IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.50

Περὶ προτιμήσεως ἐξ ἀνακοινώσεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπὶ τῆς προτιμήσεως τῆς περὶ ἀνακοινώσεως δεκαετία ὀφείλει ἀντιτίθεσθαι. οἷον ἔσχες οἰκίαν, εἰς ἣν εἶχον ἐγὼ ἀνακοίνωσιν ἢ πλησιασμὸν ἢ ἄλλο τὶ, ὅπερ προσεποίει μοι τὴν προτίμησιν. ἐπώλησας τὴν οἰκίαν, μὴ περὶ ἐξωνήσεως προφωνησάμενός με· δεκαετία μοι σώζεται εἰς τὸ κινεῖν τὴν περὶ προτιμήσεως ἀγωγήν. εἰ γὰρ εἴπῃς· ἀλλ᾽ ἐντὸς τετραμή νου ὀφείλεις κινεῖν κατὰ τὸν νόμον· ἀλλ᾽ ὁ νόμος τοῦτο οὐκ ἀορίστως εἶπεν. εἰ μὲν γὰρ προεφωνήθη, τῇ τετραμηνιαίᾳ ἀποκλείομαι· εἰ δὲ οὐ προεφωνήθη, ἡ δεκαετία φυλάττεταί μοι. τὸ δὲ λέγειν, ἀλλὰ παρῆς, ὅτε ἐπιπράσκετο ὁ οἶκος καὶ οὐκ´ ἀντέλεγες, τοῦτο οὐδὲ προσίσταταί μοι· καὶ σὺ γὰρ ὁ ἀγοράζων ἔβλεπες, ὅτι ἀνακοίνωσιν εἶχον ἢ πλησιασμὸν ἢ ἄλλο τὶ δίκαιον, καὶ ὤφειλες προφωνῆσαι. εἰ μὲν οὖν προεφωνήσω, ἡ τετράμηνος ἐπικουρήσει, εἰ δὲ μὴ ἐπροφωνήσω, ἡ δεκαετία βοηθεῖ μοι.

2

pr.Ὅτι μερικῶς ἔχων τὶς ὡς ἐξ ἀνακοινώσεως οἴκου προτίμησιν, οὐκ ἐβούλετο τὸν ὅλον οἶκον ὠνήσασθαι. καὶ ὁ δικαστὴς ἔκρινεν οὕτως· ὅθεν πρὸς τὴν ὅλην πρᾶσιν μὴ ὑποκύπτων παρεῖται δηλονότι καὶ τὴν μερικὴν προτίμησιν· ὑπὲρ γὰρ τοῦ πράτου καὶ τοῦ ἀγοραστοῦ τοῦτο κατὰ καινοτομίαν εἰσήχθη τὸ νόμιμον, καὶ δικαίως ἐπενοήθη· ὡς μὴ τὰ ἕτερα ἐναπομένοντα δηλονότι ἀναγόραστα μείνωσι διὰ τὴν τοῦ νόμου τῆς ἀνακοινώσεως βοήθειαν.

3

pr.Ὅτι ὁ ἔχων ἀνακοίνωσιν ἐπί τινι προτιμᾶται. πλὴν ἐὰν ἐν οἴκῳ μεγάλῳ ἔχω ἀνακοίνωσιν μικρὰν, εἰς τὸ ἀνακοινωμένον μόνον προτιμῶμαι, καὶ ἀναγκάζομαι τὸν οἶκον ὅλον ὠνήσασθαι, καὶ μὴ ἀγοράζων ἐκπίπτω καὶ τῆς ἀνακοινώσεως· πλὴν μὴ θέλοντος τοῦ πράτου ὅλον τὸν οἶκον ὠνήσασθαί με, οὐκ ἔχω δίκαιον ἐκ τῆς μικρᾶς ἀνακοινώσεως ἐπιζητεῖν τὸ ὅλον.

4

pr.Ὅτι κτίζων τὶς οἰκήματα καὶ κωλυόμενος τῇ ἀποστασίᾳ τῶν τόπων, εὗρε τὸν γείτονα συγχωροῦντα διὰ γραμμάτων αὐτοῦ (ἔξω γὰρ ἦν διατρίβων) κτίσαι τὰ οἰκήματα ἄνευ διαστολῆς. εἶτα ἡ τοῦ μαγίστρου τοῦ σκληροῦ θυγάτηρ ἐκίνησε δίκην, λέγουσα κακῶς κτίζεσθαι τὰ οἰκήματα· ὁ δὲ δεσπότης τὴν τοῦ γείτονος συγχώρησιν ὑπεδείκνυε, καὶ αὐτὴ ἀντιτέθεικε τὰ οἰκήματα τοῦ συγχωρήσαντος μὴ ἴδια αὐτοῦ εἶναι, ἀλλὰ μοναστηρίου αὐτῇ διαφέροντος. καὶ ὁ μάγιστρος ἐσημειώσατο οὕτως· τὸν πέτρον, ὃς συνεχώρησε τὴν κτίσιν τῶν οἰκημάτων, ἡ νομικὴ αὐθεντία ἐβάρυνεν ἢ πεῖσαι τὴν τοῦ μαγίστρου θυγατέρα παραχωρῆσαι ἑστᾶναι τὰ οἰκήματα, ὅσα τὸ δίκαιον τῆς ἀπόψεως καθαιρεῖ, ἢ τοῦτο μὴ δυνάμενον ποιεῖν δοῦναι μὲν τὸ ζημίωμα τῶν ἀναλωμάτων τῷ κτίσαντι, ἔχειν δὲ ἀγωγὴν κατὰ τῆς ἐναγούσης θυγατρὸς τοῦ μαγίστρου.

5

pr.Ὅτι ἔκτισέ τις οἰκήματα δύο, καὶ τούτων τὸ μὲν ἓν ὁλοκλήρως ὑπὸ τὴν διάστασιν τῶν ρ ' ποδῶν τῆς ἀπόψεως τῆς θαλάσσης ἐναπελαύνετο, τοῦ δὲ ἑτέρου μέρος. καὶ ἔκρινεν ὁ μάγιστρος οὕτως· χρὴ τὸ περιλιμπανόμενον οἰκοδόμημα δ διάκειται ἐν τῷ ἀνευθύνῳ τόπῳ συσταλῆναι· εἶτα εἰ μὲν ἐκεῖνο τὸ ὑπερβαῖνον τὸ μέτρον τῶν ρ ' ποδῶν εὑρεθῇ ἀποφράττον τὴν πρὸς θάλασσαν ἄποψιν τῷ γείτονι, μένειν μὲν ἐντὸς τούτου ἀκαθαίρετα· τοῦ γὰρ μακροτέρου ἐναργῶς κτισθέντος καὶ οὐχ ὡς ἐν παραπετάσματι ἀλλὰ διηνεκῶς ἑστᾶναι μέλλοντος ἀσυλλόγιστόν ἐστι καὶ φθονερὸν τὰ πλησιάζοντα τοῖς οἰκήμασι τοῦ γείτονος καταβληθῆναι ὧν καὶ μετὰ τὴν κατάληψιν ἡ ἄποψις ἐμποδίζεται. εἰ δὲ τούτου δὴ τοῦ πολλῷ διεστῶτος οἰκήματος συστελλομένου καθ᾽ ὃν εἴρηται τρόπον ἡ τῆς θαλάσσης ἄποψις οὐ κωλύεται, δεῖ καὶ τὰ ἐντὸς τούτου ὡς ἀπόψεως ὑπαυνιαθησομένης πολλῆς καταστραφῆναι. προσῆκον ἄρα τυγχάνει καταθῆναι τὴν καινοτομίαν τῶν μελλόντων περιαιρεθῆναι, ἵνα εἴπερ μετὰ τὴν κατάλυσιν τὸ μακρότερον μέρος οὐ συγχωρεῖ φαίνεσθαι θάλασσαν τοῖς προκύπτουσιν, ἐκ τοῦ οἰκήματος ἀπολαύῃ τοῦτο τὸ τοῦ κτίσαντος μέρος.

6

pr.Ὅτι ἠγόρασέ τις ἐκ τῆς τοῦ πρωμύτου μονῆς ἐρείπιον, πλησίον δὲ ἔχων τούτου ἕτερα οἰκήματα ἐπεσκεύασεν ἕτερα προσεγγίζοντα καὶ συναπτόμενα τοῖς τοίχοις τῶν παλαιῶν· οἰκημάτων τῆς μονῆς, συμφωνήσας καταβάλλειν καὶ ἐτήσιον ἐμφύτευμα πρὸς τὴν μονήν. θνήσκων τοίνυν κατέλιπε ταῦτα μετὰ τῶν ἰδίων τῷ ἀνεψιῷ αὐτοῦ. τοῦ δὲ ὑπόχρεω γεγονότος τῷ δημοσίῳ διεπράθη πρὸς ἕτερον τὰ οἰκήματα, καὶ οὗτος οὐ πολὺν χρόνον δεσπόσας τῶν ἠγορασμένων διεπώλησε ταῦτα πρὸς ἄλλον. καὶ ἐκίνει ἡ μονὴ καὶ τὸ περὶ προτιμήσεως δίκαιον ἐκ τοῦ ἐμφυτεύματος καὶ τὸ περὶ ἐμφυτεύματος, ὅτι ἐπὶ πολλοῖς χρόνοις οὐ κατεβλήθη. καὶ ὁ μάγιστρος ἔκρινεν οὕτως· οἱ τῆς πρωμίτου μονῆς τῶν μὲν προτέρων μετενέξεων πράως ἠνέσχοντο, τὴν δὲ τελευταίαν παράπαν οὐ προσήκαντο, καὶ δίκην ἐπῆγον τῷ μὲν ἠγορακότι περὶ προτιμήσεως, τῷ δὲ ἀπεμπωληκότι ἐνέξει περὶ τοῦ ἐμφυτεύματος, ὅπερ ἐπὶ πολλοῖς χρόνοις οὐ κατεβάλλοντο. καὶ ἡ μονὴ δίκαιον ἔσχε παραλαβεῖν τὰ οἰκήματα κατὰ δεσποτείαν ἐκ τῆς ἰσχύος τῆς προτιμήσεως· κε χωρήγηται δὲ τὰ τῆς προτιμήσεως τῇ μονῇ οὐ μόνον ἐκ τῆς συναφείας τῶν τοίχων τῆς συμπεπλεγμένης ὡς ἂν εἴποι τὶς θέσεως, ἀλλὰ πολλῷ πλέον ἐκ τῆς ἐπετίου· τοῦ τέλους καταβολῆς, ὃ δὴ καὶ μόνον ἰσχὺν ἄμαχὸν ἔχει καὶ ἀκίνητον. οὐ μόνον γὰρ προτίμησιν δίδωσι τὸ ἐμφύτευμα, ἀλλὰ καὶ ἐπὶ διετίᾳ μὴ καταβαλλόμενον ἀποστερεῖ τῆς δεσποτείας τῶν ἐκκλησιαστικῶν τόπων τοὺς ἀναβαλλομένους. ἀλλ᾽ ἡμεῖς τὸ μὲν ἀπότομον βαδίσαι οὐ δεῖν ᾠήθημεν. βούλονται γὰρ αἱ διατάξεις, μὴ δυνατὸν ἐμφυτευτὴν ἐξωτικοῖς τὰ ἐμφυτεύματα πωλεῖν, εἰ μὴ ἄρα ὁ ἐμφυτεύσας οὐκ ἐθέλει αὐτῷ δοῦναι τὸ δίκαιον τίμημα.

7

pr.Ὅτι οὐκ ἔξεστι τοῖς ὑψηλοτέρας ἔχουσιν οἰκίας ἐπιπέμπειν ἐπίτηδες ὕλας καὶ συρφετοὺς πρὸς τὰ χθαμαλώτερα. καὶ τοῦτο ἔγραψεν ὁ μάγιστρος οὕτως· οὐκ ἔξεστι τῷ δεῖνι ἐκ τῶν ὑπερῴων αὐτοῦ καὶ τῶν θυρίδων καταπέμπειν τοῖς ταπεινοτέροις καὶ ὑποκειμένοις καθάρματα καὶ συρφετὸν ὕλης ἐπίτηδες. τὰ γὰρ ἐκ τῶν ὄμβρων ὕδατα ὡς φυσικὴν ἔχοντα τῆς ῥύσεως τὴν αἰτίαν ὑποδέχεσθαι χρὴ τὸν ἐνεσχημένον τῇ δουλείᾳ τῆς ῥύσεως.