IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.54

Περὶ κληρονομίας.

Abrir no leitor do IusCommune →

1

pr.Πλεόντων ἀνδρὸς καὶ γυναικὸς καὶ ναυαγησάντων, ἡ γυνὴ πρώτη δοκεῖ τεθνηκέναι. παιδίου καὶ μητρὸς συμπλεόντων καὶ ναυαγησάντων, εἰ μὲν ὑπὲρ τὰ ἡ ἔτη ἦν τὸ παιδίον, ἡ μήτηρ δοκεῖ προτελευτᾶν· καὶ κατὰ τοῦτον τὸν διορισμὸν γίνονται αἱ κληρονομίαι.

2

pr.Ὅτι ἐὰν καταλειφθῇ ἐμοὶ καὶ πέτρῳ κληρονομία τυχὸν κ ' καὶ δ ' λιτρῶν, εἶτα ἐξ ὀνόματος γράφει ὁ διαθέμενος· θέλω τὸν πέτρον δοῦναι τῷ δανειστῇ μου λίτρας δ΄, ἀφίημι δὲ καὶ λεγάτα λίτρας ή΄, οὐ δύναται ὁ πέτρος λέγειν ἐμοὶ διαιρουμένων τὴν κληρονομίαν ὑπέξελε τὸ χρέος τοῦ τεστάτορος '. οὐ γὰρ ἔχει ἐξουσίαν τοῦτο φθέγγεσθαι, ἀλλὰ λαβὼν αὐτὸς τὸ ἥμισυ τῆς κληρονομίας, τουτέστι τὰς ιβ΄ λίτρας, ἐξ αὐτῶν ἀποδώσει τῷ χρεώστῃ τὰς δ· εἶτα τὰς καταλειφθείσας η΄ λίτρας οὐ πάσας δεῖ καταβαλεῖν τοῖς λεγαταρίοις, ἀλλὰ τῶν ή λιτρῶν τὸ φαλκίδιον παρακρατήσει ἤτοι τὸ τρίτον, καὶ ἐκ τοῦ διμοίρου ἀποδώσει πρὸς τὸ ἀναλογοῦν ἐκ τούτων τῷ λεγαταρίῳ. μὴ καταβαλὼν δὲ τὸ χρέος τὸ ἐντεταγμένον παρὰ τοῦ διαθεμένου, ἀναγκάζεται παρὰ τοῦ συγκληρονόμου τοῦτο ποιεῖν· ὑπὲρ αὐτοῦ γὰρ ἐστίν.

3

pr.Ὅτι ὅτε τὶς καταλείψει τινὶ κληρονομίαν, εἰπών· θέλω πραθῆναι τὸν οἶκόν μου καὶ τόδε καὶ ἐξ ἁπάσης μου τῆς ὑποστάσεως δοθῆναι τὸ χρέος τοῖς δανεισταῖς μου καὶ τῷ υἱῷ μου τὸ νόμιμον μέρος, οὐ μετὰ τὴν ὑπεξαίρεσιν τῶν χρεῶν δίδοται τῷ υἱῷ τὸ τρίτον ἤτοι τὸ νόμιμον, ἀλλὰ πρὸ πάντων ὁ υἱὸς λαμβάνει τὸ φαλκίδιον, καὶ τότε ἐκ τῆς ἄλλης ὑποστάσεως τοῖς δανεισταῖς καὶ τοῖς ἄλλοις τὸ ἱκανὸν γίνεται.

4

pr.Ὅτι οἱ νόθοι παῖδες ἐξ ἀδιαθέτου κληρονομοῦσι τοῦ πατρὸς, μὴ ὄντων γνησίων παίδων, εἰς οὐγγίας δύο μετὰ τῆς μητρός. ὁ δὲ πατὴρ ἐνδιαθήκως, ἔχων μὲν παῖδας γνησίους, γράψει τούτους κληρονόμους μετὰ τῆς μητρὸς εἰς οὐγγίαν μίαν· μὴ ἔχων δὲ παῖδας ἢ ἀνιόντας ἢ ἐγγόνους, καὶ εἰς ιβ ' οὐγγίας δύναται γράφειν αὐτούς. ἀνιόντας δὲ ἔχων ἢ ἑτέρους, οἷς ὁ νόμος ἀναγκάζει τὸ τρίτον καταλιμπάνειν τῆς ἰδίας οὐσίας, εἰς τὸ δίμοιρον τῆς ὑπάρξεως γράφει τοὺς νόθους κληρονόμους. -

5

pr.Ὅτι ἡ αὔξησις τῆς κληρονομίας καὶ ἡ μείωσις τοὺς κληρονόμους τοῦ διαθεμένου ὁρᾷ, καὶ οὐ τὸν κατὰ προτίμησιν λεγατευθέντα τὴν ἐξώνησιν τοῦ κτήματος καὶ διὰ τοῦτο ὁ ἔχων κατὰ τὸ κτῆμα δίκην πρὸ τοῦ διαπωληθῆναι τοῦτο παρὰ τῶν κληρονόμων οὐ κατὰ τοῦ ἔχοντος τὴν προτίμησιν τῆς ἐξωνή-. σεως κινεῖ, ἀλλὰ κατὰ τῶν κληρονόμων τοῦ διαθεμένου, ὡς μελλόντων ἔχειν καὶ τὸ κέρδος ἢ τὴν ζημίαν ἐκ τῆς καταδίκης ἢ τῆς δικαιώσεως.

6

pr.Ὅτι τοῦ πατρικίου δαβὶδ τοῦ ἴβηρος καταλι πόντος παῖδα, καὶ γράψαντος, εἰ τελευτήσει ὁ παῖς ἄτεκνος καὶ ἀδιάθετος, ἀποκαθίστασθαι τὸν κλῆρον πρὸς τοὺς θείους αὐτοῦ· καὶ τελευτήσαντος τοῦ παιδὸς καὶ τῶν θείων αὐτοῦ κατασχόντων τὸν κλῆρον, καὶ κινηθείσης τῆς δίκης ἔκρινεν· ὁ βέ στης, ὅτι ἐπεὶ ὁ υἱὸς εἴκοσι χρόνων ἐτελεύτησε, τὸ τρίτον τῆς ὑποστάσεως ἵνα λάβῃ ἡ μήτηρ, τὸ δὲ λοιπὸν οἱ θεῖοι· εἰπὼν, ὅτι ἡ ὑποκατάστασις τῇ ἥβῃ παύεται κατὰ τὸν νόμον ', ὃς φησιν· „ἡ ὑποκατάστασις εἰ καὶ εἰς μακρότητα δοθῇ, ὅμως τῇ ἥβῃ παύεται, καὶ ὅτι ὁ υἱὸς ἐδύνατο διατίθεσθαι καὶ εἰς ὅλον τὸν κλῆρον, ἐπεὶ ὑπερέβη τὴν ἥβην. διὰ δὲ τὸ εἶναι τὸν υἱὸν ἐθνικὸν, τοῦτο ᾠκονόμηται.

7

pr.Ὅτι συγκλητικοῦ ἡ γυνὴ καὶ ἐπάνω οὐ δύναται τοῖς σπουρίοις αὐτῆς παισὶν οὔτε ζῶσα οὔτε μετὰ τελευτὴν δωρεῖσθαι ἢ ἐν διαθήκη συνεισάγειν αὐτοὺς μετὰ τῶν γνησίων αὐτῆς παίδων κληρονόμους. ἡ μέντοι εὐγενὴς καὶ ἐλευθέρα, ἐὰν ἔχῃ σπούριον υἱὸν, δύναται αὐτὸν κληρονόμον καταλιμπάνειν· ἐπεὶ καὶ κληρονομεῖ τοῦτον ἡ μήτηρ· εἰ μὴ ἄρα ἐξ ἀθεμιτογαμίας ἦν, τουτέστιν ἀπὸ κεκωλυμένων γάμων.

8

pr.Ὅτι ἐὰν ἡ μήτηρ ὑποδεξαμένη κληρονομίαν παρὰ τοῦ πατρὸς ἢ καὶ παρά τινος ὑπόχρεων ἀναμίξει τοῖς οἰκείοις πράγμασιν, εἶτα· ἔχουσα παῖδας τῷ ἑνὶ αὐτῶν παράσχοι τὸ ἥμισυ τῆς πάσης αὐτῆς περιουσίας χωρὶς βάρους, τὸ δὲ ἕτερον ἥμισυ τῆς περιουσίας διανείμῃ τοῖς ἑτέροις παισὶ, καὶ κινηθῇ περὶ τοῦ χρέους δίκη, οὐ κρατεῖται ὁ τὸ χρέος ἔχων εἰς ἔκτισιν τοῦ χρέους, ἀλλὰ τὸ ἔσχατον σύμφωνον πρῶτον ἀποφλήσει τὸ χρέος· τούτου δὲ μὴ ἐξαρκοῦντος καὶ ἐπὶ τῷ πρὸ αὐτοῦ καὶ ἐφεξῆς ἔρχεται ἡ ἐνοχὴ, ἀποδιδόντων δὲ τῶν ἐσχάτων συμφώνων τὸ χρέος περὶ μόνου τοῦ φαλκιδίου κινοῦσι κατὰ τοῦ πρώτου, οὐ μέντοι περὶ παντὸς τοῦ χρέους. εἰ δὲ μήτηρ παράσχοι ἀγροὺς τῷ παιδίῳ, λέγουσα οὕτω· δίδωμί σοι τόνδε τὸν ἀγρὸν καὶ τόνδε, καὶ ἐκνικηθῇ εἷς ἐξ αὐτῶν τῶν ἀγρῶν, οὐ δύναται κινεῖν ὁ παῖς κατὰ τῆς μητρὸς περὶ ἐκνικήσεως· ἐκεῖνα γὰρ ᾑρεῖτο μόνον αὐτῷ δοῦναι, ἃ δέδωκεν. εἰ γὰρ τυχὸν ἔτι ἐχούσης τῆς μητρὸς τοὺς ἀγροὺς ἐξενικήθησάν τινες ἐξ αὐτῶν, [καὶ] τοὺς ὑπολειφθέντας ἀγροὺς δέδωκε τῷ υἱῷ, πάντως καὶ διὰ τοῦτο οὐδεμίαν ἔχει ἀγωγὴν ὁ υἱὸς κατὰ τῆς μητρός. εἰ δὲ τυχὸν οὕτω δέδωκεν αὐτῷ ἡ μήτηρ τοὺς ἀγροὺς, λέγουσα, ὅτι παρέχω σοὶ χρυσίου λίτρας ἑκατὸν, ἀντὶ δὲ τοῦδε δίδωμί σοι τόνδε τὸν οἶκον καὶ τόνδε τὸν ἀγρὸν καὶ τόνδε· εἰ οὖν ἐκνικη θᾶσί τινα αὐτῶν, τότε ἀναγκάζεται ἡ μήτηρ ποιῆσαι τὸ ἱκανὸν τῷ υἱῷ, ἐπειδὴ διατετιμημένως τῷ υἱῷ δέδωκε τοὺς ἀγροὺς, καὶ οὐχ ἁπλῶς δέδωκεν ἀγροὺς, ἀλλ᾽ ἑκατὸν λίτρας βουλομένη δοῦναι τῷ υἱῷ δέδωκεν ἀντὶ τούτων τοὺς ἀγρούς. ἀναγκάζεται οὖν οὐ τοὺς ἀγροὺς παρέχειν, ἀλλὰ τὴν ποσότητα τῶν ρ΄ λιτρῶν. καὶ εἰ τυχὸν παράσχοι τῷ υἱῷ εἰς ὑπόβολον νομίσματα ν΄, ἀντὶ δὲ τούτων ἀγροὺς, καὶ ἐκνικηθῶσιν· ἐξ αὐτῶν τινες, τότε ἀναγκάζεται ἡ μήτηρ σῶον ἀποδοῦναι τὸ ὑπόβολον, ἵνα ἐξ αὐτοῦ λάβῃ τὰ γαμικὰ κέρδη ἡ νύμφη.

9

pr.Ὅτι καὶ ἡ βαθμοῦ συγγενὴς, μὴ ὄντων πλησιεστέρων, καλεῖται εἰς τὴν κληρονομίαν κατὰ τὸν λέγοντα νόμον. καὶ ἡ βαθμοῦ συγγενὴς, κἂν μὴ ὑπεισέλθῃ τὴν κληρονομίαν, ἔχει τὴν ἐκ τοῦ νόμου βοήθειαν.· [ί΄.] Ὅτι ὑπεξουσίου τελευτήσαντος παιδὸς, καί τινων λεγόντων, ὅτι τὸ τρίτον εἰς ψυχικὴν διανομὴν ὀφείλει προχωρῆσαι, ὁ δικαστὴς οὐκ ἐδέξατο τοῦτο, διὰ τὸ μὴ ῥητῶς ἐν τῷ ἐδάφει τῶν νόμων κεῖσθαι, μηδὲ ἀπὸ μακρᾶς συνηθείας τοῦτο πραχθῆναι ποτέ· μᾶλλον δὲ ῥητῶς τοῦ νόμου λέγοντος, ὅτι οὐ δύναται παγανὸς καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου κληρονομεῖσθαι. καὶ ἔλεγεν ὁ πατρίκιος ”, διὰ τὸ μὴ συγχωρεῖσθαι ἀγνοεῖν τινα ῥωμαῖον τὸν νόμον οὕτως ἐξεφωνήθη ὁ και νών· καὶ γὰρ ἐὰν γράφων παγανὸς διαθήκην εἴπῃ· καταλιμπάνω τὸν δεῖνα κληρονόμον τοῦδε τοῦ ἀγροῦ καὶ δότω λεγάτον, ἔχει δὲ αὐτὸς καὶ ἕτερα πράγματα, περιαιρεῖται τὸ ὄνομα τοῦ ἀγροῦ καὶ τῶν ὅλων γίνεται κληρονόμος, μὴ δυναμένων τῶν συγγενῶν αὐτοῦ ἐν τοῖς ἀμνημονεύτοις ὑπεισέρχεσθαι καὶ κληρονομεῖν. ἕτερόν ἐστιν, ἐὰν ἐπίτροπόν τις καταλείψας εἴποι· ἔχω τόδε καὶ τόδε, καὶ καταλείποι τινὰ ἀμνημόνευτα καὶ οὐ χρήσεται τῷ γενικῷ τῆς οὐσίας ὀνόματι. τότε γὰρ ἐπὶ τοῖς ἀμνημονεύτοις οἱ ἐξ ἀδιαθέτου συγγενεῖς καλοῦνται, μὴ κωλυόμενοι παρὰ τοῦ ἐπιτρόπου. ὁ δὲ στρατιώτης δύναται καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου κληρονομεῖσθαι διὰ τὴν ἀγροικίαν. ἐὰν γὰρ καταλείψῃ ἕτερον μὲν κληρονόμον ἐπὶ τοῖς παγανικοῖς, ἐπὶ δὲ τοῖς καστρενσίοις ἕτερον, καὶ παραιτήσηται ὁ εἷς τούτων τὴν κληρονομίαν, οὐχ ὁ ἕτερος κληρονόμος ταῦτα διαδέχεται, ἀλλ᾽ οἱ ἐξ ἀδιαθέτου πλησίον συγγενεῖς· ὡς βι. ις ' τῶν διγ '. ὅπερ ἐστὶ τῶν βασιλικῶν κδ΄ 5.

11

pr.Ὅτι ὁ κληρονομήσας υἱὸς καὶ μὴ ἀπογραψάμενος ὑπόκειται τοῖς δανεισταῖς, κἂν προγενεστέραν εἶχε παραγγελίαν. καὶ τοῦτο ἔκρινεν ὁ δικαστὴς, γράψας οὕτως· χρεωστῶν ὁ δανιὴλ ἔθανε· ὁ υἱὸς τὴν σύμπασαν ἐκείνου κατέσχεν οὐσίαν μὴ ἀπογραψάμενος· ὡς ἐντεῦθεν ὑποκεῖσθαι τῇ πατρώᾳ ἐνοχῇ, κἂν προγενεστέραν εἶχε κληρονομίας ἐπαγγελίαν.

12

pr.᾿Ανάγνωθι βι. κβ ' τί. α΄ κεφ. κζ '· „Ἐὰν μὴ δυνάμε νος πλέον τυχὸν μιᾶς οὐγγίας καταλιπεῖν σοι ἐν διαθηκῇ, και ταλείπω αὐτὴν, εἰπὼν καὶ διαφόρους ἄλλας ἀγράφως ποσότητας ἐποφείλειν σοὶ, τότε λαμβάνεις αὐτὰς, ὅτε περὶ τοῦ χρέους ἀποδείξεις· δοκῶ γὰρ ἐπὶ περιγραφῇ τοῦ νόμου ταῦτα διεξελθεῖν.

13

pr.Καὶ βι. ιθ ' τί. δ΄ κεφ. α΄ περὶ κληρονομίας πραθείσης· „Ἡ τοῦ ζῶντος καὶ ἡ τοῦ μηδενὸς κληρονομία ἀνι σχύρως πωλεῖται.

14

pr.Καὶ κεφ. β '· „Ὁ πράτης τῆς κληρονομίας οὐκ ἀσφα λίζεται περὶ ἐκνικήσεως, εἰ μὴ [ἐπὶ] τῷ ἰδίῳ ἀποτελέσματι· δοκεῖ δὲ τὰ ἐν καὶρῷ τῆς πράσεως εὑρισκόμενα πράγματα πωλεῖν, οὐ μὴν ὅσα ἦν ἐν τῷ τελευτᾶν τὸν διαθέμενον ἢ ἐν τῷ ὑπεισέρχεσθαι τὴν κληρονομίαν, εἰ μὴ ἕτερόν τι συνέδοξεν.

15

pr.Καὶ κεφ. δ΄· „Εἰ ἐπερωτήσας σὲ περὶ δούλου τὸν διπλασιασμὸν γίνομαί σου κληρονόμος καὶ πωλήσω τὴν κληρονομίαν σοῦ, εἶτα ἐκνικηθῇ ὁ δοῦλος, τὸ ἀζήμιον ὑφίσταμαι παρὰ τοῦ ἀγοραστοῦ.

16

pr.„Ἐὰν ἐμφύτευμα ἢ δημόσιον καταβάλῃ ὁ πράτης, ἐπιγινώσκει αὐτὸ ὁ ἀγοραστὴς, καὶ τὴν δαπάνην τῆς ταφῆς· αὕτη γὰρ βάρος ἐστὶ κληρονομιαῖον. ἐνέχεται δὲ καὶ εἰς ἅπερ ὁ διαθέμενος χρεωστεῖ τῷ πράτῃ, εἴτε χωρὶς αἱρέσεως εἴτε ὑπο ἡμέραν ὡρισμένην, ἐὰν μέντοι αἱ περὶ τούτων τῶν χρεῶν ἀγωγαὶ κατὰ κληρονόμου ἥρμοζον. ὁ γὰρ ἀγοραστὴς τῆς κληρονομίας τάξιν ἐπέχει κληρονόμου. ἀνανεοῖ δὲ καὶ τὰς διὰ τῆς ὑπεισελεύσεως τῆς κληρονομίας ἀπολλυμένας τῷ πράτῃ δουλείας.

17

pr.Καὶ κεφ. κα΄· „Πωλήσας τὶς καὶ ἐπερωτηθεὶς ἐδράξατο κληρονομιαίου πράγματος καὶ διαπέπρακεν. αὐτὸ τὸ πρᾶγμα καὶ οὐ τὴν ἀποτίμησιν δίδωσι τῷ ἀγοραστῇ. ὡς εἴγε πρὸ τῆς ἐπερωτήσεως ἐπώλησε τὸ πρᾶγμα, τὴν διατίμησιν αὐτοῦ δίδωσιν, εἰ καὶ δοῦλος ἦν ὁ πραθεὶς καὶ ἐτελεύτησε. δοκεῖ γὰρ ὁ πράτης πραγμάτων διοίκησιν πράττειν τοῦ ἀγοραστοῦ πιπράσκων μετὰ τὸ πωλῆσαι τὸ κληρονομιαῖον πρᾶγμα. καίτοι ἐὰν δοῦλον ἐξ ἐπερωτήσεως χρεωστῶν πωλήσω αὐτὸν, καὶ πρὸ ὑπερθέσεως ἀποθάνῃ, οὐδὲν δίδωμι. καὶ ἐὰν μὴ κληρονομίαν, ἀλλ᾽ ἓν πρᾶγμα πωλήσω σοι, καὶ πρὸ παραδόσεως [ἑτέρῳ] πωλήσω αὐτὸ καὶ λάβω τὸ τίμημα καὶ φθαρῇ, οὐδέν σοι χρεωστῶ μὴ ποιήσας ὑπέρθεσιν.

18

pr.Καὶ κεφ. κβ΄· „Ἐὰν πωλήσας σοὶ κληρονομίαν κληρονομήσω λεγαταρίου ἢ δανειστοῦ αὐτῆς, ἀπαιτῶ σε διὰ τῆς ἀγωγῆς τὸ λεγάτον.

19

pr.Καὶ βι. κς ' τί. ζ΄ κεφ. μθ ' θέσις ζ΄΄· „Ἐὰν γυνὴ κληρονόμος γένηται τοῦ χρεώστου, ἀδιαφόρως καὶ τῇ ἀποκαταστατικῇ ἀγωγῇ καὶ τῇ πρωτοτύπῳ ἐνάγεται.

20

pr...... ἐξουσία δίδοται ὡς βούλονται κληροδοτεῖν τοῖς παισὶ, καὶ φαλκιδιοῦν μὲν τοὺς ἐκ πρώτου γάμου, τὸ δὲ δίμοιρον [εἰς] τοὺς ἐκ τοῦ δευτέρου γάμου παῖδας παραπέμπειν. „καὶ δίκαιοι μὲν ἔσονται μόνον τὸν νόμον φυλάττοντες· εἰ δέ τι καὶ ὑπὲρ τὸν νόμον καταλίποιεν, ἔσονται δίκαιοι ἅμα καὶ φιλάνθρωποι πατέρες.