Peira 1.61
Περὶ ὕβρεως.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ὑβρισθείσης γυναικὸς ἅμα καὶ τῷ ἀνδρὶ καὶ τᾳ πατρὶ καὶ τῇ γυναικὶ πρόσεστιν ἀγωγή.
2
pr.Ὅτι ἡ περὶ ὕβρεως καὶ δαρμοῦ ἀγωγὴ, ἐὰν μὴ κινηθῶσιν ἐντὸς ἐνιαυτοῦ, σβέννυται. καὶ εἰ μὴ ὁ ὑβρισθεὶς ἢ ὁ δαρεὶς κινήσει ταύτας, ἀλλὰ τελευτήσει, κινεῖ ὁ κληρονόμος αὐτοῦ.
3
pr.Ὅτι τῶν ὕβρεων αἱ μὲν εἰσὶν ἀτιμοποιαὶ, ὅταν διαῤῥήξῃ τὶς τὴν πίστιν τῆς κοινωνίας, ὅταν ὁ ἐγγυητὴς καταβαλών τι χρέος ἀγνωμονηθῇ παρὰ τοῦ χρεώστου, καὶ ὅτε δόλον τὶς περὶ τὴν καταθήκην ποιήσῃ. ὕβρεις γὰρ αὗται, καὶ ὁ διαλυόμενος δοκεῖ τὸ ἁμάρτημα ὁμολογεῖν καὶ ἀτιμοῦται. ἐπὶ δὲ τῶν λοιπῶν ὕβρεων, οἷον τῆς διὰ λόγων καὶ τῆς διὰ χειρῶν, ἀποπροσποιήσει καὶ δόσει λύεται τὸ ἔγκλημα χωρὶς ἀτιμίας.
4
pr.Ὅτι διοικητὴς ἔπεμψε καὶ ἔλαβεν εἰς φυλακὴν υἱόν τινος γεγονότα ἐπὶ τοῦ πάνθ..... καὶ τούτῳ δεσμὸν περιέβαλε καὶ εἱρκτῇ καθεῖρξε, καὶ ἐν ἀπειλημμένῳ τόπῳ ἔν τινι καταγωγῇ καχλάζων ἄνωθεν ἐπεχέθη ὕδωρ ὡς καταφλεγῆναι μὲν αὐτοῦ κεφαλὴν καὶ μετάφρενα, ἀνθρακωθῆναι δὲ τὰς σάρκας καταβραθέντος τῇ τοῦ θερμοῦ βίᾳ τοῦ δέρματος. καὶ κινηθείσης ὕστερον ἐπὶ τοῦ ἱπποδρόμου τῆς δίκης κατεδικάσθη ὁ διοικητὴς δοῦναι ὑπὲρ τῆς ὕβρεως τοῦ υἱοῦ νομίσματα ν ', ὑπὲρ δὲ τῆς ὕβρεως τοῦ πατρὸς καὶ ὅτι ὁ διοικητὴς πλείονα τῶν τελεσμάτων [ἀπῄτησε], νομίσματα ς΄. καὶ γὰρ τοσαῦτα ἐπεζήτει ὁ διοικητής. καὶ σημείωσις γέγονε τοῦ μαγίστρου ἔτι πρωτοσπαθαρίου τυγχάνοντος καὶ ἐτέθησαν νόμοι καὶ λογισμοὶ τοιοῦτοι· αἱ μὲν οὖν πρὸς ἄλληλα τῶν μερῶν ἀντιθέσεις τοιαῦται. οἱ δὲ τῷ πράγματι καθηγούμενοι δικασταὶ διχῆ τὴν ἀπόφασιν διεῖλον, καὶ τὴν μὲν τοῦ υἱοῦ ὕβριν ἐτιμήσαντο νομίσματα ν΄, τὴν δὲ τοῦ πατρὸς ἄλλως. φησὶ γὰρ ὁ νόμος· „υἱοῦ ὑβρισθέντος καὶ αὐτῷ [καὶ] τῷ πατρὶ αὐτοῦ ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγὴ, καὶ ἄλλως ἡ ἑκατέρου ἀποτιμᾶται ὕβρις. ἐὰν γὰρ τυχὸν ἀξιωματικὸς ἦν ὁ υἱὸς πλέον ὑβρίσθη, καί 2· „παιδὸς ὑβρισθέντος δύναται ὁ πατὴρ δύο κινεῖν δικαστήρια καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ τοῦ παιδός. κατεδικάσθη τοίνυν ὁ διοικητὴς δοῦναι νομίσματα ν ' τῆς πρὸς τὸν υἱὸν ὕβρεως ἕνεκεν. εἰ γὰρ καὶ τυχὸν κατὰ τὸν αὐτοῦ λόγον πρὸς τὴν ἀπαίτησιν τοῦ δημοσίου ἐξυπτίαζεν, ἐχρῆν μὲν δοῦλα σώματα ἢ πράγματα ἢ βοσκήματα κατ᾿ ἐνεχειρισμὸν ληφθῆναι, καὶ μὴ τὸν εὖ γεγονότα· ἐπεὶ δὲ τοὐναντίον ἐπράχθη, ἔδει τὸν υἱὸν ἀναδέσμῳ τηρεῖσθαι φυλακῇ ἐν τῷ ἀπλήκτῳ τοῦ διοικητοῦ, ἀπειρόκακον ἄνθρωπον καὶ μικροῦ νηπιάζοντα, ἀλλὰ μὴ δεσμῷ καὶ εἱρκτῇ κατακριθῆναι καὶ οὕτω παραῤῥιφθῆναι, ὡς ἐμπρησμῷ καὶ μεγάλῃ περιπεσεῖν συμφορᾷ. ταῦτα γὰρ δὴ τὴν τραχεῖαν ὕβριν εἰσάγει, ὅτι ὁ νόμος φησίν· „ὁ ὠθῶν τινα ἢ μαστιγῶν ἢ κατὰ βίαν εἰς οἶκον εἰσιὼν ἐκ τοῦ κορνηλίου νόμου τῇ περὶ ὕβρεως ἀγωγῇ ὑπόκειται. οὕτω μὲν τὰ περὶ τοῦ υἱοῦ. ὁ δὲ πατὴρ, εἰ μὲν δειχθῇ ὅτι κατὰ τὴν τοῦ διοικητοῦ ἔνστασιν τόσα χρεωστῶν οὐχ ὑπέκυπτε τῇ ἐκτίσει, τότε εἰς αὐτὸν ὁρᾶν οὐδεμία προβέβηκεν ὕβρις· εἰ δὲ οὕτω συστήσῃ, ὡς με νομίσματα ἐχρεώστει καὶ εἰς δὶς τοσαῦτα εἵλκετο, αὐτὸς μὲν τραχεῖαν ὕβριν ὑποστῆναι δοκεῖ, οἷς ὁ υἱὸς αὐτοῦ τετιμώρηται καὶ οἷς αὐτὸς κεκωμῴδηται ὡς ἔνοχος διασυρόμενος ἐφ᾽ οἷς οὐκ ἐνείχετο. καὶ τὸν διὰ σκυλμὸν γάρ τινα εἰς δικαστήριον καλοῦντα καὶ τὸν μὴ χρεωστοῦντα ὡς χρεώστην τινὰ ἀποκαλοῦντα ὕβρεως χάριν ὑποκεῖσθαι, νόμοι φασίν. ὁ δὲ διοικητὴς διὰ μὲν τὸν λέγοντα νόμον· „ἐὰν ὁ ἄρχων ἢ ὡς ἰδιώτης ἢ ὡς θαῤῥῶν τῇ ἀρχῇ ὑβρίσας ἐνάγηται, ὑποκείσεται τῇ περὶ ὕβρεως ἀγωγῇ, διά τε τὸν [περὶ] περισσοπρακτοῦντος νόμον διπλάσια μὲν ἐκτίνειν δίκαιος ἦν, ἀρκέσει δὲ τούτῳ διά τε τὴν ὕβριν καὶ τὴν περισσοπραξίαν δοῦναι νομίσματα ς '.
5
pr.Ὅτι ὁμάγιστρος ἔλεγεν ὅτι ὁ λέγων νόμος· „καὶ δούλου ὑβρίσαντος ὁ δεσπότης ὑβρίζειν δοκεῖ καὶ ἐκ τῶν ἁμαρτημάτων τοῦ δούλου οἱ δεσπόται καταδικάζονται οὐ τοῦτο λέ γει, ἵνα ὑποπέσῃ ὁ δεσπότης τοσούτῳ ἐπιτιμίῳ ὅσῳ αὐτὸς ὑβρίσας ὑπέπεσεν ἂν, ἀλλ᾽ ἵνα μὴ λέγῃ ὁ δεσπότης· οὐκ ἐγὼ προετρεψάμην, οὐκ ἐγὼ εἶπον, καὶ διὰ τοῦτο οὐ δίκαιός εἰμι ὑποσχεῖν τιμήν· ἀλλ᾽ ἐκ παντὸς ὑποπίπτει ὁ δεσπότης ποινῇ, καὶ εἴπερ ἐστὶν ἡ ὕβρις τραχεῖα, καὶ μέχρι τῆς τοῦ δούλου τιμῆς καταδικάζεται. βουλομένου δὲ τοῦ ὑβρισθέντος ἢ παρέχει τὸν δοῦλον εἰς νόξαν, ἢ μὴ παρέχων τὸν δοῦλον σχεδὸν καὶ εἰς τὸ πᾶν τῆς ὕβρεως καταδικάζεται.
6
pr.Ὅτι ἐν τῷ ἱπποδρομίῳ ἱστάμενός τις κανδιδάτης λόγους ὑβριστικοὺς μὲν, οὐ τραχεῖς δὲ, οἷον· „ἐξαλειπτὰ ὃς που ἠφάνισας τὸν κόσμον, ἐῤῥίπτει κατὰ τοῦ πρωτοσπαθαρίου λέοντος καὶ πρωτονοταρίου τοῦ γενικοῦ. ὁ δὲ ὕβρισε τὸν κανδιδάτην· „κερατὰν κούρβας υἱὸν, ὁ δὲ ἀνθυπέφερε· „ὁ λέων ἦσαί, καὶ ὠργίσθη ὁ πρωτοσπαθάριος καὶ ἔτυψε τὸν κανδιδάτην καὶ ἐμάδισεν. ὁ δὲ ἀσκεπὴς εἰσῆλθεν εἰς τὸ κελλίον τοῦ μαγίστρου, ἐπιβοώμενος τὴν βοήθειαν καὶ διηγούμενος τὸ συμβάν. ὁ δὲ δρουγγάριος προσέταξε τῷ θεσμοφύλακι ἐξελθεῖν καὶ ἐρωτῆσαι μάρτυρας τοὺς ἀκούσαντας τῶν ὕβρεων καὶ ἰδόντας τὸν δαρμὸν, καὶ ὁ θεσμοφύλαξ ἧκε λέγων ὡς πολλοὶ μαρτυροῦσιν ὅτι πρῶτος ὁ κανδιδάτος ὕβριζε τὸν πρωτοσπαθάριον, εἶτα ὁ πρωτοσπαθάριος ἀνθύβρισε τραχέως, καὶ ἀνθυβρισθεὶς