίμου διὰ μὲν φιλαγαθίαν ἀφήθη, κατεδικάσθη δὲ δοῦναι καὶ τὰς μειώσεις τῶν ἀμπελώνων καὶ τοὺς καρπούς. φησὶ γὰρ βι. κβ΄ τί. ά κεφ. λά· εἰ καὶ μὴ χρὴ γενέσθαι προχρονισμὸν, ὅμως πρὸς τοὺς ἐκ συναινέσεως τοῦτο ποιήσαντας οὐχ ἁρμόζει τὸ τοῦ πλαστοῦ ἔγκλημα· μᾶλλον γὰρ ὁ χρεώστης ἤπερ ὁ δανειστὴς ἥμαρτε. καὶ κεφ. οθ΄ '· „ἐάν τις προαγάγῃ χάρτην καὶ ἀποδείξῃ αὐτὸν ἀληθῆ, οὐκέτι προκομίζει αὐτὸν, ἐὰν μὴ ὀμόσῃ ὁ αἰτῶν ὅτι οὐ συκοφαντικῇ προαιρέσει ἐπεζήτει αὐτόν. ἄχρι δὲ καταδίκης ἔξεστι διαβάλλειν τὸν χάρτην ὡς πλαστόν. ἐὰν γὰρ καταδίκη γένηται καὶ μηδὲ ἔκκλητος παρακολουθήσῃ, οὐκ ἔξεστι τὸν ἅπαξ ἀληθῆ ἀποδειχθέντα χάρτην ὡς πλαστὸν διαβάλλειν.

4

pr.Ὅτι συναινέσαντος τοῦ ὀφειλέτου καὶ τοῦ δανειστοῦ ἡμαρτήθη προχρονισμὸς ἐν τῷ ἐγγράφῳ εἰς περιγραφὴν ἑτέρου δανειστοῦ, καὶ ὁ δεύτερος δανειστὴς ὑποδείξας τὸ πλαστὸν ἔγγραφον ἐνίκησε τὸν πρῶτον. εἶτα ὁ μάγιστρος κινηθείσης τῆς δίκης καὶ ἐλεγχθέντος τοῦ πλαστοῦ καὶ τοῦ προκομίσαντος εἰς λεπτὰ τοῦτο διατεμόντος ἔγραψεν οὕτως· ἐδικαιώθη ὁ πρῶ τος δανειστὴς.... καὶ ἀπέλαβεν ἃ ἀφηρέθη ἀζημίως μετὰ καρπῶν καὶ πάντων. ἑτέραν δὲ τιμωρίαν οὐκ ἐπήγαγεν.

5

pr.Ὅτι ὁ λιμογάλακτος κατέκαυσε τὰ σύμφωνα τῆς γυναικὸς αὐτοῦ, καὶ ἡ μὲν τῆς προικὸς ποσότης εὑρέθη ἐξ ἑτέρων δικαιωμάτων, ἡ δὲ τοῦ ὑποβόλου κατὰ τὸ ἥμισυ τῆς προικὸς ἐκρίθη, καὶ τὸ θεώρετρον κατὰ τὸ ἔθιμον, ἡ δὲ ποινὴ τούτου κατεψηφίσθη πλαστογραφίας, κἂν συνεχωρήθη καὶ παρὰ τῆς γυναικός. ἔκρινε γὰρ ὁ μάγιστρος οὕτως· πολλῶν ἁρμοζουσῶν ἀγωγῶν κατ᾿ αὐτοῦ ὅδε πρᾳείας ἔτυχε καὶ ὁμαλῆς τῆς ἀποφάσεως. καὶ γὰρ ὁ μὲν τῶν νόμων φησί· πλαστόν ἐστι τὸ μιμήσασθαι χειρόγραφον ἑτέρου ἢ διαῤῥῆξαι ἢ μεταγράψαι, ὁ δέ· „ὁ ἐν λογισμοῖς ἢ διφθέραις ἢ πινακιδίοις ἀσφραγίστοις ποιήσας τὶ πλαστὸν ἢ ἀπαλείψας ὑπόκειται τῷ πλαστῷ, καὶ οἱ διαθήκας ἢ ἕτερά τινα δικαιώματα ἢ λογισμοὺς πιστευθέντες καὶ ἀποκρύπτοντες πρὸς τὸ μὴ δειχθῆναι τὸ ἀληθὲς τῷ τῆς πλαστογραφίας ἐγκλήματι ὑπόκεινται. εἰ δὲ τὸ κρύψαι ἢ διαῤῥῆξαι ἢ ἀπαλεῖψαι κεκόλασται, δηλονότι τὸ κατακαῦσαι ἢ ὡς ταὐτὸν τούτοις ἢ ὡς τι πλέον ἔχει, τοῦ ἐγκλήματος οὐκ ἀπήλλακται. καὶ νόμος ἕτερος· „ὁ μὴ ἀποκρύψας ἀλλ᾽ ἀπαλείψας τὸ δικαίωμα οὐ μόνον τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῆ, ἀλλὰ καὶ τῷ ἀκουϊλίῳ ἐνέχεται. κατέχεται καὶ τῇ περὶ ἀποκρυβέντων πραγμάτων ἀγωγῇ καὶ τῇ περὶ τῶν ὑπαρχόντων ἐὰν κληρονομιαῖα εἴησαν τὰ δικαιώματα. καὶ ἄλλος νόμος· „χειρογράφου ἀπαλειφθέντος χώρα τῷ ἀκουϊλίῳ, καὶ „ὁ διαθήκην ἢ ἄλλο δικαίωμα παρατεθὲν αὐτῷ ἀπαλείψας ὡς μὴ ἀναγινώσκεσθαι, καὶ τῇ ἀγωγῇ τῇ περὶ παραθήκης καὶ τῇ ἀποκρυβέντων πραγμάτων καὶ τῷ ἀκουϊλίῳ ἐνέχεται.

6

pr.Ὅτι προεκομίσθη σημείωμα τοῦ κριτοῦ πελοποννήσου καὶ ἑλλάδος, καὶ εἶχεν ἡ ὑπογραφὴ ἡ τοῦ κριτοῦ πταῖσμα· τὸ γὰρ πρὸ τοῦ λάμβδα ε τῆς ἑλλάδος ἐψίλατο. καὶ ὁ ἀντίδικος ἐκ τούτου ἔλεγε κριθῆναι πλαστὸν τὸ ὑπόμνημα. ἀλλ᾽ ὁ μάγιστρος οὐκ ἐδέξατο εἰπὼν οὕτως· εἴγε πρὸς ἑτέροις ὄντος τοῦ δικάζοντος ἐν τῷ ὑπογράφειν λογισμοῖς τὸ ὀλίσθημα συμβέβηκεν, οὐδὲν ὑποστήσεται πρόκριμα ὁ τοῦτο προκομίζων, δυνάμενος ἑτέρωθεν δεικνύειν τοῦτο ἀληθές· νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει.