Peira 1.58
Περὶ τῶν διδομένων ὅρων ἐν τῇ ἀπαντήσει.
Abrir no leitor do IusCommune →1
pr.Ὁ πατρίκιος ἔλεγε, τότε χρὴ δίδοσθαι τῷ χρεάστῃ τὴν τετράμηνον πρὸς τὸ καταβαλεῖν τὸ χρέος, ὅτε ἐστὶν εὔπορος τοῖς κτήμασι καὶ πράγμασιν, ἵνα ταῦτα μετ᾿ ἀδείας καὶ μὴ κατεπειγόμενος πωλήσῃ ἢ καὶ τυχὸν ἐνεχυράσας ἐπισωρεύσῃ τὸ χρέος. ὅτε δὲ ὁ χρεώστης τῶν ἀπόρων ἐστὶν, οὐ χρὴ δίδοσθαι τὴν τετράμηνον. οὐδεμία γὰρ γενήσεται οὔτε τῷ ὀφειλέτῃ οὔτε τῷ χρεώστῃ ὠφέλεια, εἰ μὴ καὶ μᾶλλον βλάβη, και ταδαπανῶντος καὶ ἀποκτωμένου καὶ ἅπερ νῦν ἔχει. μικρὰν οὖν ἔλεγε τούτοις δίδοσθαι προθεσμίαν δεῖν καὶ τέμνεσθαι τὴν δίκην, ἵνα μὴ πάλιν φιλονεικεῖαι ἐπ᾿ ἀνονήτοις γίνωνται καὶ ἡ τῆς δίκης ὑπόθεσις ἐπιπλέον ἐκτείνηται.
2
pr.Ὅτι τοῦ μελείου χρεωστήσαντος καὶ ἀφαιρεθέντος κτήματα, εἶτα κινήσαντος ὡς κακῶς ἐτιμήθησαν τὰ κτήματα, ἀπεφήνατο ὁ μάγιστρος δοῦναι τοῦτον τὸ χρέος καὶ ἀπολαβεῖν τὰ κτήματα. καὶ οὗτος ᾔτησε προθεσμίαν, καὶ ἐδόθη αὐ· τῷ μετὰ τὴν ποίησιν τῆς σημειώσεως μῆνες ἓξ καιρὸς, καὶ εἴπερ ὑπερεκπέσῃ καὶ τοῦτον τὸν ὅρον, ἐδικαιώθη ὁ ἀντίδικος δεσπόζειν τῶν κτημάτων.
3
pr.Ὅτι ἐκίνησέ τις κατά τινος περὶ ὀφφικίου, εἶτα ἀντετέθη, ὅτι διελύσατο καὶ ἔγγραφον ἀφείλατο, καὶ μὴ δεικνυμένου τοῦ πράγματος ἤτησεν ὅρκον, καὶ ὁ ἀντίδικος τὸν περὶ συκοφαντίας. καὶ ἐσημειώσατο ὁ μάγιστρος τελεσθῆναι τοὺς ὅρκους, οὐ μὴν εἰς ἀπέραντον ὑπερτίθεσθαι τούτους, ἀλλ᾽ εἰ μὴ δ΄ μηνῶν ἐντὸς τὴν διάλυσιν ἐμφανίσει δοκιμασθησομένην ἢ τὰ ἐψηφισμένα τελέσῃ, καταδικασθήσεται.
4
pr.Ὅτι κατεδικάσθη ὁ ψηνᾶς παρὰ τοῦ πρωτοσπαθαρίου ῥωμανοῦ καὶ κοιαίστωρος τοῦ μετὰ ταῦτα μακαρίτου βασιλέως ἐπὶ τῷ ἐκπεσεῖν ἐπιτροπίας διὰ τὸ κυρωθῆναι ἄγραφον τοῦ διαθεμένου βούλησιν μετὰ τὴν ἔγγραφον. ὁ δὲ ἐξεκαλέσατο, καὶ τὴν ἔκκλητον ἐδοκίμασαν πολλοὶ δικασταί, σὺν οἷς καὶ ὁ μάγιστρος ἐσημειώσάτο οὕτως· τοῖς κατὰ συναίνεσιν δικάσασι δικασταῖς διὰ τὸ ἱδρύσαι τὴν ἀπόφασιν ἐν τῷ ὁμαλῷ ἅμα καὶ ἀσφαλεῖ δεῖν ἔδοξεν ἐπιδαψιλεύεσθαι καιρὸν διαβολῆς τῷ ἀντιλέγοντι. εὑρίσκεσθαι ἐν ταῖς τῶν ὅρων θέσεσι τὸν νόμον φράζοντα οὕτως· τὸ παρὰ τοῦ διδαχθέντος προστεθὲν πρόσταγμα ἀριθμεῖται εἰς τρία, εἰ δὲ πάντα προσέθηκε, καὶ ὁ μετ᾿ αὐτὸν ἓν προστίθησι. πρὸς τοῦτο δὴ καὶ αὐτοὶ τὴν ἀπόφασιν διεσκέψαντο καὶ ἡμέρας ὅλας ς΄ εἰς διαβολῆς ἀγῶνα ἐπεμέτρησαν τῷ ἐνάγοντι· τούτων γὰρ τῶν ὅρων᾽ ἐπὶ τῶν πάνυ τὶ κακουργεῖν ἐφιεμένων περὶ τὰς δίκας ἐνίοτε τὰς μερικὰς προθεσμίας ἐξαπλοῦσιν οἱ νομοθέται· καὶ τοῦτον τὸν ὅρον παραβαίνων οὐκέτι χώραν λήψεται διαβολῆς, οὐδ᾽ εἰ μάλα κάμει πολλὰ λέγων ὥστε διαβεβλῆσθαι πρός τινα τῶν μαρτύρων. ἐξέσται δὲ αὐτῷ ὁρκίζειν τοὺς περιόντας ὡς τῶν ἀποβιούντων δοκούντων ὀμωμοκέναι, καὶ τοῦτο οὐ παρατεταγμένως καὶ ἀορίστως, ἀλλὰ κατὰ τὸν νόμον, ὡς φησι βι. [ζ΄ τί. δ΄ κεφ. δ΄] ὅτε θάτερον τῶν μερῶν ταῖς οἰκείαις δικαιολογίαις ἀποτάξεται, τὸ δ᾽ ἄλλον μὴ βούλεται ὁμολογῆσαι καὶ τὰ ἑξῆς· καὶ περὶ τὰ μέσα· „ὥστε εἰ μέχρι τῶν εἰρημένων γ ' μηνῶν, οὓς τοῖς ὑπερτιθεμένοις διαδίκοις συνεχωρήσαμεν, τὰς ἰδίας δικαιολογίας μὴ προθήσει, τηνικαῦτα τὸν δικαστὴν μὴ πλέον ἀναμένοντα πᾶσι τρόποις ψῆφον προφέρειν νόμοις συμβαίνουσαν ἢ εἴπερ βούλοιτο ἀναφέρειν· πρὸς τὸ μὴ τοῖς δικα-. ζομένοις κακῶς φιλονεικοῦσιν ἐξεῖναι τὰς τῶν δικῶν ἐκβάσεις περαιτέρω παρέλκειν.
5
pr.Ὅτι δίκη αὐτοτελὴς ἐψηφίσθη ἐπὶ μέσου τῆς μητροπόλεως ἐφέσου καὶ τῆς μονῆς τῶν καμψῶν, ἵνα ἀποτελῇ ἡ μητρόπολις τῇ μονῇ, εἰ μὴ δείξει δεσπόζουσαν τὴν μονὴν τοῦ τόπου. ἀλλ᾽ οὔτε ἀπέδειξεν ἡ μητρόπολις, οὔτε ἐτέλεσε. διὸ καὶ μετὰ πολὺν χρόνον ἐκινήθη ἡ αὐτὴ δίκη παρὰ τῷ μαγίστρῳ, καὶ ἐσημειώσατο οὕτως· ὀφείλει ἡ μητρόπολις, εἰ μὴς ἐντὸς τριακονθημέρου μετὰ τὸ τήνδε ἡμῶν τὴν γραφὴν ἐμφανῆ γενέσθαι τῷ κατὰ τὴν ἐπαρχίαν δικάζοντι συστή Non invenio. Caeterum cf. Aἱ ὁοπαί cap. XI §. et supra tit. XXX c. 31. Cod. τοῦτον γὰρ τὸν ὅρον. Vestigium linguae vulgaris. κάμει pro κάμνει. σει χρονίαν παραγραφὴν, δεσπόζειν μὲν τοῦ τόπου· (οὐκ ᾔδειμεν γὰρ μετὰ τοσούτων παραδρομὴν χρόνων χώραν ἀποδείξεως ὑπανοιγῆναι τῇ μητροπόλει, ἀλλ᾽ ἐπείπερ οἱ δικασάμενοι διὰ τὸ ἠμεληκέναι τοὺς τῆς μονῆς τῶν ὑπομνηματισθεισῶν δικῶν εἶπον καὶ τὸ μέρος τῆς μητροπόλεως φροντίδα τῶν ἀποδείξεων μὴ ποιήσασθαι, τούτου ἕνεκε τὸν τριακονθήμερον ὅρον παρέχομεν, ἵνα μὴ εἰς τὸ ἑξῆς ὑπέρθεσις γένηται·) χρὴ μέντοι ἐντεῦθεν ἤδη τελεῖν. οὐ γὰρ τῇ προφάσει τῶν ἀποδείξεων ἀνανεύειν δύναται πρὸς τὴν τοῦ τέλους παροχὴν καὶ τὸν χρόνον παρέλκειν, ἀλλὰ τελεῖν μὲν ἐντεῦθεν ἤδη πᾶσαν ἀνάγκην ἔχει. μαχόμενον δὲ τὸ μέρος τῆς μητροπόλεως τοιαύταις διαγνώσεσι καιρὸν λαμβάνειν πρὸς ἀποδείξεις τῶν ἠριθμημένων καὶ τὸν χρόνον παρέλκων εὐθύνεται καὶ εἰς ὀπισθοτελείας ἀπὸ τοῦ καιροῦ τῆς προκατάρξεως τῆς δίκης.