Peira 1.59
Περὶ παραθήκης.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι φησὶν ὁ νόμος· „ἐὰν παραθήσεταί τις πράγματα ἢ νομίσματα καὶ κινεῖ τὴν περὶ παραθήκης ἀγωγὴν περὶ αὐτῶν, μὴ ἀντικαθιστάσθω αὐτῷ εἰς ἀντέλλογον μηδεμία ἀγωγὴ μηδὲ εἰ ἐξ ἄλλου παρακαταθέντος λέγηται αὐτὸς ἀντιχρεωστεῖν, ἀλλὰ τέως μὲν ἀποδιδόσθω τῷ πρώτως ἐνάγοντι ἡ παρακαταθήκη, λοιπὸν δὲ ἐκεῖνος, εἴ τινα ἔχειν οἴεται ἀγωγὴν, ἐν ἑτέρῳ κινήσει δικαστηρίῳ.
2
pr.Ὅτι ἡ περὶ παρακαταθήκης ἀγωγὴ οὐκ ἐστὶν ἐγκληματικὴ, ἀλλὰ χρηματική, οὐδὲ διὰ βασάνων ἀποδείκνυται.
3
pr.Ὅτι εἰ καὶ ἀτιμοποιός ἐστιν ἡ περὶ παρακαταθήκης ἀγωγὴ, ἀλλὰ πολλὴ διαφορὰ τῶν ἀπὸ συναλλαγμάτων καταγομένων ἀτιμοποιῶν πρὸς τὰς ἐξ ἁμαρτημάτων. αἱ μὲν γὰρ οὐ μετὰ καταδίκην᾿ ἀλλὰ καὶ πρὸ ταύτης ἀπὸ συμφώνου μόνου χρημάτων δοθέντων ἀτιμοῦσι τὸν φεύγοντα· διέξεισι γὰρ οὗτωσὶ νόμος· „ὁ ἰδίῳ καταδικασθεὶς ὀνόματι ἢ συμφωνήσας ἢ χρήματα δοὺς περὶ κλοπῆς καὶ ἁρπαγῆς πραγμάτων καὶ περὶ ὕβρεως καὶ περὶ δόλου ἀτιμοῦται (ὡς βι. κα τί. β΄ κεφ. δ΄ θέ. ε΄)· „ὁ γὰρ συμφωνήσας δοκεῖ συνομολογεῖν τὸ ἔγκλημα. αἱ δὲ ἀπὸ συναλλάγματος καταγόμεναι τὸν ὑπαχθέντα μὲν και ταδίκῃ σπιλοῦσι, τὸν δὲ τρόπῳ τινὶ τὴν δικαστικὴν ἀπόφασιν ἐξαλύξαντα ῥαντίσμασι σπίλου χραίνειν οὐκ ἴσασιν. καὶ τοῦτο νόμοι διδάσκουσι βι. τὸ αὐτὸ τί. ὁμοίως κεφ. ζ΄· „ἐπὶ τῶν συναλλαγμάτων ἀγωγῶν ἀτιμοποιῶν ὁ καταδικασθεὶς, οὐ μὴν σύμφωνήσας ἀτιμοῦται. καὶ δόγμα βασιλικόν· „ὅστις τὴν παρα· καταθήκην οὐκ ἀποκαθίστησιν ἰδίῳ ὀνόματι ἐναγόμενος καὶ καταδικαζόμενος εἰς τὴν ταύτης ἀποκατάστασιν μετὰ κινδύνου ἀτιμίας συνωθεῖται. καὶ τὴν διάταξιν ὁ θαλέλαιος ἐξηγούμενος „ὑπόστιξον εἰς τὸ κονδεμνάτους, φησὶν, „ἐξῆν γὰρ αὐτῷ πρὸ καταδίκης καταβάλλοντι φυγεῖν τὴν ἀτιμίαν.
4
pr.. Ὅτι οὕτως ὀφείλει γίνεσθαι ἡ παρακαταθήκη· „εἴ τις ἀσφαλῶς παρακαταθέσθαι βούλοιτο, μὴ μόνοις πιστευέτω τοῖς τοῦ λαμβάνοντος γράμμασιν, ἀλλὰ προσκαλείσθω μὲν καὶ μάρτυρας ὡς οἷόν τε σεμνοὺς καὶ πίστεως ἀξίους καὶ οὐκ ἐλάττους τριῶν, ἵνα μὴ ἐπὶ μόνων ἀρκώμεθα τῶν γραμμάτων καὶ τῆς τούτων ἀνεξετάσεως, ἀλλ᾽ εἴη τοῖς δικάζουσιν ἡ παρὰ τῶν μαρτύρων βοήθεια. καὶ γὰρ δὴ καὶ τοιαύτης μαρτυρίας προσιέμεθα, ὥστε παρόντας τοὺς μάρτυρας λέγειν, ὡς αὐτῶν παρόντων συνέγραψαν.
5
pr.Ὅτι ἀπὸ συγχρήσεως παρακαταθήκης τόκοι ἀπαιτοῦνται, καὶ φησὶν ὁ νόμος· „εἴτε τόκον ὁ τὴν παρακαταθήκην λαβὼν ἐκ τῶν παραδοθέντων αὐτῷ λάβῃ ἢ συγχρήσηται τοῖς παρακαταθεῖσι, δίδωσι τόκους. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλ− λων καλῇ πίστει ἀγωγῶν. τόκους δὲ ἀπῄτει ὁ μάγιστρος ἀπὸ συγχρήσεως τοὺς ἀπὸ τρίτου ἑκατοστῆς, συναπαιτήσας τούτοις καὶ τὸ ἐκ τῆς ὁλκῆς τοῦ χρυσίου διαφέρον· τραχὺ γὰρ ἦν.