Peira 1.55
Περὶ κλεπτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις κλέψῃ ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα, κλέπτης νοεῖται, καὶ οὐ τιμωρεῖται ὡς ἱερόσυλος.
2
pr.Ὅτι κλέπτης εἰ μὲν φανερῶς κλέψει, τουτέστι κρατηθῇ ἐπὶ τῇ κλοπῇ, τῇ εἰς τὸ τετραπλοῦν ἀγωγῇ ὑπόκειται καὶ ἀποδίδωσι τοῦτο· εἰ δὲ ἀφανῶς κλέψει, τουτέστιν ἐν νυκτὶ μὴ ἐπ᾿ αὐτοφόρῳ ληφθεὶς ἀλλ᾽ ἐλεγχόμενος, τὸ διπλάσιον δίδωσιν.
3
pr.Βι. κβ ' τί. α΄ κεφ. νβ΄ 4· Οἱ ἀλλότρια συμβόλαια κλέπτοντες τούτοις οὐ δύνανται κεχρῆσθαι εἰς ἀπόδειξιν δεσποτείας. ἡ γὰρ τούτων ἀνάγνωσις οὐ τῷ ἀναγινώσκοντι συμβάλλεται, ἀλλ᾽ ἐκείνῳ ὃν περιέχει ἡ ὑφὴ τῆς γραφῆς.