Peira 1.57
Περὶ πανηγύρεων.
Abrir no leitor do IusCommune →1
pr.Ἔνθα μεταξὺ δύο δυνατῶν ἦν ἡ δίκη περὶ πανηγύρεων, οὐκ ἐζήτει ὁ μάγιστρος δικαιώματα, ἀλλὰ τοὺς πανηγυριστὰς ἐποίει κυρίους. ὅπου γὰρ ἐβούλοντο οἱ πανηγυρισταὶ, ἐκεῖ καὶ πανηγυρίζειν ἔκρινε. τὰς γὰρ πανηγύρεις ἐκ τῶν βουλομένων ἀνέρχεσθαι καὶ πωλεῖν συνίστασθαι ἔλεγε, καὶ δώροις καὶ κεράσμασι τοὺς πλείους τούτων συλαγωγεῖσθαι, ὧν τοὺς δυνατοὺς ἔχειν πολλὴν τὴν εὐποιΐαν ἀνέλεγε, καὶ τὸν ὑπερβαλλόμενον τὸν ἕτερον τοῦτον καὶ τοὺς πανηγυριστὰς ἕλκειν καὶ συνιστᾶν πανήγυριν. ἔνθα δὲ δίκη μεταξὺ πενήτων καὶ δυνατῶν περὶ πανηγύρεως ἐκινεῖτο, τότε καὶ δικαιωμάτων πίστιν καὶ χρόνων βοήθειαν ἀπήτει παρὰ τῶν δυνατῶν, ἵνα τούτοις δυνηθῶσι πρὸς μικρὰν τέως ἑαυτῶν βοήθειαν ἀποδεῖξαί τι, καὶ εἰ ἐξ οἰκείων συνεστήσαντο τὰς πανηγύρεις καὶ ἑκουσίως αἱ πανηγυρισταὶ πρὸς τοὺς δυνατοὺς προσεῤῥύησαν.