IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.51

Περὶ δικαστῶν.

Abrir no leitor do IusCommune →

1

pr.Τὸ λέγειν τὸν νόμον, πατέρα δικάζειν υἱῷ καὶ υἱὸν πατρὶ, περὶ αὐτεξουσίων χρὴ νοεῖν υἱῶν· περὶ γὰρ ὑπεξουσίων τοῦτο οὐκ ἔστιν, ἔνθα μέλλει ὁ τὸν ὑπεξούσιον ἔχων υἱὸν πατὴρ κερδαίνειν αὐτός. εὑρίσκεται γὰρ οὕτως ἐναντίωσις δύο νόμων· ἐστὶ γὰρ ἕτερος λέγων· οὐδεὶς ἑαυτῷ δικάζει. τοῦτο οὖν ἐστὶ τὸ ὅτι οὔτε ὁ πατὴρ οὔτε υἱὸς, οὔτε κύριος ὑπὲρ μισθωτοῦ, ἐν ᾧ ἐστιν ὑπόνοια κερδαίνειν αὐτὸν κρίνοντα, δύναται δικάζειν. τὸ δὲ πλέον ὅτι καὶ υἱὸς αὐτεξούσιος, ἐὰν γραφῇ παρὰ πατρὸς κληρονόμος, οὐ δύναται δικάζειν τῷ πατρί· αὐτὸς γὰρ αὑτῷ δικάζειν δοκεῖ.

2

pr.Τὸ λέγον ὅτι ἐπὶ τῶν χρηματικῶν ἡ τριετία ἐκτείνεται, τοῦτο οὐ τοῖς δικαζομένοις ἁρμόζει, ἵνα ὑπερτιθῶνται τὰ μέρη ἐπὶ τριετίᾳ καὶ μὴ τὰς οἰκείας δικαιολογίας προτιθῶσιν, ἀλλὰ διὰ τοὺς δικαστὰς εἰσηνέχθη. πολλάκις γὰρ δυσχεροῦς οὔσης τῆς δίκης δύνανται οἱ δικασταὶ ἐκτείνειν τὴν ἀπόφασιν καὶ μέχρι τριετίας, πέρα δὲ ταύτης οὐ δύνανται· ἐντὸς δὲ καὶ τέμνουσι. τὰ γὰρ ὑπέρ τινος εἰσαχθέντα κατ᾿ αὐτοῦ οὐχ ἑρμηνεύονται.

3

pr.Ὅτι᾿ ὅτε νόμος ἀντίκειταί τινι πράγματι, κἂν πάνυ δικαιότατόν ἐστι τὸ γινόμενον, ἀπρόσδεκτόν ἐστι τοῖς δικαστηρίοις. οἷον νόμος ἐστὶ μὴ δίδοσθαι πράγματα ἢ κατεμπιστεύεσθαι τῷ μὴ ὑπὲρ τὸν κέ χρόνον ἀφήλικι, εἰ οὖν ἐπίτροπος χειρίσει πράγματα ἀφήλικι κατὰ τὴν κδ΄ ἡμέραν τοῦ ιβ΄ μηνὸς τοῦ κέ χρόνου, καὶ δαπανήσῃ ταῦτα ὁ ἀφήλιξ, ἔχει ἐπὶ τούτοις ἀποκατάστασιν· καίτοιγε οὐκ εἰκὸς [τὸν] ἀφήλικα διὰ τῶν λειπομένων ἓξ ἡμερῶν τοῦ τελείου αὐτοῦ χρόνου φρονιμώτερον γενέσθαι. εἰ γὰρ ὑπερέβη τὸν κέ χρόνον ὁ ἀφήλιξ, καλῶς κατεπιστεύθη αὐτῷ τὰ πράγματα. πανταχοῦ τοίνυν ἔνθα νόμος ὡρισμένος ἐστὶν, ἐκεῖνον δεῖ φυλάττειν, καὶ οὐ κρατεῖ τὸ παρὰ τοῦτον γινόμενον, κἂν πάνυ δικαιότατόν ἐστιν.

4

pr.Ὅτι καλῇ πίστει δικαστήρια ἐκεῖνα λέγονται τὰ συνιστώμενα ἀπὸ συμφώνων, οἷον πράσεων ἀγορασιῶν, πάκτων μισθώσεων καὶ τῶν τοιούτων.

5

pr.Ὅτι καὶ πρὸ πέρατος τῆς δίκης χρὴ τὰς [κατα] δίκας ἐκφέρεσθαι, ὅτε ἀποδιδράσκων τὴν δίκην ὁ ἐναγόμενος διατελεῖ. καὶ ἔλεγεν ὁ μάγιστρος, ὅτι ἐπειδὴ ἔκκλητος ὑπολέλειπται τῷ δικαζομένῳ, τίνος ἕνεκεν ἐκπίπτει τῆς δίκης; πάντως γὰρ ἐφεῖται αὐτῷ ἡ ἔκκλητος. οὐ μέντοιγε ἁπλῶς κατεδίκασε τὸν μὴ βουλόμενον ἐπεξελθεῖν μέχρι πέρατος τῆς δίκης, ἀλλ᾽ ὅρον ἐδίδου τῆς παραστάσεως, καθ᾽ ὃν εἰ μὴ ἀπήντησεν, αὐτοτελῆ τὴν δίκην ἐπέφερεν.

6

pr.Ὅτι εἴ τινι δικαστῇ παραπεμφθῇ παρά τινος τῶν ἀντιπροσωπόντων τῷ βασιλεῖ δίκη, οὐκ ἔχει οὗτος ὁ δικαστὴς ἐξουσίαν ἀπολύειν ἢ καταδικάζειν τὸ μέρος, ἀλλὰ διαγνώμονος μόνον ἔχει τάξιν. εἰ δὲ καὶ γίνηται ἔκκλητος παρὰ τοῦ δικασθέντος παρ᾿ αὐτοῦ, οὐ κατὰ τοῦ διαγνώμονος κίνεῖται ἡ ἔκκλητος, ἀλλὰ κατὰ τοῦ δεδωκότος αὐτῷ τὴν δίκην. ὡς βι. ζ΄ τί. α΄ κεφ. α΄ καὶ γ '.

7

pr.Ὅτι σωματεῖον καὶ σύστημα διαφέρει. σωματεῖον μὲν γὰρ ἐστὶ πᾶσα τέχνη, ἥτις διὰ χειρὸς ἔχει τὴν ἐργασίαν· οἷον σκυτοτομικὴ ἢ βαπτική. σύστημα δὲ ἡ μὴ ἔχουσα διὰ χειρῶν τὴν ἐργασίαν, οἷον οἱ πρανδιοπράται καὶ οἱ μεταξοπράται καὶ οἱ λοιποὶ, οἵτινες αὐτοὶ οὐκ ἐργάζονται. ἀνάγνωθι βι. ή τί. β΄΄.

8

pr.Ὅτι μετὰ ψῆφον καινοῖς δικαιώμασιν οὐ δεῖ χρῆσθαι, εἰ μὴ ἔσθ᾽ ὅτε ἐπὶ δημοσίου πράγματος. βι. θ΄ τί. γ ' κεφ. λδ 2.

9

pr.Ὅτι ἑκατὸν μιλίων ἡ πόλις ὁρίζεται. τοῦτο ἔλεγεν ὁ πατρίκιος ἐπινοηθῆναι διὰ τὴν ῥώμην, διότι οἱ ἔξωθεν ταύτης οἰκοῦντες οὐκ ἠξιῶντο τῆς τῶν πολιτῶν προσηγορίας, καὶ διὰ τοῦτο ἐνομοθέτησεν ἡ σύγκλητος ἄχρις ἑκατὸν μιλίων τοὺς οἰκοῦντας ἐκτὸς τῆς πόλεως πολίτας ὀνομάζεσθαι. τοῦτο δὲ καὶ νῦν ἐγένετο. οἱ γὰρ ἄχρις ρ΄ μιλίων οἰκοῦντες χωρῖται ἔξωθεν τῆς πόλεως καὶ πωλοῦσι καὶ ἀγοράζουσι καὶ οὐκ ἔχουσι τὰ προνόμια, ἃ ἔχουσιν οἱ ἐπέκεινα τῶν ρ ' μιλίων οἰκοῦντες, ἀλλ᾽ ἀνῃρέθη παρὰ τῆς νεαρᾶς τοῦ κυροῦ βασιλείου τοῦ βασιλέως εἰπούσης, πάντα χωρίτην πωλοῦντα πρὸς δυνατὸν τὸ ἴδιον ἀναργύρως τοῦτο λαμβάνειν. ἀνάγνωθι βι. ς ' τί. κβ΄ καὶ βι. ζ΄ τί. α.

10

pr.Ὅτι χαμαιδικαστὴς λέγεται ὁ δοθεὶς εἰς δίκην διαγνώμων παρὰ ἄρχοντος θεματικοῦ ἐκ πρώτου, οὐ μὴν αὐτὸς ὢν δικάστὴς οὐδὲ παρὰ βασιλέως δοθεὶς, ὡς βι. ζ΄ τί. α΄. καὶ ἔκρινεν ὁ μάγιστρος ἐπὶ δίκη κινηθείσῃ εἰς τὸ στενὸν κατὰ τοῦ μητροπολίτου μελιτινῆς, ὁμοίως καὶ εἰς τοῦ δομεστίκου τοῦ μαρίνου.

11

pr.Ὅτι ἐπὶ τῶν ἀσαφῶν τὸ ἧττον ἐπιλεγόμεθα. ἐπειδὶ νόμος ἐπὶ τῶν ἀσαφῶν τὸ ἧττον ἐπιλέγεσθαι διακελεύεται· ἧττον δὲ τὸ μὴ εἰς ἀπαίτησιν ἐρχόμενον.

12

pr.Ὅτι ἀπὸ τοῦ ἀσαφοῦς οὐδὲ λαμβάνει ὁ ἐνάγων, διότι καὶ ὁ νόμος· „ἐπὶ τοῦ ἀσαφοῦς πράγματος κρεῖττον εὐνοεῖν τῇ ἀπαιτήσει ἢ τῷ ἐπεισάκτῳ κέρδει καί· „ἐπὶ τοῖς ἀμφιβόλοις τὸ καλοθελὲς δεχόμεθα.

13

pr.Ὅτι καὶ τὰ ἐκφωνούμενα βλάπτουσιν, οὐ μὴν τὰ μὴ ἐκφωνούμενα· καὶ τὰ μὴ δυνάμενα ἐννοηθῆναι ἀντὶ μηδὲ γεγραμμένων παραλαμβάνονται.

14

pr.Ὅτι οὐ βλάπτει τινὰ τὸ μήτε εἰς ἐπερώτησιν κατενεχθὲν μήτε ψιλῶς ἐπαγγελθέν.

15

pr.Ὅτι ὁ νόμος φησίν· „ἑτοιμότεροι ὀφείλομεν εἶναι προφάσεως παρεμπεσούσης ἀρνεῖσθαι τὴν ἀγωγὴν εἰς τὸ τὴν ἐλευθερίαν ἁρμόσαι τῷ ἐναγομένῳ.

16

pr.Βι. ζ΄ τί. α΄ κεφ. τελευταῖον, νεαρὰ ρκέ. Ὅτι νόμος᾽ ἐστὶν, ὅταν διαφωνία γένηται ἐν τοῖς δικάζουσιν, ἕκαστον τῶν δικαστῶν τὴν ἰδίαν ψῆφον διδόναι· καὶ ἕτερος νόμος· „ἡ τῶν πλειόνων ψῆφος κρατεῖ. τούτους τοίνυν τοὺς δύο νόμους ἐναντιοφανεῖς ἔλεγεν εἶναι ὁ ὀφρυδᾶς σημειούμενος σχεδὸν καὶ ἐναντίους, καὶ τὸν μὲν, ὅτι ἡ τῶν πλειόνων ψῆφος κρατεῖ, παλαιὸν εἶναι νόμον καὶ τῶν διγέστων, τὸν δὲ ἕκαστον ἀναγκάζεσθαι τὴν ἰδίαν διδόναι ψῆφον νεαρότερον καὶ ἀναιρετικὸν τοῦ προτέρου. ἀλλ᾽ ὁ νομικώτατος καὶ σοφώτατος μάγιστρος ἐρωτήσαντός μου τοῦτο ἡρμήνευσε μὴ καλῶς σημειώ σασθαι τὸν ὀφρυδάν· οὐδὲν γὰρ τῶν κειμένων ἐν τοῖς βασιλικοῖς εἶναι τῶν ἀνῃρημένων, ἀλλὰ τούτους τοὺς προειρημένους δύο νόμους κρατεῖν κατὰ τοὺς οἰκείους καιροὺς καὶ τὰς ὑποθέσεις. ὅτε γὰρ τυχὸν δέκα δικασταὶ δικάζοντες διαφωνήσουσι καὶ οἱ μὲν ἓξ τῇδε στοιχήσουσι τῇ ἀποφάσει, οἱ τέσσαρες δὲ ἑτέρας εἰσὶ ψήφου, τότε ἀναγκάζονται πάντες ψηφίσασθαι καὶ παρασχεῖν ἔγγραφον ψῆφον. ἡ μὲν τῶν ἓξ ψῆφος ἰσχυροτέρα τε ἐστὶ καὶ κρατεῖ, μὴ οὐχὶ ὑποκεῖσθαι ἐκκλήτῳ, ἀλλὰ μᾶλλον εἰς τὸ διὰ τῆς ἐκκλήτου δοκιμάζεσθαι, εἰ καλῶς ἢ μὴ ἐξεφωνήθη ἀντιλεγόντων τῶν ἑτέρων δ΄ δικαστῶν. διὰ τοῦτο τοίνυν εἴρηται κρατεῖν τὴν τῶν πλειόνων ψῆφον, ὅτι οὐχ ἡ σημείωσις τῶν δ ' προφερομένη ἐξετάζεται, ἀλλ᾽ ἡ παρὰ τῶν ἓξ γενομένη δικαστῶν ἐκείνη διὰ τῆς ἐκκλήτου· καὶ τὴν ἐπήρειαν καὶ τὴν ἀμαθίαν καὶ τὴν ἄγνοιαν διορθοῦται· καὶ καθ᾽ ὃ μὲν καλῶς ἔκριναν, κρατεῖ, καθ᾽ ὃ δὲ ἔπταισαν μέρος, διορθοῦται ὑπὸ τῆς ἐκκλήτου. εἶπον ἐγώ· φέρει τυχὸν γενέσθαι παρὰ τῶν ἓξ δικαστῶν καὶ δοθῆναι τῷ ἑνὶ μέρει, καὶ ἑτέραν σημείωσιν παρὰ 3΄ Cod. δικαστικῶν. Bas. τῶν τεσσάρων κριτῶν καὶ δοθῆναι τῷ ἑτέρῳ μέρει, καὶ μηδέτερον μέρος κινῆσαι τὴν ἔκκλητον, ἀλλὰ διελθεῖν τὸν τῆς ἐκκλήτου καιρόν. τί τοίνυν ἔσται; ποία τούτων κρατήσει; καὶ ὁ μάγιστρος εἶπε, τὴν τῶν ἓξ ἀνδρῶν ἰσχυροτέραν εἶναι σημείωσιν, τὴν δὲ τῶν δ ' μηδὲν ἔχειν ἰσχυρὸν ἐκ τοῦ παρελθεῖν τὸν τῆς ἐκκλήτου καιρόν. οὕτως οὖν εἶπεν ἐνεργεῖν ἀμφοτέρους τοὺς νόμους καὶ μηδεμίαν ἔχειν ἐν αὐτοῖς διαφωνίαν.

17

pr.Ὅτι ἀφ᾽ ὧν ἕτεροι πρὸς ἀλλήλους εἴπωσιν ἢ γράψωσιν, ἕτερος οὐχ ὑφίσταται βλάβην. καὶ τοῦτο ἐκρίθη ἐπὶ τῇ ὑποθέσει τοῦ μετρητοῦ. ὁ γὰρ ἀντίδικος αὐτοῦ προεκόμίζε συμφωνίας ἑτέρων διαλαμβανούσας περὶ τῆς κινουμένης δίκης, καὶ ἐσημειώσατο ὁ δικαστὴς, εἰπών· ἀφ᾽ ὧν μὲν γὰρ ἕτεροι πρὸς ἀλλήλους εἶπον ἢ ἔγραψαν, ὡς ὁ νόμος φησὶν, ο μετρητὴς οὐχ ὑφίσταται βλάβην. ὅτε δέ τις τῷ παρ᾽ αὐτοῦ γεγονότι δικαιώματι χρῆται τοῖς κατ᾿ αὐτοῦ γεγραμμένοις δικαιοσύνης λόγοις στοιχεῖν ἀναγκάζεται.

18

pr.Ὅτι οὐ χρὴ τὸν δικαστὴν ἀκολουθεῖν προγεγενημένῃ ψήφῳ, ἀλλὰ σκοπεῖν, τί τὸ τοῖς νόμοις ἀκόλουθον καὶ οὕτως ἀποφαίνεσθαι. ὡς βι. θ ' τί. [α΄ κεφ. οθ΄.]

19

pr.Ὅτι οἱ κατὰ σημείωσιν δικῶν ἀκροώμενοι ὀφείλουσιν ὅρον ἐγγεγραμμένον διδόναι τὸν τὴν αὐτῶν γνώμην δηλοῦντα, φησὶ βι. ζ΄ τί. α΄΄. καὶ νεαρὰ ἐστὶ τοῦ κυροῦ λέοντος λέγουσα χρῆναι τοὺς δικαστὰς ἐκτιθέναι ψήφους ὑπογραφαῖς αὐτῶν ὠχυρωμένας.

20

pr.Ὅτι „ἐὰν ἀπόφασις λεχθῇ μόνον, μὴ μέντοι γραφεῖσα πρότερον ἀναγνωσθῇ, ἄχρηστός ἐστιν.

21

pr.Ὅτι ὅσαι μὲν· μαρτυριῶν δόσεις πράττονται ἢ καταθέσεις ἐπὶ δικαστηρίων, αὗται καὶ μετὰ τελευτὴν τοῦ δεξαμένου κριτοῦ τὰς μαρτυρίας καὶ τὰς καταθέσεις, εἴπερ ἐπὶ συνέδρων ἐπράχθησαν σωζομένης τῆς μεγαλειότητος καὶ τοῦ ἔθους τῶν πατέρων, ὡς ὁ νόμος φησὶν, εἰς ζήτησιν προφέρονται καὶ πιστεύονται, ὡς καὶ πάλιν ὑπὸ τῶν μαρτύρων δυνάμεναι πίστιν· λαβεῖν καὶ ἐκ τῶν συνέδρων καὶ ἐκ τῶν ἀκροατῶν. ὅσαι δὲ λοιπαὶ ἀποσημειώσεις γίνονται παρὰ τῶν κριτῶν, αὗται μὴ πληρωθεῖσαι μετὰ τελευτὴν ἐκείνων οὐ παραδέχονται προκομιζόμεναι. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος ἐπὶ τῇ δίκῃ τοῦ καπιλάβη. τοῦ γὰρ πατρικίου πέτρου καὶ κοια ίστωρος ζητήσαντος τὴν δίκην καὶ σημείωσιν μὴ πεποιηκότος ἀλλὰ τελευτήσαντος, καὶ ὕστερον ζητουμένης τῆς δίκης, καὶ προκομισθεισῶν τῶν σημειώσεων παρὰ τοῦ νοταρίου αὐτοῦ, καὶ δεχθεισῶν παρὰ τοῦ πατρικίου βαασακίου καὶ τοῦ πατρικίου λέοντος καὶ ἐπάρχου, καὶ ἐξ ἐγκλήτου δοκιμαζομένης πάλιν τῆς ἐξετάσεως παρὰ τοῦ μαγίστρου, οὗτος οὐδόλως παρεδέξατο τὰς τοιαύτας παρασημειώσεις, ἀλλ᾽ ἔῤῥιψε τὸ ὑπόμνημα τῶν πατρικίων. τέθεικε δὲ νόμους τοὺς παραγεγραμμένους ', καὶ ἐπήγαγε λογισμὸν τοιοῦτον· ἡμῖν δὲ νεκρικαῖς ἐπερείσασθαι πίστεσιν οὐ πάρεστι μήτε ὑπογραφῇ μήτε σφραγῖδι τοῦ μεταστάντος πεπιστωμέναις. ἀσύνηθες γὰρ τοῦτο καὶ μεγάλης συγχύσεως ἐργαστικὸν, εἰ τοῖς ταχυγράφοις τῶνιδικαστῶν ἢ ἐπιστολεῦσιν (ἐπιπολάζει γὰρ καὶ τοῦτο τὸ σύστημα παρεισφερόμενον ἐνίοις τῶν ἐπαρχικῶν δικαστηρίων) ἄδεια χαρισθείη παρασημειώσεις προφέρειν καὶ δικαιοῦν ὡς βούλονται, προσέτι δὲ καὶ παρανόμους ἐγγραφὰς καὶ μῶμον ἐπιτρίβειν ταῖς ὑπολήψεσι τῶν κυρίων αὐτῶν.

22

pr.Ὅτι ὁ μάγιστρος ἔλεγε· νόμος ἐστὶ πραΰνεσθαι μᾶλλον τὰς ἀποφάσεις ἢ τραχύνεσθαι, καὶ ἕτερος νόμος ἐστὶν, ἵνα τὰς ὡρισμένας ποινὰς ἀπὸ τοῦ νόμου μὴ παραβαίνωσιν οἱ δικασταί. καὶ πῶς δύναται δικαστὴς πρᾳῦναι τὴν ἀπόφασιν, ἔνθα παρὰ τοῦ νόμου τραχεῖα ἐστί; καὶ ἑρμηνεύων τὸ ῥητὸν ἔλεγεν, ὅτι τὸ πλαστὸν τιμωρίαν ἔχει δήμευσιν τελείαν καὶ τὰ ἑξῆς, καὶ οὐ δύναταί τις δικαστὴς ὁ εὑρὼν πλαστογράφον μὴ ἐπαγαγεῖν τὴν τοιαύτην ἀπόφασιν· καὶ τὸ ὡσανεὶ πλαστὸν τιμωρίαν ἔχει ὡρισμένην, ὁμοίως δὲ· καὶ ἡ κλοπή. ἐστὶ μὲν οὖν ὡσανεὶ πλαστὸν τὸ γραμματεῖον τοῦ χρέους ἀφελέσθαι τὸν χρεώστην καὶ ἀπαλεῖψαι, καὶ ὑπόκειται ὁ τὸ γραμματεῖον αὐτοῦ ἀφελόμενος καὶ ἀπαλείψας τῷ ἐγκλήματι τοῦ ὡσανεὶ πλαστοῦ κατ᾿ ὀρθὸν, ἀλλὰ θέλων ὁ δικαστὴς πραΰναι μᾶλλον τὴν ἀπόφασιν ἢ τραχῦναι, τὸν ἀφελόμενον τὸ γραμματεῖον οὐ κρίνει πλαστογραφίας, ἀλλὰ κλοπῆς. ἀμφότερα γὰρ τὰ ἁμαρτήματα, εἰ καὶ τιμωρίαν ἔχουσι διάφορον, ἀλλὰ τήνγε πρὸς τὸν δανειστὴν τὸν ἔχοντα τὸ γραμματεῖον ἴσην ἔχουσι κακουργίαν. καὶ τούτῳ ὁ δικαστὴς τῷ νομίμῳ κανόνι ἑπόμενος, ἔνθα εὕρῃ δύο ἁρμοζούσας ποινὰς, τὴν μὲν τραχεῖαν τὴν δὲ πρᾳοτέραν, πρὸς τὴν πρᾳοτέραν μάλιστα ἀποκλίνων νομίμως δοκεῖ ἀποφαίνεσθαι.

23

pr.Βι. κγ΄ τί. γ΄ κεφ. ιθ΄ 2· „Ὑπέρθεσίς ἐστιν ἡ γενομένη τῷ δανειστῇ ἢ τῷ συνηγόρῳ αὐτοῦ ἢ τῷ διοικοῦντι πρά γματα αὐτοῦ καὶ οὐ δοκεῖ δι᾽ ἐλευθέρων προσπορίζεσθαι. εἰ γὰρ καί τις τὸν ἀπ᾿ ἐμοῦ κλέψαντα συλλάβηται πρᾶγμά μου διοικῶν, περιποιεῖ μοι τὴν φανερὰν κλοπήν· καὶ ὁ συνήγορός μου ὀχλῶν τὸν ὁμολογήσαντά μοι δοῦλον διηνεκῆ μοι ποιεῖ τὴν τῆς μελλούσης ζημίας ἀγωγήν.

24

pr.Οἱ αἰγιαλοὶ ἐν τῇ πάντων ἐξουσίᾳ εἰσί. διὸ καὶ δεσπόζω τῶν ἐν αὐτοῖς παρ᾽ ἐμοῦ κτιζομένων, ὥσπερ καὶ τῶν ὑπ᾿ ἐμοῦ θηρευομένων. εἰ δὲ καὶ καταπέσῃ τὸ κτίσμα, πάλιν κοινὸς ὁ αἰγιαλὸς γίνεται. καὶ ἰνστιτούτων [βι. β΄] τί. α΄· „φυσικῷ δικαίῳ κοινὰ πάντων ἀνθρώπων εἰσὶν ἡ θάλασσα καὶ οἱ αἰγιαλοὶ τῆς θαλάσσης, καὶ διὰ τοῦτο οὐδεὶς αἰγιαλῷ τῆς θαλάσσης προσελθεῖν κωλυθήσεται, οἷον ἀναπατεῖν ἢ ναῦν προσορμίζειν· οὕτω μέντοι ὥστε τῶν κωμῶν ἤτοι τῶν οἰκημάτων καὶ τῶν ἐκεῖ διακειμένων μνημάτων ἢ κτισμάτων ἀπέχεσθαι. ταῦτα γὰρ οὐ κοινὰ πάντων ἀνθρώπων εἰσί. ποταμοὶ δὲ πάντες καὶ λιμένες πούβλικοί εἰσι, τουτέστι τοῦ δήμου τοῦ ῥωμαϊκοῦ. διὸ καὶ τὸ ἁλιεύειν κοινὸν ἅπασίν ἐστι καὶ τὰ ἑξῆς. οὕτω τοίνυν καὶ ὁ μάγιστρος ἐν τῇ δίκῃ τῇ μεταξὺ τοῦ γέρμης καὶ τοῦ βαρὺ ἡρμήνευσε, καὶ εἶπεν, ὅτι κἂν δημόσιοι ὦσιν οἱ ποταμοὶ, ἀλλ᾽ οὖν γε μὴ ὄχθαι τούτων, [ἀλλὰ] τοῦ παρακειμένου εἰσὶ καὶ οὗτος κτίσαι μὲν ἐν αὐτοῖς καὶ ἀποκλεῖσαι καὶ κωλύσαι τοὺς διερχομένους δύναται. ἔχει οὖν το δίκαιον τὸ ἴδιον καὶ δεσπόζει τῆς. ὄχθης.

25

pr.Ὅτι οὐκ ὀφείλει δικαστὴς διαξίμους ποιεῖν γυναῖκας. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος. τοῦ γὰρ κατανάγκη ἐγκαλέσάντος, ὡς ὁ κριτὴς πελοποννήσου τὸν ἀδελφὸν αὐτοῦ κατέχει εἰς τὴν φυλακὴν ὡς ἅρπαγα, καὶ αἰτησαμένου ἀνελθεῖν αὐτὸν καὶ τοὺς μέλλοντας αὐτῷ ἀντιδικάζεσθαι, αἰτησαμένου δὲ συνελθεῖν καὶ τὴν λεγομένὴν ἁρπαγῆναι γυναῖκα, ὁ μάγιστρος τὰ μὲν ἄλλα τῆς αἰτήσεως δέδωκε, τὸ δὲ καὶ τὴν γυναῖκα ἀνελθεῖν βαρὺ αὐτῷ κατεφάνη καὶ ἀπηγορευμένον τοῖς νόμοις, καὶ διὰ τοῦτο μόνῃ προστασίᾳ βασιλικῇ ἐπείσθη τοῦτο ποιῆσαι, ἀσφαλισαμένου τοῦ κατανάγκη, ὡς εἰ ἂν ἔλθῃ ἡ γυνὴ καὶ εἴπῃ, ὅτι ἡρπάγη, ἵνα ὑποσχῇ αὐτὸς πρὸς τὸ μέρος αὐτῆς ὅλην τὴν ποινὴν τοῦ ἐγκλήματος, χρηματικῶς διδοὺς καὶ τὰς ὀκλάσεις καὶ ἐξόδους τῆς γυναικός.

26

pr.Ὅτι ὁ νόμος καὶ ἄκοντάς τινας εὐεργετεῖ. ἐὰν γάρ τις ἔχων τόπον εἰς στάσιν ἐποχῆς ἐπιτήδειον οὐκ ἔχει τόπου διάστημα, ἕτερος δὲ ἔχων ὅριον ἐγγὺς κωλύσει τὴν στάσιν, φησὶν ὁ νόμος, ὅτι κακίας ἐστὶ τὸ τοιοῦτον τὸ φθονῷ μὴ ἐᾶν τὸν γείτονα ὠφελεῖσθαι, καὶ διὰ τοῦτο ἀναγκάζεται ὑποδέχεσθαι τὴν στάσιν, καὶ λαμβάνειν ἐκ τοῦ κέρδους τῆς ἐποχῆς τὸ ἥμισυ, κἂν ὀλίγον ἔχῃ τόπον.

27

pr.Βι. ζ΄ τί. γ΄ κεφ. β'΄΄· „Ὅτι κινουμένης τῆς τὴν κληρονομίαν ἀπαιτούσης ἀγωγῆς προσήκει τὸν δικαστὴν πᾶσαν οἱανδήποτε ἔξωθεν ἀνακύπτουσαν ζήτησιν καὶ διαφέρουσαν τῇ τοιαύτῃ ἀγωγῇ λύειν. οὐ λέγω ὅτι [εἰ] νῦν ἄρχων ἐπαρχίας κρίνει ὁ δυνάμενος καὶ περὶ τύχης κρίνειν, ἀλλ᾽ εἰ καὶ τοιοῦτος ὁ δικαστὴς, ὃς εἰ πρωτοτύπως ἐκινεῖτο ἡ περὶ τῆς τύχης ζήτησις, οὐκ ἐδύνατο ταύτην δικάζειν, ἀλλ᾽ οὖν προσήκει ὡς κεφάλαιον τῆς ἀγωγῆς τῆς ἀπαιτούσης τὴν κληρονομίαν καὶ περὶ αὐτοῦ διαλαβεῖν· ἡ γὰρ ἀπόφασις οὐ μέλλει περὶ τῆς τύχης ἐκφέρεσθαι, ἀλλὰ περὶ τῆς κληρονομίας.

28

pr.Ὅτι τῶν ἐπὶ σχήματι καταλειφθεισῶν ὑποθέσεων, καινῶν συμβολαίων μετὰ ταῦτα εὑρεθέντων, τὰς ἀποφάσεις ἀνανεοῦσθαι εἰς ὑπόδειγμα βαρύ ἐστι. ζήτει τοὺς νόμους.

29

pr.Ὅτι τῷ παραιτουμένῳ τὸν δικαστὴν ιη΄ ἡμέραι δίδονται εἰς διάσκεψιν, ὥστε ἐντὸς δεῖξαι, ὅτι ἐχθρὸς αὐτοῦ ἐστὶν, ὅτι ἀκαταθύμιος αὐτοῦ ἐστὶ, καὶ τὰ λοιπὰ τὰ τῷ νόμῳ περιεχόμενα. ἔστι δὲ καὶ ἕτερος νόμος λέγων· „οἱοσδήποτε δικαστὴς βήματος προεστὼς ἢ ἑτέραν ἔχων ἐξουσίαν δικαιοδοσίαν ἔχει κατὰ τῶν συναινούντων καὶ ὑποβαλλόντων ἑαυτούς· συναινεῖ δὲ ὁ γινώσκων μὴ ὑποκεῖσθαι τῇ δικαιοδοσίᾳ αὐτοῦ. εἰ γὰρ πεπλανημένως ἐνόμιζεν ὑποκεῖσθαι ἢ ἕτερον ἀνθ᾽ ἑτέρου ὑπείληφεν ἢ ἀνθιστάμενον αὐτὸν ἠνάγκασεν ὁ πραίτωρ, οὐκ ἰσχύει κατ᾿ αὐτοῦ ἡ δικαιοδοσία. ὡς βι. ζ ' τί. ε΄ κεφ. β΄. τούτῳ τῷ νόμῳ ἐχρήσατο ὁ μάγιστρος εἰς σημείωσιν, καταδικάζων δικαστὴν τὸν πραίτωρα ἑλκύσαντα γυναῖκα τοῦ ἀνεμᾶ εἰς δικαστήριον αὐτοῦ, ἵνα λάβῃ δίκην προκριθεῖσαν παρ᾽ αὐτοῦ τοῦ μαγίστρου ἔτι κοιαίστωρος ὄντος. καὶ ἠρώτησα ἐγώ· πῶς οὗτος μὲν ὁ νόμος λέγει, τὸν δικαστὴν τὸν ἕλκοντα εἰς δικαστήριον τὸν μὴ συναινοῦντα ἄνθρωπον ὑποκεῖσθαι τῷ περὶ βίας καὶ μὴ ἰσχύειν τὴν δικαιοδοσίαν τοῦ δικαστοῦ κατ᾿ αὐτοῦ, ὁ δὲ ἕτερος νόμος φησὶν, ὅτι τῷ παραιτουμένῳ τὸν δικαστὴν τὴ ἡμέραι δίδονται πρὸς διάσκεψιν, ὧν ἐντὸς εἰ μὴ δείξει αἰτίαν εὔλογον ἀπολύουσαν αὐτὸν τοῦ δικαστοῦ, ἀναγκάζεται ποιεῖν πάρὰ τῷ αὐτῷ δικαστῇ λόγον; καὶ ἡρμήνευσεν ὁ σοφὸς μάγιστρος οὕτως· ὅτι ἀφορμαὶ πολλαὶ εἰσὶ τῶν ἀνθρώπων καὶ τῶν δικαστῶν. οἱ μὲν γὰρ τῶν ἀνθρώπων εἰσὶν ἐπὶ ταῖς θύραις, καὶ ὑπόκεινται ταῖς ἑταιρειαρχείαις καὶ τῷ πρωτοβεστιαρίῳ· οἱ δὲ πλέουσι τὴν θάλασσαν, καὶ ὑπόκεινται τῷ παραθαλασσίτῃ· οἱ δὲ πλώϊμοι τῷ δρουγγαρίῳ· οἱ δὲ τῶν τεχνῶν τῷ ἐπάρχῳ· οἱ δὲ περὶ διαθήκας τῷ κοιαίστωρι. ἐὰν οὖν τις ἔχων δίκην, ὅτι οὐκ ἀληθής ἐστιν ἡ διαθήκη, ἑλκύσει τὸν ἀντίδικον αὐτοῦ παρὰ τῷ ἐπάρχῳ, ὁ δὲ ἀμνηστηθῇ καὶ ψηφίσηταί τι κατ᾿ αὐτοῦ ὁ ἔπαρχος, οὐκ ἰσχύει ἡ δικαιοδοσία· ὁμοίως καὶ ἐὰν περὶ κεκωλυμένων βλαττίων ἢ ἑτέρας τέχνης κινῶν τις δίκην ἑλκύσῃ τὸν ἀντίδικον ἐπὶ τῷ παραθαλασσίτῃ, οὐδὲν ἐπὶ τούτῳ δύναται ἡ δικαιοδοσία τοῦ παραθαλασσίτου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐὰν δὲ περὶ χρέους ἐνάγῃ τὶς κατά τινος μὴ ὑποκειμένου τινὶ ἀρχῇ παρὰ δικαστῇ ᾧ βούλεται, ὁ δὲ ἐναγόμενος παραιτεῖται τὸν δικαστὴν, τότε ἐνεργεῖ ὁ ἕτερος νόμος ὁ λέγων δίδοσθαι τῷ παραιτουμένῳ ιη΄ ἡμέρας, ἵνα, εἰ μὴ ἐντὸς τούτων δείξῃ τὸν δικαστὴν ἀκαταθύμιον αὐτῷ ἢ ἐχθρὸν ἢ φίλον τοῦ ἀντιδίκου ἢ τὰ λοιπὰ, καὶ ἄκων ἑλκυσθῇ παρ᾽ αὐτοῦ καὶ τὴν ἐπαγομένην αὐτῷ κατὰ τοῦ ἀντιδίκου λύσῃ ἐνοχὴν, ἔχων εἰς βοήθειαν τὸν τῆς ἐκκλήτου καιρόν. ἀκαταθύμιον δὲ ἔλεγε δικαστὴν εἶναι τὸν ὀργίλον, τὸν ὀξύχολον καὶ τὰ ὅμοια.

30

pr.Ὅτι πάντα ἄνθρωπον καλούμενον εἰς δικαστήριον παρά τινος χρὴ ἀπιέναι πρὸς αὐτὸν καὶ τότε προβάλλειν τὰς παραγραφάς.· [εἰ δὲ] ὁ δικαστὴς μὴ προσέχων τῇ παραγραφῇ ἀναγκάσει αὐτὸν, οὐδὲ τούτου ἡ δικαιοδοσία τοῦ δικαστοῦ ἤγουν ἡ ἀπόφασις ἢ τιμωρία ἰσχύει κατὰ τοῦ ἐναγομένου, ἀλλὰ μᾶλλον ὑπόκειται ὁ δικαστὴς τῷ περὶ βίας. εἰ δὲ ὁ καλούμενος εἰς δικαστήριον καὶ ἔχων παραγραφὴν οὐκ ἀπειθῇ καὶ προθήσῃ τὴν παραγραφὴν, τότε ὁ δικαστὴς καὶ μὴ ὑποκείμενον τῇ δικαιοδοσίᾳ αὐτοῦ κολάζων οὐχ ὑπόκειται τῷ περὶ βίας.

31

pr.Ὅτι ὁ πατρίκιος βάρδας καὶ ὕπατος ἐσημειώσατο, εἶτα ὁ πατρίκιος νικόλαος καὶ ἔπαρχος ἐζήτει μὲν περὶ τῆς αὐτῆς δίκης, οὐκ ἔφθασε δὲ σημείωσιν ποιῆσαι, ἀλλὰ τελευτήσαντος αὐτοῦ ὁ πρωτοσπαθάριος μιχαὴλ ὁ υἱὸς αὐτοῦ εὑρὼν τὰς ὑποσημειώσεις τοῦ πατρὸς καὶ παρεκ βαλών τὰ σημειωθέντα καὶ ὑπογράψας καὶ σφραγίσας ἐν αὐτοῖς ἔδωκε τῷ τὴν δίκην ἔχοντι. ἀλλ᾽ ὁ μάγιστρος οὐκ ἐδέξατο ταύτην, σημειωσάμενος ὅτι οὐδὲ ὁ πατρίκιος νικόλαος ἠδύνατο εἰς ἐναντίωσιν ἰέναι προτέρας δικαστικῆς ἀποφάσεως χωρὶς βασιλικῆς ἀποφάσεως, οὔτε ὁ υἱὸς αὐτοῦ ἐδύνατο τὰς μὴ ὑπογραφῇ καὶ σφραγίδι τοῦ πατρὸς βεβαιωθείσας σημειώσεις προφέρειν εἰς μέσον· οὐ γὰρ ὥσπερ τοῦ κλήρου οὕτω καὶ τῶν κρίσεων τοῦ πατρὸς ὁ κληρονόμος κληρονόμος ἀναδείκνυται.

32

pr.Ὅτι δεῖ πάντα δικαστὴν ἕπεσθαι τοῖς κειμένοις νόμοις καὶ μὴ μεταποιεῖν τούτους μηδὲ παρερμηνεύειν, ὁ πατρίκιος ἐσημειώσατο γράψας τοὺς νόμους τούτους. φησὶ βι. β΄ τί. α κεφ. λγ· „οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα μήτ᾽ εὐχερῶς ἀναχωρεῖν τῆς σημασίας τῶν λέξεων. καὶ κεφ. κθ '· „ἐν τοῖς ἀμφιβόλοις καὶ ἀσαφέσι τὴν ἀνεπίληπτον ἑρμηνείαν προσιέμεθα. πρὸς δὲ τὴν ἐναντιοφάνειαν φησὶ κεφ. λς΄· „οἱ προγενέστεροι νόμοι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, καὶ οἱ νεώτεροι πρὸς τοὺς ἀρχαιοτέρους ἑρμηνεύονται καὶ νοοῦνται, ἐὰν μὴ φανερῶς ἐναντίοι ὦσιν.

33

pr.Ὅτι φησὶ βι. θ΄ τί. [α] κεφ. [οθ΄]· „Ἡ παροῦσα διάταξις κελεύει τὸν δικαστὴν μὴ ἀκολουθεῖν ἑτέρᾳ ψήφῳ γε γενημένῃ, ἀλλὰ σκοπεῖν τί τὸ τοῖς νόμοις ἀκόλουθον καὶ οὕτως ἀποφαίνεσθαι, καὶ τὸ κατὰ πόδας τῆς διατάξεως· „μηδεὶς δικαστὴς ἢ διαιτητής νομιζέσθω μηδὲ ταῖς κατὰ κονσουλτατίονας, ἅστινας μὴ ὀρθῶς νοήσει, ἀκολουθητέον, καὶ πολλῷ πλέον τῶν ἐξοχωτάτων ἐπάρχων ἢ τῶν ἄλλων ἐξάρχων. οὐ γὰρ εἰ μὴ καλῶς κριθῇ, ταῦτα καὶ εἰς ἄλλων δικαστῶν ἐλάττωσιν ἐκτείνεσθαι χρὴ, ὁπότε οὐχ ὑποδείγματι ἀλλὰ νόμῳ κριτέον ἐστίν.