Peira 1.53
Περὶ δωρεῶν παντοίων.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι τὸ ἡ κεφ. τοῦ α΄ τί. τοῦ ἐ βι. φησί· „μὴ χρεία ἔστω πράξεως ὑπομνημάτων ἐπὶ τῆς ἄχρι πεντακοσίων νομισμάτων δωρεᾶς γινομένης εἰς ἐκκλησίαν ἢ εἰς εὐσεβῆ οἶκον ἢ εἰς πτωχοὺς ἢ εἰς πόλιν. ἐπὶ δὲ πλείονος ποσότητος πρᾶξις γινέσθω, εἰ μὴ βασιλέως ἐστὶν ἡ δωρεά. τὸ δὲ ξγ ' κεφ. τοῦ α΄ τί. τοῦ μζ΄ βι. φησίν· „πᾶσα δωρεὰ, εἴτε ἁπλῶς εἴτε πρὸ γάμου, ἕως φ ' νομισμάτων οὖσα ἰσχυέτω καὶ ἀνεμφάνιστος οὖσα, μὴ δεομένη πράξεως ὑπομνημάτων· εἰ δὲ πλέον εἴη, τὸ ὑπέρπλεον μὴ ἰσχυέτω· ἐξῃρημένων τῶν βασιλικῶν δωρεῶν καὶ τῶν εὐσεβείας λόγῳ γινομένων καὶ εἰς μνηστὴν διδομένων. περὶ τούτων τῶν δύο κεφαλαίων ὁ πρωτοασηκρῆτις ἀμφέβαλε, λέγων, ἐναντία εἶναι ἀλλήλοις. τὸ μὲν γὰρ πρῶτον νόμιμόν φησι μὴ ἰσχύειν τὴν δωρεὰν τὴν ὑπὲρ τὰ φ ' νομίσματα καὶ χωρὶς πράξεως ὑπομνήματος, ἥτις εἰς εὐσεβείας λόγον γίνεται· καὶ πῶς, φησιν, οὐκ εἰσιν ἐναντία, εἴπερ τὸ μὲν λέγει τὰ γινόμενα εἰς πόλιν ἢ εἰς πτωχοὺς καὶ εἰς εὐσεβεῖς οἴκους δεῖσθαι πράξεως ὑπομνήματος, τὸ δὲ ἕτερον λέγει, ὅτι οὐ δέονται τὰ εἰς εὐσεβείας λόγον γινόμενα πράξεως ὑπομνήματος. οὕτως ἐνισταμένου τοῦ πρωτοασηκρῆτις ὁ μάγιστρος ἐποιήσατο ἀπολογίαν, καὶ ἔλυσε τῶν δύο νόμων τὴν ἀμφιβολίαν. καὶ ἐστὶν ἡ ἀπολογία αὕτη· οὐχ ἡ σὴ γνῶσις καὶ πολυμαθία ἐν τοῖς ἀναγνωσθεῖσιν ἡμῖν νόμοις ἐναντιοφάνειαν ὑπέλαβεν, ἀλλ᾽ ὁ τῆς βίβλου γραφεὺς προστέθεικεν, ὃ μὴ προσῆκε. συμβαίνουσι γὰρ ἀλλήλοις τὰ δύο νόμιμα καὶ τούτων οὐδεμία μέσον ἐναντιότης· τὸ μὲν γὰρ κείμενον ἐν τῷ α τί. τοῦ ἐ βι. κεφ. η΄ φησὶν οὗτως· „μὴ χρεία ἔστω πράξεως ὑπομνημάτων ἐπὶ τῆς ἄχρι φ ' νομισμάτων δωρεᾶς γινομένης εἰς ἐκκλησίαν ἢ εἰς εὐσεβῆ οἶκον ἢ εἰς πτωχοὺς ἢ εἰς πόλιν. ἐπὶ δὲ πλείονος ποσότητος πρᾶξις γινέσθω, εἰ μὴ βασιλική ἐστιν ἡ δωρεά. οὕτω σαφὲς τὸ νόμιμον, δεῖσθαι λόγων ὑπομνήματος καὶ τὰς πόλεις καὶ τοὺς πτωχοὺς καὶ τοὺς εὐσεβεῖς οἴκους ἐν ταῖς ἐπέκεινα τῶν φ ' νο μισμάτων δωρεαῖς, ὑπεξῃρημένων τῶν βασιλικῶν δωρεῶν. τὸ δὲ ἐν τῷ α τί. τοῦ μζ βι. κεφ. ξγ ' οὕτω φησί· „πᾶσα δωρεὰ, εἴτε ἁπλῆ εἴτε πρὸ γάμου, ἕως φ ' νομισμάτων οὖσα ἰσχυέτω καὶ ἀνεμφάνιστος οὖσα μὴ δεομένη πράξεως ὑπομνήμα-. τος· εἰ δὲ πλέον εἴη, τὸ ὑπέρπλεον μὴ ἰσχυέτω· ἐξῃρημένων τῶν βασιλικῶν δωρεῶν καὶ τῶν εὐσεβείας λόγῳ γινομένων καὶ τῶν εἰς μνηστὴν διδομένων. σκόπησον τοίνυν, ὅτι οὐκ ἐστὶ τοῦτο ἐναντίον πρὸς τὸ προανεγνωσμένον νόμιμον· τοῦτο γὰρ περὶ πάσης δωρεᾶς ἐστὶν εἰρημένον, ὑπεξαιροῦν ὁμοίως ἐκείνῳ τὰς βασιλικὰς δωρεὰς, ὑπεξαιροῦν δὲ καὶ τὰ εἰς λόγον εὐσεβείας γινόμενα. κἀκεῖ μὲν τοὺς [εἰς] εὐσεβεῖς οἴκους γινομένας δωρεὰς ὑπὲρ τὰ φ ' νομίσματα δεῖσθαι πράξεως ὑπομνημάτων κεκανόνισται· ἄλλο γὰρ εὐσεβὴς οἶκος καὶ ἄλλο εὐσεβὴς αἰτία, οἷον τὰ εἰς λύσιν αἰχμαλώτων, τὰ εἰς τὸ ῥογευθῆναι, εἰς τοὺς ἐμβόλους ἢ καὶ εἰς πένητας πόλεως, εἰς φυλακάς. τὰ γὰρ τοιαῦτα οὐκ ἔχουσι μωνυμότητα δωρεᾶς γίνονται πολλάκις γράφονται οὐ παρέχεται δὲ νομὴν ὑπολείπεσθαι ἀγωγήν. τὰ δὲ τοιαῦτα ἐν δόσει συνίστανται, καὶ ἡ δόσις ἀνάλωμά ἐστιν, ἢ ἵνα θρέψῃ τὸν λαμβάνοντα ἢ ἀπολύσῃ αὐτὸν δουλείας, καὶ ὁ ἐκκενώσας εἰς τὰ τοιαῦτα ἀναζητεῖν αὐτὰ οὐ δύναται, ὡς ἤδη ἐν ἀποχρήσει τῆς δόσεως οὔσης. αἱ δὲ ἔχουσαι τὰς παρατηρήσεις δωρεαὶ οὐχὶ ἐν ἀποχρήσει εἰσίν. εἰ δὲ βούλει καὶ ἄλλον θεματισμὸν λαβεῖν τῶν δεομένων πράξεως ὑπομνημάτων πρὸς πτωχοὺς δωρεῶν, θὲς, ὅτι ὀκτώ τισιν ἠπορημένοις ἠθέλησα δωρήσασθαι ν ' λιτρῶν δωρεάς. εἰκὸς ἦν λέγειν τινὰς, ὅτι οἱ ὀκτὼ πένητες οὗτοι ἐλέους εἰσὶν ἄξιοι διὰ τὴν πενίαν αὐτῶν, καὶ ἅμα ἐὰν διέλωνται τὴν δωρεὰν, ὑπερβαίνει ἑκάστῳ τὸ ποσὸν καὶ καταλέγει εἰς τὸ ἧττον τῶν φ ' νομισμάτων. ἀλλ᾽ ὁ νόμος λέγει, ὅτι ἡ σύστασις τῆς δωρεᾶς σκοπεῖται, καὶ οὐχ ἡ τῶν προσώπων ποιότης, καὶ ὅτι ὁμαδικῶς γίνεται, οὐχὶ διῃρημένως ἡ δωρεά. ἐὰν γὰρ τὸ δωρεαστικὸν διηρημένως γένηται, ἄπταιστόν ἐστι. πτωχοὶ δὲ καὶ αἰτία εὐσεβείας οὐ ταὐτόν ἐστιν. ἐν τούτῳ δὲ τῷ νομίμῳ καὶ τὰ εἰς μνηστὴν διδόμενα οὐκ ἐστιν ἐναντία· ἐν ἐκείνῳ γὰρ τῷ νομίμῳ οὐδόλως περὶ μνηστῆς τι εἴρηται, ὃ δὲ ἐκεῖσε μὴ εἴρηται, προστιθέμενον ὧδε, οὐ ποιεῖ ἐναντιότητα.
2
pr.Ὅτι τὸ λέγον νόμιμον μὴ ἰσχύειν τὴν ἀνεμφάνιστον δωρεὰν τὴν ὑπὲρ τὰ φ ' νομίσματα μηδὲ ἐνεργεῖν ἀρτίως ἐκρίθη παρὰ τοῦ μαγίστρου καὶ τῶν κριτῶν. δίκης γὰρ κινηθείσης παρὰ τοῦ πρωτοσπαθαρίου θεοφίλου τοῦ υἱοῦ τοῦ βέστου τοῦ ἐρωτικοῦ κατὰ τῆς ποτε χρηματισάσης συμβίου τοῦ υἱοῦ τοῦ παρανδηνοῦ, ὡς δωρησαμένης αὐτῷ κτῆμα, κἀκείνης ἀρνουμένης τὴν δωρεὰν, εἶτα συνομολογησάσης μὲν τὸ δωρεαστικὸν, προβαλλομένης δὲ διά τινος κριτοῦ, μὴ ἰσχύειν τὴν δωρεὰν ὑπὲρ τὰ φ ' νομίσματα οὖσαν καὶ μὴ ἐμφανισθεῖσαν, ὁ μάγιστρος οὕτως ἔκρινε μετὰ τῶν κριτῶν εἰπών· μὴ ἐνεργεῖν νῦν τὸν τοιοῦτον νόμον, ἀλλ᾽ ὅπερ εἶχε τὸ παλαιὸν τὸ ἐμφανίζεσθαι δηλαδὴ τὴν δωρεὰν καὶ ἀπογράφεσθαι παρὰ τῷ μαγίστρῳ τῶν κήνσων, νῦν τοῦτο πράττειν τὸν συγγράφοντα τὸ δωρεαστικὸν ταβουλλάριον καὶ τοὺς ὑπογράφοντας ἐν αὐτῷ μάρτυρας. τὸ μὲν γὰρ παλαιὸν διὰ τοῦτο ἐνεφανίζοντο τῷ μαγίστρῳ τῶν κήνσων τουτέστι τῷ γενικῷ, διότι τὰ τέλη οὐ τῶν ἀναγραφομένων ἀλλὰ τῶν γενομένων ', τὸ δὲ δωρούμενον κτῆμα μετέπιπτεν ἐπὶ τὸν λαβόντα, καὶ εἰκὸς ἦν τὸν ἀπαιτοῦντα ἕλκειν τὸν πρῶτον δεσπότην ἤτοι τὸν δωρησάμενον. διὰ τοῦτο ὁ γενικὸς ἐλάμβανε τὴν ἐμφάνισιν τῶν δωρεῶν, ἵνα μὴ δυσχέρειαν ἔχωσιν οἱ ἀπαιτοῦντες εἰς τὸ λαμβάνειν τὰ τέλη τῶν δωρουμένων, εἰδότες καὶ ἔχοντες τὰς ἀπογραφὰς τῶν δωρηθέντων. προσετίθη δὲ, ὅτι ὥσπερ ὁ νόμος διὰ χρήσεως τέθειται, οὕτω καὶ δι᾽ ἀχρησίας ἀπολλύεται. καὶ δειξάτω τὶς, ὅτι πρὸ πολλῶν ἐτῶν καὶ μνήμης ἐπέκεινα ἐνεφανίσθη δωρεά ἢ ἀπεγράφη, καὶ ἡ ταύτης ἀπογραφὴ ἀπόκειται τοῖς σκρινίοις τοῦ γενικοῦ· ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο δεῖξαι. ἀλλὰ καὶ νεαρὰ ἐστὶ τοῦ κυροῦ λέοντος, ἀναιροῦσα τὸν τοιοῦτον νόμον, καὶ λέγουσα διὰ μαρτύρων καὶ δ᾽ ὑπογραφῶν τῶν δωρουμένων βεβαιοῦσθαι τὰς δωρεάς. οὕτως οὖν ἐκρίθη ἡ ὑπόθεσις, καὶ οὐκ ἀνετράπη ἡ δωρεά. τέως δὲ καὶ τὴν ὑπὲρ τὰ φ ' νομίσματα δωρεὰν ἀνεμφάνιστον κατὰ τὸ παλαιὸν νόμιμον ἔλεγε γὰρ ἀργεῖν εἰς τὸ ὑπέρπλεον τῶν φ ' νομισμάτων, εἰς δὲ τὸ ἄχρι φ ' ἐῤῥωμένον εἶναι, κατὰ τὸ ξγ ' κεφ. τοῦ α΄ τί. τοῦ μζ΄ βι. φάσκον· „εἰ δὲ πλέον εἴη, τὸ ὑπέρπλεον μὴ ἰσχυέτω.
3
pr.Ὅτι μήτηρ καταλειφθεῖσα ἐπίτροπος τοῦ υἱοῦ ἐδωρήσατο τὰ οἰκήματα αὐτοῦ τῷ ἀδελφῷ τοῦ ἀπελθόντος. εἶτα ἐκινήθη χρέος κατὰ τοῦ τελευτήσαντος, καὶ εἵλκετο ἡ μήτηρ ἢ δοῦναι τὸ χρέος ἢ μὴ ὁμολογοῦσα τοῦτο ὀμόσαι τὸν τῆς εἰδήσεως. καὶ αὕτη καθωμολόγησε χρεωστεῖν τὸν ἀπελθόντα καὶ πρὸς αὐτὴν ἔτι περιόντα περὶ τούτου καθομολογῆσαι. καὶ ἔκρινε τοῦτο ὁ μάγιστρος· οὕτω καταθεμένης τῆς γυναικὸς οὔτε ἀπιστεῖν αὐτῇ προσῆκε, καὶ ἑαυτῆς ποιουμένης τὴν κατάθεσιν οὔτε ἀσφαλὲς ἦν, ἵνα μὴ περιγραφῇ ὁ τὴν δωρεὰν λαβὼν χωρὶς ὅρκου τῶν οἰκημάτων ἐκπίπτων· καὶ διὰ τοῦτο ἐδόθη αὐτῷ χώρα, εἰ βούλοιτο ἀντεπαγαγεῖν ὅρκον τῷ ζητοῦντι τὸ χρέος, καὶ ὀμνύοντι ἐκστῆναι τῶν οἰκημάτων αὐτοῦ.
4
pr.Ὅτι τὰ ἀσαφῶς γραφόμενα ἐν δωρεᾷ ὑπὲρ τοῦ πεποιηκότος ἑρμηνεύονται. φησὶ βι... τί... κεφ... δεῖ ἐν τῷ συμβολαίῳ τῆς δωρεᾶς γράφεσθαι τὸ δωρούμενον πρᾶγμα φανερῶς, διότι ὁ δωρεάν λαμβάνων τὸ πᾶν ἐξ ἐπικερδοῦς κτᾶται αἰτίας καὶ ἀπὸ ἀσφαλείας· τοῦ ἐγγράφου δύναται μεῖζον ἑαυτῷ κατασκευάζειν κέρδος καὶ βλάπτειν εἰς πίστιν τὸν δωρησάμενον.
5
pr.Ὅτι ἐὰν γυνὴ δωρήσηταί τινα τῷ ἀνδρὶ, καὶ ἀδιάθετος τῶν ἐνθένδε ἀποφοιτῶσα μηδὲν εἴπῃ περὶ δωρεᾶς, τηνικαῦτα οἱ παῖδες αὐτῆς τὰ μὲν ἄλλα τούτων πράγματα τὸν πατρῳὸν ἀπαιτήσουσι, τὸ δέ γε δῶρον οὐδαμῶς, εἰ μὴ πλέον ἔχει τῆς ἐξ ἀδιαθέτου τούτων κληρονομίας.