Peira 1.56
Περὶ βεβαιώσεως ἀντισυγγράφου καὶ προκομίσεως.
Abrir no leitor do IusCommune →1
pr.᾿Αντισυγγράφων προκομιζομένων ἐπὶ βεβαιώσει διαθήκης δεῖ παρεῖναι τοὺς προκομίζοντας ταῦτα καὶ βεβαιοῦν. καὶ τότε ἀναγκάζεται καὶ πάλιν προσαγαγεῖν τοῦτον, εἰ μὴ καὶ αὐτὸς ὄμνυσιν, ὅτι ἀπώλεσε τὸν χάρτην. ἄχρι δὲ καταδίκης ἔξεστι διαβάλλειν τὸν χάρτην ὡς πλαστόν. ἐὰν γὰρ καταδίκη γένηται καὶ μηδὲ ἔκκλητος παρακολουθήσῃ, οὐκ ἔξεστι τὸν ἅπαξ ἀποδειχθέντα χάρτην ἀληθῆ ὡς πλαστὸν αἰτιάσασθαι.
2
pr.Ὅτι ὁ μάγιστρος ἐναγόμενόν τινα ὡς χρεωστοῦντα καὶ ἀρνούμενον, εἶτα καὶ μαρτύρων παραγωγαῖς ἐλεγχόμενον εἰπόντων [ὅτι] καὶ ἔγγραφον γέγονε, καὶ τούτῳ τῷ λόγῳ ἐνιστάμενον προκομισθῆναι τὸ ἔγγραφον, κατεδίκασεν οὕτως εἰπών· νόμος δίδωσι παῤῥησίαν τοῖς ἐναγομένοις ἀπαιτεῖν ἀπὸ τοῦ ἐνάγοντος δικαιωμάτων ἐμφάνειαν, καὶ τὰς αἰτίας ἀπογυμνοῦν ὀφείλει, δι ' ἃς εἰς τοιαύτην κατήντησεν αἴτησιν.
3
pr.Ὅτι πᾶς προκομίζων δικαίωμα ἐν δικαστηρίῳ καὶ ἐμφανίζων, αὐτὸς δοκεῖ ταῦτα λέγειν, ὅσα περιττῶς διέξεισι τὸ δικαίωμα.