Peira 1.63
Περὶ ἁρπαγῆς.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ὁ μάγιστρος γράψαντος τοῦ βασιλέως κυροῦ ῥωμανοῦ ἵνα τῶν συναραμένων πράγματα δημευθῶσιν, ἀντεῖπον οἱ δικασταί, ὅτι εἰ μὲν ὡς ἀπὸ ἐξουσίας ἢ ἀποφάσεως γέγραπται, διορθώσεως οὐ δεῖται· εἰ δὲ πρὸς τὸν νόμον, ὀφείλει γινώσκειν ἡ ἁγία βασιλεία σου τὸν νόμον διοριζόμενον τὰ πράγματα τῶν ἁρπασάντων καὶ βοηθησάντων ἐν τῇ ἁρπαγῇ τῆς δεσποτείας γίνεσθαι τῶν βιασθεισῶν γυναικῶν, τοὺς μέντοιγε συνειδότας ἢ ὑπηρετήσαντας ἢ ὑποδεξαμένους ἢ οἱανδήποτε σπουδὴν τῷ ἅρπαγι συνεισενεγκόντας ποιναῖς μόναις ὑποβάλλεσθαι, οὐ μὴν καὶ εἰς πράγματα ζημιοῦσθαι.· [β΄.] Ὅτι γυνὴ ὑποστᾶσα ἁρπαγὴν ἔλεγε καὶ πράγματα. τοὺς εἰσελθόντας εἰς τὴν οἰκίαν αὐτῆς ἁρπάσαι, καὶ ὁ μάγιστρος εἶπε μὴ ὀφείλειν ὀμόσαι τὴν γυναῖκα τί ἀπώλεσε, λεγόντων τινῶν· ὀφείλει ὀμνύειν καὶ ἀπολαμβάνειν ταῦτα.· τὴν γὰρ᾽ περιουσίαν τοῦ ἅρπαγος, ἔφη, λαμβάνουσα καὶ τῶν συνεισφρησάντων αὐτῷ εἰς τὸν οἶκον αὐτῆς ὡς βούλεται ταῦτα λογιζέσθω, εἴτε ὡς χρέους ἱκάνωσιν εἴτε [ὡς] ἐκδίκησιν ὧν ὑπέστη. ἐὰν δὲ ἡ περιουσία τοῦ ἅρπαγος καὶ τῶν εἰσελθόντων [σὺν] αὐτῷ εἰς τὸν οἶκον εἰς τὴν ποσότητα τοῦ λεγομένου ἁρπαγῆναι χρυσίου οὐκ ἀρκεῖ, ἡ γυνὴ ὀφείλει κινδυνεύειν εἰς τοῦτο. οἱ γὰρ μὴ εἰς τὸν οἶκον αὐτῆς εἰσελθόντες δηλονότι οὐδὲ πράγματα ἔλαβον, οὐδὲ ὑπεστιν αὐτῇ ἀγωγὴ περὶ τούτου κατ᾿ αὐτῶν, ἀλλὰ περὶ συνειδήσεως καὶ ὑποδοχῆς δύναται ἐνάγειν κατ᾿ αὐτῶν.
3
pr.Ὅτι σκοπεῖσθαι χρὴ ἐν ταῖς ἀφαιρέσεσι τῶν ὑποστάσεων τῶν ἁρπάγων καὶ τῶν συναραμένων αὐτοῖς ἤγουν τῶν συνελθόντων μετὰ τοῦ ἅρπαγος εἰς τὸν οἶκον, ἐὰν ἔχωσιν οὗτοι γυναῖκας προῖκας χρεωστουμένας καὶ ἄλλα τινὰ νόμοις ἐγνωσμένα, καὶ κατὰ τὸν νόμον προϋπεξαιρεῖν τὰ διδόμενα αὐταῖς··· ἐὰν καὶ στρατείας ἔχωσι, συντηρεῖν ἀμειώτους ταύτας κατὰ τὸ ὡρισμένον ἐκ τοῦ νόμου ποσόν. καὶ ἐὰν πολλάκις τινὲς ἀναιρεθῶσιν ἐν τῇ ἁρπαγῇ, εἰ μὲν τοῦ μέρους τῶν ἁρπαζόντων εἰσὶ, χρὴ αὐτοὺς ἀνεκδικήτους καταλιμπάνεσθαι· εἰ δὲ ἐκ τῶν ὑπερμαχούντων τῆς γυναικὸς, καὶ ἔχουσι γυναῖκας καὶ παῖδας, δεῖ τὴν γυναῖκα προσταχθῆναι τὴν λαμβάνουσαν τὰς ὑποστάσεις τῶν ἐπελθόντων ποιῆσαι καὶ τὴν τούτων πρόνοιαν ἁρμοζόντως.
4
pr.Ὅτι τὸ λέγειν τὸν νόμον τὰ πράγματα τῶν ἁρπα` σάντων [καὶ τῶν βοηθησάντων] αὐτοῖς ἐν τῇ ἁρπαγῇ τῆς δεσποτείας γίνεσθαι τῶν βιασθεισῶν γυναικῶν, τοὺς μέντοιγε συνεισενεγκόντας ποιναῖς μόναις ὑποβάλλεσθαι, οὕτως ἡρμήνευσεν ὁ μάγιστρος, ὅτι οἱ μὲν συνεισελθόντες εἰς τὸν οἶκον τῆς γυναικὸς ἢ ἔξωθεν ἱστάμενοι μετὰ τοῦ ἅρπαγος καὶ συνεργοῦντες αὐτῷ, οὗτοι πρὸς ταῖς ποιναῖς ἀφαιροῦνται καὶ [τὰ] πράγματα· οἱ δὲ ὑπουργήσαντες, τουτέστι δεξάμενοι τὸν ἅρπαγα, ὥστε μεῖναι τῇ ἑσπέρᾳ ἢ πρὸ τῆς ἁρπαγῆς ἢ μετὰ τὴν ἁρπαγὴν ἐν τῇ οἰκίᾳ αὐτῶν, ἢ ὑποδείξαντες αὐτῷ ὁδὸν, δι᾿ ἧς ἔλα θοι εἰς τὴν οἰκίαν τῆς μελλούσης ἁρπαγῆναι, ἢ χορηγήσαντες αὐτῷ λαὸν, ἢ ἵππους ἢ τινα ἑτέραν συνέργειαν δεδωκότες, οὗτοι μόνας τὰς γεγραμμένας ποινὰς ὑπομένουσιν οὐ μέντοιγε καὶ ἀφαιρέσεις τῶν ἰδίων πραγμάτων ὑφίστανται. καὶ τοῦτο εὐρίσκεσθαι ἔλεγέν ὁ μάγιστρος περὶ τὰ μέσα τοῦ τίτλους σαφῶς, καὶ ἐρίσαι περὶ τούτου τοὺς μεγάλους τῶν δικαστῶν καὶ νικῆσαι καὶ κυρωθῆναι τὴν κρίσιν αὐτοῦ.
5
pr.Ὅτι᾿ ὅτε μετὰ πλήθους ἀφίκεταί τις εἰς οἰκίαν τινὸς, καὶ εἴτε ἄκουσαν εἴτε ἑκοῦσαν ἁρπάσει γυναῖκα, ἁρπαγὴν πλημμελεῖ καὶ τιμωρεῖται· ὅτε δὲ μόνος ἀπέλθῃ, μή τινας ἔχων τοὺς συνυπουργηκότας, καὶ ἀφανῶς τὴν γυναῖκα ἑαυτὴν προδεδωκυῖαν ἀφελέσθαι θαῤῥήσει, οὐχ ἁρπαγὴν ἀλλὰ φθορὰν παρθένου ἁμαρτάνει. καὶ οὕτως ἐκρίθη παρὰ τοῦ παλαιοῦ κένσωρος εἰς τὴν δίκην τοῦ πρωτοκαράβου.