Peira 1.60
Περὶ καθοσιώσεως καὶ δημεύσεως.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι τοῦ υἱοῦ τοῦ βούρτζη παραπεσόντος εἰς καθοσίωσιν, καὶ κληρονομίαν ἔχοντος ἐκ πατρὸς τελευτήσαντος τινὰ μὲν ῥητὴν τινὰ δὲ ὑπὸ αἵρεσιν, ὁ βέστης οὕτως ἐτύπωσε γενέσθαι τὴν ἀφαίρεσιν τῶν πραγμάτων αὐτοῦ.· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ τελευτῶν καὶ παῖδας καταλιπὼν τρεῖς ἐποίησε διαθήκην, καὶ ἑκάστῳ τῶν παίδων τινὰ μὲν ῥητὰ προσαφώρισε κτήματα, τὴν δὲ λοιπὴν ἀφῆκεν ὑπόστασιν τὴν μητέρα διελεῖν εἰς τοὺς παῖδας ὡς βούλεται. κατὰ ταύτην οὖν τὴν γνώμην τοῦ διαθεμένου προσέταξεν ὁ βέστης τὰ μὲν ῥητῶς καταλειφθέντα τῷ ἀποστάτῃ κτήματα ἀφορισθῆναι τῷ δημοσίῳ. ἐπεὶ καὶ ἡ μήτηρ σύμφωνον γαμικὸν ὑπόσχεσιν ἔχον ἐποίησε πρὸς τὸν υἱὸν ἀποστατήσαντα καὶ ὑπέσχετο κτήματα ὧν τὴν χρῆσιν ἑαυτῇ παρακατέσχεν, τούτων τὸ μὲν δίμοιρον ὥρισεν ἀφορισθῆναι τῷ δημοσίῳ, τὸ δὲ τρίτον καταλειφθῆναι τῇ μητρὶ ἐγ γύας διδούσῃ, ὡς παραφυλάξει τοῦτο δὴ τὸ τρίτον καὶ οὐκ ἐκποιήσεται, ἀλλὰ περὶ τελευτὴν αὐτῆς περισεσωσμένον εὑρεθήσεται τῷ· δημοσίῳ. ἀλλὰ καὶ τῆς διαθήκης τοῦ πατρὸς γραφούσης, ἵνα ἐάν τις τῶν παίδων τελευτήσῃ ἀδιάθετος τούτου ἡ κληρονομία προσγένηται τοῖς ἑτέροις παισὶ, καὶ τὴν τούτων ἀγωγὴν ἐχάρισε τῷ δημοσίῳ, ἵνα τινὸς τελευτῶντος τῶν παίδων ἀδιαθέτου αὐτὸν ὁ δημόσιος ὑπεισέλθῃ καὶ ἀντὶ τοῦ ἀποστάτου κληρονομήσῃ τὴν δωρεὰν τῆς διαθήκης.