Peira 1.62
Περὶ συγγενείας ἀγχιστῶν καὶ πατρώνων.
Abrir no leitor do IusCommune →1
pr.[,, Επειδή τινα δίκαια καὶ μεταξὺ τῶν ἀγχιστῶν συνίσταται, οὐκ ἐστὶν ἀλλότριον] ἐν τούτῳ τῷ τόπῳ περὶ ἀγχιστείας συντόμως διαλαβεῖν. ἀγχισταὶ δὲ εἰσὶν οἱ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς συγγενεῖς, διὰ τοῦτο λεχθέντες ἀγχιστεῖς, ἐπειδὴ δύο συγγένειαι ἀλλότριαι καὶ διάφοροι πρὸς ἑαυτὰς διὰ τῶν γάμων συνάπτονται, καὶ ἑκάτερος τῶν συναφθέντων εἰς τὸ ὁροθέσιον τῆς τοῦ ἄλλου συγγενείας προστίθεται, ἐπειδὴ συναπτέας ἕνεκε τῆς ἀγχιστείας γίνονται οἱ γάμοι. ταύτης τῆς προθεωρίας τὴν γνῶσιν ἔχομεν ἔκ τε τῶν νόμων τῆς διακατοχῆς καθ᾽ οὓς ὁ πορνογενὴς καὶ κληρονομεῖ καὶ κληρονομεῖται, ἔκ τε τῶν περὶ υἱοθεσιῶν, καὶ ἐκ τοῦ περὶ γάμων νόμου καὶ τοῦ ὅρου τούτου καὶ τῆς γενομένης λεγιτίμας συγγενείας τοῖς ἐκ τῶν γάμων τικτομένοις παισίν.
2
pr.Ὅτι τῆς ἀγχιστείας γενάρχαι τυγχάνουσιν οἱ συναφθέντες πρὸς γάμον. τὸ δὲ γεννῆσαν οἰκειότητα οὐκ ἄν ποτε πρὸς ἑαυτῷ ἀνοικείως σχοίη ἢ ἀνοίκειον ὀνομασθείη. ἐπεὶ δὲ τοῖς νόμοις ἐγνωσμένον ἐστὶν, ὅτι μία μὲν ἐστὶ συγγένεια ἡ φυσικὴ, ἑτέρα δὲ ἡ λεγιτίμα τὴν θέσιν εἰσάγουσα, τὴν ἐκ τῶν δύο τούτων, φύσεώς τε καὶ νόμου, συνισταμένην συγγένειαν λεγιτίμαν τίποτ᾽ ἂν ὀνομάσειέ τις ἢ οὐδὲν, καὶ τοσοῦτον αὐτὸν˙ ἠδίκηκεν ὁ τοῦ πατρὸς γάμος; ἀλλ᾽ ἕως οὗ πείσει τὶς μὴ γῆ τυγχάνειν ἐκ γῆς γεγονὸς, οὔτε τὸ πλακὲν ἐκ δύο συγγενειῶν συγγενείας νομίμης ἀλλοτριώσει. καὶ πάρεστιν ὁρᾶν τὸ δίκαιον τῶν συναπτομένων, ὅτι οὐ μόνον ἀγχιστείας ἀλλὰ καὶ γένους ἀρχὴ τυγχάνουσιν. συναπτόμενοι γὰρ ἀνὴρ καὶ γυνὴ ἅμα τῷ γάμῳ τὴν ἀγχιστείαν συνιστῶσιν ἀλλήλοις, καὶ προστίθεται τῷ ἀδελφῷ τοῦ ἀνδρὸς ἡ νύμφη καὶ τῇ ἀδελφῇ τῆς γυναικὸς ὁ γαμβρὸς, ἔπειτα γενομένων παίδων οἱ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἀδελφοὶ θεῖοι τῶν τικτομένων λέγονται, κἀντεῦθεν γένος νόμιμον ἀρχὴν λαμβάνει τὸ ἐξ ἀῤῥενογονίας καὶ θηλυγονίας μίαν νεωτέροις χρόνοις ἀπενεγκάμενον δύναμιν εἰς διαδοχήν. ὧν τοίνυν τὰ σπέρματα τῆς νομίμης ἀρχὴ γίνονται συγγενείας, οὐκ ἂν ἔγωγε τούτους οὐδὲν εἶναι πρὸς ἀλλήλους εἰπεῖν προαχθείην. ἐρυθριῶ γὰρ τὸν νόμον διδάσκοντα μὴ ἄλλως τῶν ἐκ πλαγίου συγγενῶν τοὺς βαθμοὺς μετρεῖν, πρὶν ἢ ἐπιστῶ τῷ αἰτίῳ τῆς γεννήσεως, κἀκ τούτου πρὸς ἑαυτὸν τοὺς ἀποδιεστῶτας ἑνώσω κλάδους ὥσπερ διὰ μιᾶς ῥίζης. τὸ δὲ οἰκειοῦν μὲν τὸν ἀνδρὰ [καὶ τὴν γυναῖκα] τοῖς ἀλλήλων συγγενέσι, ἀλλήλων δὲ τούτους ἀποδϊιστᾶν, οὐκ ἂν εἴη φρονίμων ἀνδρῶν.
3
pr.Ὅτι ἡ συγγένεια ὄνομά ἐστι γενικόν. τὸ δὲ γένος οὐχ ἓν εἶδος περιλαμβάνει, ἀλλ᾽ αἱ διαφοραὶ περιουσίαι᾽ ἀποτελοῦσι τὰ διάφορα εἴδη, καὶ οἷς ἔνεστι κοινωνία τούτοις καὶ διαφορά. οὐκ ἄρα πᾶσαι ὁμοειδεῖς συγγένειαι ἐξηρτημέναι τοῦ γενικοῦ τῆς συγγενείας ὀνόματος, ἀλλὰ διάφοροι, ὡς ὁ νόμος καὶ ἡ διαιρετικὴ γνῶσις, ἢ οὐδὲν διαφεύγει, πανσόφως ὑποτίθεται. οὐ γὰρ ἄνθρωπος καὶ ἵππος καὶ κύων ἓν εἶδος εἰσὶν, εἰ καὶ τῆς τοῦ ζώου φωνῆς ἀπῃώρηται.
4
pr.Ὅτι ἡ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς συγγένεια καὶ διαδοχὴ οὐ φυσικοῦ νόμου ἐστὶν, ἀλλὰ τοῦ πολιτικοῦ.
5
pr.Ὅτι καὶ αἱ τρισεξάδελφοι ἀκωλύτως εἰς γάμον συνιόντες ὅμως ή΄ πρὸς ἀλλήλους βαθμὸν ἐπέχοντες κλῆρον λαμβάνουσιν· ὀγδόου γάρ, φησι, βαθμοῦ συγγένεια, κἂν μὴ ὑπεισέλθῃ τὴν κληρονομίαν, ἔχει τὴν ἀπὸ τοῦ νόμου βοήθειαν.