Peira 1.49
Περὶ γάμων θεμιτῶν καὶ φθορᾶς παρθένων καὶ λοιπῶν καὶ περὶ ἐκθέσεως.
Abrir no leitor do IusCommune →1
pr.Οὐ κωλύονται δύο ἀδελφοὶ συνέρχεσθαι εἰς γάμον δευτέραις ἐξαδέλφαις ἐξ ἑτέρου γένους. καὶ ὅτι πολλάκις τὸ παράνομον ἀναιρεῖ τὸ ἔννομον. ἐὰν γὰρ ἀδελφῶν δύο ὄντων φθάσῃ τούτων ὁ εἷς μοιχεῦσαί τινα γυναῖκα, εἶτα ὁ ἀδελφὸς τούτου ποιήσῃ τινὰ μνηστείαν πρὸς τὴν ἀδελφὴν τῆς μοιχαλίδος, διαλύεται ἡ μνηστεία· τὸ δὲ ἐναντίον, ἐὰν ὁ εἷς τῶν ἀδελφῶν ἔχῃ γυναῖκα, καὶ ὁ ἕτερος μοιχεύσῃ τὴν ἀδελφὴν τῆς γυναικὸς τοῦ ἀδελφοῦ, οὐ λύει τὸν γάμον τοῦ ἀδελφοῦ, ἀλλ᾽ ἐκεῖνος τιμωρεῖται.
2
pr.Ὅτι ὅταν μὲν γένηται ἔννομος μνηστεία, εἶτα ἀτελὴς ἱερολογία, πληρώσῃ δὲ τὰ ιβ΄ ἔτη ἡ γυνὴ παρὰ τῷ ἀνδρὶ, μὴ μεμψαμένου τοῦ ἀνδρὸς ἐντὸς τῶν ιβ΄ ἐνιαυτῶν, συνίσταται ὁ γάμος, καὶ οὐδὲ διὰ δόσεως προστίμων λύεται. καὶ ὁ μάγιστρος τοιαύτην ἔκρινεν ὑπόθεσιν· ὁ παρασκότομος γαμβρὸς ἀγαγόμενος ἔννομον μνηστείαν ἐποιήσατο, εἶτα ἀτελῆ ἱερολογίαν· μετὰ ταῦτα ἐξῆκεν ὁ ιβ΄ χρόνος τῆς κόρης, καὶ μετάμελον λαβὼν αὐτὸς ἐπειρᾶτο ἀνατρέπειν τὸν γάμον· ἀλλ᾽ οὐ προσεδέξατο τοῦτον κινοῦντα ὁ πατρίκιος ἤπερ αἰτίαν προβαλλόμενον, ὡς ἀπολειφθῇ τοῦ οἴκου πολλάκις ὁ γαμβρὸς, καὶ ὡς οὐκ εὐσχημόνως εἴη βιοῦσα, ἀλλ᾽ ἔκρινεν, ἐπεὶ ἡ μνηστεία ἐννόμως προέβη καὶ ἱεροτελεστία γέγονεν, εἰ καὶ ἐν ἀτελεῖ χρόνῳ ἐτελέσθη, ἐξεῤῥύει δὲ ὁ δωδεκαετὴς χρόνος μὴ μεμψαμένου αὐτοῦ τὸν γάμον καὶ μὴ διὰ προστίμου δόσεως λύσαντος, τοῦτον εἶναι ἀῤῥαγῆ καὶ ἄλυτον. καὶ τέθεικε τῇ κρίσει νόμον· „ὁ κόρην ἥττονα τῶν ιβ΄ ἐτῶν ἀγαγόμενος καὶ ἑξῆς, καὶ ἥρμοσε τὸ ῥητὸν τὸ λέγον· „ἡ ἥττων τῶν ιβ΄ ἐτῶν γαμηθεῖσα τότε γίνεται ἔννομος γαμετὴ, ὅταν παρὰ τῷ ἀνδρὶ πληρώσῃ τὰ ιβ ' ἔτη, ἑρμηνεύων, ὅτι τὸ παρὰ τῷ ἀνδρὶ τὸ εἰρημένον τῷ νόμῳ οὐ τὸ δι᾽ ὑπνομάχης· ἔχειν αὐτὴν τοῦτον ἢ εἰς μίαν κατακεκλεῖσθαι οἰκίαν σημαίνει, ἀλλὰ τὸ τὴν γαμικὴν διάθεσιν φυλάττεσθαι παρίστησι· τοῦτο δὲ δείκνυται ἐκ τοῦ μὴ ἐντὸς τῶν ιβ΄ χρόνων πεμφθῆναι παρά τινος τῶν μερῶν διαζύγιον διὰ μαρ Cod. παρασκοτμ. Index: γάμου ἀθεμίτου, quod praestare crediderim. τύρων ζ΄ ἐφήβων ῥωμαίων, κατὰ τὸν λέγοντα νόμον· „καὶ ἐπὶ τῇ διαλύσει τῆς μνηστείας δεῖ τελεῖσθαι διαζύγιον. ὡς εἰ μὲν ἐντὸς τοῦ ιβ΄ ἐνιαυτοῦ γενομένης ἐννόμου μνηστείας καὶ ἱερολογίας μέμψεταί τις τῶν μερῶν τὸν γάμον, τότε διὰ προστίμου δόσεως λύειν δύναται τὸν γάμον· εἰ δὲ διέλθῃ ὁ ιβ΄ χρόνος, οὐ δεῖ νόμους ἀπηριθμημένους προβάλοιτο. τὸ δὲ ἐννόμου γενομένης μνηστείας καὶ ἱεροτελεστίας ἐν ἀτελεῖ χρόνῳ διὰ προστίμου δόσεως λύεσθαι τὸν γάμον, δείκνυται ἐκ τοῦ λέγειν τῶν μερῶν· τὸ γὰρ μετὰ τὴν εὐλογίαν διΐστασθαι, τοῦτο ἂν εἴη μνηστείας ἀληθῶς λύσις. ὅπερ καὶ ὁ κανὼν τῆς ς΄ συνόδου φησὶν, ὅτι „δύναται ἡ μνηστὴ τοῦ μνηστῆρος ἐν τοῖς ζῶσιν ὄντος καὶ τὰ ἑξῆς.
3
pr.Ὅτι ἐπὶ τῶν ἐκ πλαγίου συγγενῶν ἄχρις τοῦ ἑβδόμου βαθμοῦ κωλύεται ὁ γάμος, καὶ οὐ δύναται λαβεῖν ὁ δισεξάδελφος τὴν τρίτην ἐξαδέλφην. ἐπὶ δὲ τῶν ἐξ ἀγχιστείας ὁ ἕβδομος βαθμὸς οὐ κωλύεται. ἐπὶ μέντοι κληρονομίας καὶ ὁ ὀγδόου βαθμοῦ συγγενὴς καλεῖται.· [δ΄.] Ὅτι ὁ τοῦ σολομῶντος υἱὸς ἱμέριος πρωτοσπαθάριος ἠράσθη συγκλητικῆς, θυγατρὸς [τοῦ] πρωτοσπαθαρίου τειχιώτου, καὶ ἐμίγη καὶ διεπαρθένευσεν αὐτὴν λάθρα παραγνώμην τοῦ πατρός. εἶτα ἐγκύου γενομένης τῆς κόρης ἔγνω τοῦτο ὁ πατὴρ, καὶ ὁ ἱμέριος μετὰ τῆς κόρης τῇ τοῦ θεοῦ προσέδραμον ἐκκλησίᾳ, καὶ ὡμολόγησε τὴν διάθεσιν τοῦ γάμου, ἀλλὰ τοῦ πρωτοσπαθαρίου σολομῶντος ἔτι περιόντος διὰ τὴν ὑπεξουσιότητα τὸν γάμον ὑπερετίθετο. τελευτᾷ ὁ σολομῶν, καὶ ὁ ἱμέριος τὸν τῆς γυναικὸς ἀπαρνεῖται γάμον, καὶ πρὸς ἕτερον ἀποκλίνειν ἐπείγετο. κινεῖται ἐπὶ τοῦ ἱπποδρομίου ἡ δίκη, καὶ δικάζει πρότερον ὁ μακαρίτης ἀργυρόπουλος, ὃς οὐ μετὰ μακρὸν ἐβασίλευσε, καὶ ὁ τορνίκιος καὶ οἱ λοιποὶ δικασταί, μὴ παρόντος τοῦ πατρικίου εὐσταθίου, καὶ γίνεται τρίβη μεγάλη τῆς δίκης μὴ δυναμένων τῶν κρινόντων περατῶσαι τὴν δίκην διὰ τὸ πολύπλοκον καὶ τὰς διενέξεις. τέλος γραφή βασιλικὴ κατεπέμφθη κελεύουσα τὸν ἱμέριον ἀγαγέσθαι πρὸς γάμον τὴν τοῦ πρωτοσπαθαρίου γρηγορίου τοῦ σολομῶντος θυγατέρα, καὶ ἑτέρα γραφὴ προστάσσουσα τὴν τῆς θυγατρὸς τοῦ τειχιώτου τηρηθῆναι δίκην καὶ κατὰ νόμους κριθῆναι. ἐντεῦθεν τῶν δικαστῶν μεγάλαι διαστάσεις καὶ ἀμφιβολίαι ἀνεῤῥιπίζοντο. ὁ μὲν γὰρ ἀργυρόπουλος καὶ σωματικῶς τὸν ἱμέριον τιμωρηθῆναι ὡς φθορέα καὶ χρηματικῶς διενίστατο, οἱ δὲ ἕτεροι εἰς μίαν λίτραν τὴν ποινὴν συνεκεφαλαίωσαν διὰ τὸν λέγοντα νόμον· „ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει, ἀγνοούντων δὲ τῶν γονέων, τῆς πράξεως διαγινωσκομένης εἰ μὲν θέλει αὐτὴν λαβεῖν εἰς γυναῖκα καὶ συναινοῦσι καὶ οἱ γονεῖς, γινέσθω τὸ συνάλλαγμα· εἰ δὲ ἓν μέρος τῶν γονέων, τουτέστιν ἑκατέρου προσώπου, οὐ θελήσει, εἰ μὲν εὔπορός ἐστιν ὁ φθορεὺς, διδότω τῇ φθαρείσῃ κόρῃ λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος εἴη, τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ· εἰ δὲ παντελῶς εἴη ἄπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω. οὕτως οὖν διενέξεως ἐχόντων τῶν δικαστῶν ἐπέστη ὁ πατρίκιος εὐστάθιος ἐκ τῆς ἀναγραφῆς, καὶ τῆς ὑποθέσεως ἀκροασάμενος οὐδετέραν τῶν κρίσεων προσήκατο, ἀλλὰ τὴν μὲν ποιναλίαν ὡς σκληρὰν καὶ ἀπηνῆ καὶ μεσολαβούσας ἔχουσαν τὰς βασιλικὰς γραφὰς κελευομένας καὶ ἕτερον γάμον γίνεσθαι ἀπεπέμψατο, τὴν δὲ ὡς εὐτελῆ καὶ μικρολόγον ἀπώσατο, ἑτέραν δὲ πάνυ θαυμασίαν καὶ τοιούτῳ ἀνδρὶ πρέπουσαν ἀπόφασιν ἐξενήνοχε. καὶ γὰρ τὸ πρᾶγμα ἐτύπωσεν ὡς ὕβριν, καὶ καθ᾽ ὁ μὲν καὶ προαγωγοὺς ἐξέπεμπεν ὁ ἱμέριος εἰς τὸν οἶκον τοῦ τειχιώτου, καὶ αὐτὸς δὲ εἰσήρχετο καὶ ὑπέφθειρε τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ, ὑβρίζεσθαι τὸν πρωτοσπαθάριον τὸν τειχιώτην εἶπε, καὶ ἐτύπωσε τὰ τῆς ὕβρεως ρν ' κατὰ τὸν νόμον· καθ᾽ ὃ δὲ ἡ θυγάτηρ τοῦ τειχιώτου ἐφθάρη καὶ διεπαρθενεύθη, τὴν εἰς αὐτὴν ποινὴν ἐτύπωσε νομίσματα σί ', καὶ παρήγαγε νόμον τὸν λέγοντα τὰς φθορὰς καὶ τὰς ὑποφθορὰς ὀφφικίῳ τοῦ δικαστοῦ ἀποτιμᾶσθαι, καὶ περιέστησε τὴν ὅλην ποινὴν εἰς λίτρας ε΄, καὶ ἀνήγαγε τὴν ἀπόφασιν τῷ βασιλεῖς καὶ ἐδέχθη. καὶ ἐποίησεν ὑπόμνημα παγκαλόν τι καὶ χάριεν, βάθος ἔχον νοημάτων καὶ χάριν λόγων ἡδέων καὶ σχημάτων, καὶ ἑρμηνείας λόγων οὐκ ὀλίγων. καὶ γὰρ ἡρμήνευσε τὸν περὶ ὕβρεως νόμον πῶς φθαρείσης τῆς θυγατρὸς δέδωκε καὶ τῷ πατρὶ τὴν περὶ ὕβρεως ἀγωγὴν, καὶ τέθεικε νόμον τὸν λέγοντα· „καὶ ἐπὶ ἑνὶ πράγματι τρισὶ προσώποις ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγή. τῆς γὰρ γυναικός μου ὑβρισθείσης, καὶ αὐτὴ καὶ ὁ πατὴρ αὐτῆς κἀγὼ ἔχομεν τὴν περὶ ὕβρεως ἀγωγήν· καὶ οὐκ ἀναιρεῖται διὰ τοῦ ἑνὸς ἡ τοῦ ἑτέρου. καὶ ἐπεχείρησεν ἐκ τοῦ ἐλάττονος θέλων δεῖξαι τὸ ἁμάρτημα μεῖζον, εἰπὼν νόμον τὸν λέγοντα· „εἰ καὶ ἐπὶ τῷ καλέσαι πρὸς δίκην εἰς ἀλλότριον οἶκον εἰσέλθῃ τὶς ἄκοντος τοῦ δεσπότου, ὑπόκειται τῇ περὶ ὕβρεως ἀγωγῇ “· εἶτα τέθεικε καὶ ἐδείνωσε τὸ ἐπιχείρημα· ὁ μὴ ἐπὶ τοιούτῳ σκοπῷ, ἀλλ᾽ ἐπὶ διαφθορᾷ οἰκίας ὅλης καὶ βίου συγχύσει καὶ διαπαρθενεύσει ἁπλῶς νεάνιδος νυκτὸς παρεισδὺς, εἰς ὅσον ἐκτραχύνει τὴν ὕβριν; δεινώσας δὲ τὸ ἁμάρτημα καὶ δεῖξας αὐτὸ μείζονος κολάσεως ἄξιον, προστέθεικε νόμον τὸν πραΰνεσθαι μᾶλλον ἢ τραχύνεσθαι τὰς τιμωρίας βουλόμενον· καὶ ὅτι πολλάκις ἐπὶ τῷ ἑνὶ ἁμαρτήματι ἁρμόζουσιν ἀγωγαὶ πολλαὶ καὶ οὐ πᾶσαι κινοῦνται, καὶ αἱ μὲν ἀλλήλας ἀναιροῦσιν αἱ δὲ οὐδαμῶς· καὶ ὅτι ἐπὶ τῶν τοιούτων μιᾷ χρῶνται [οἱ] δικάζοντες, καὶ διὰ τοῦτο ἐπὶ τῆς ᾿τοιαύτης ὑποθέσεως ἐκλέξασθαι τὴν περὶ ὕβρεως ἀγωγὴν ἔδοξεν ἀνωτέρω. καὶ ἡρμήνευσε, διὰ τί οὐκ ἐχρήσατο τῷ νόμῳ τῷ τυποῦντι λί τραν μίαν ἐπὶ τῶν φθειρομένων γυναικῶν, εἰπὼν, ὅτι ὁ τοιοῦτος νόμος ἀπεριστάτως ἐκπεφώνηται καὶ συνδρομὴν παρίστησι θελημάτων δύο, ὥσπερ ἂν εἴποι τὶς ἐκ συναντήματος, καὶ οὐχ ὑπεξήρηται τούτου ἢ σκηνικὸς ἢ ἄπορος ἢ ἀπελεύθερος· ἀλλὰ τούτους πάντως καταναγκάζει ἢ γαμεῖν τὴν διαπαρθενευθεῖσαν ἢ διδόναι τῆς αὐτῶν ὑπάρξεως τὸ ἥμισυ, εἰ μὴ εὐποροῖεν [λίτραν μίαν χρυσοῦ. καὶ μὴν σκηνικῷ ἢ ἀπελευθέρῳ οὐκ ἐφεῖται] θυγατέρα συγκλητικοῦ γαμεῖν οὐδὲ λίαν ἐθέλοντι˙ ἐνταῦθα δὲ συγκλητικοῦ θυγατέρα ἡ φθαρεῖσα. καὶ ἁρμόζουσι πολλαὶ ἀγωγαὶ, οἷον ἡ περὶ φθορᾶς ἢ περὶ ὕβρεως καὶ ἕτεραι· εἰ οὖν τὴν ἐλάττονα δώσει τὶς, οὐκ ἀναιρήσει τὴν μείζονα; εἶπε δὲ τοῦτο, ὅτι ἕως οὗ μὲν ὁ ἱμέριος ὑπεξούσιος ἦν τῷ πατρὶ, πολλάκις ἠδύνατο προβάλλειν τὸν τῆς ὑπεξουσιότητος λόγον πρὸς ἀποφυγὴν τοῦ γάμου καὶ τοῦ κατηγορήματος. καὶ ἐπήγαγε ῥητῶς οὕτως· εἰ μήπου παρ᾽ ἀνδρῶν ἐκλάβοι τούτους κακοθελῶν, κρυπτομένων καὶ ὥσπερ ἐκ σκότους ἐκσφενδονούνBasil. LX, 21, in fine et 2. των λογχάριά τινα, οἳ μικρόσοφοί τε ὄντες καὶ μεγαλόφθονοι καρποφορῆσαι μὲν οὐ δεδύνηνται, τοὺς ἑτέρων δὲ πόνους βλάπτειν ἐπιθυμοῦσιν, ὥσπερ τὰ φθαρτικὰ τῶν καρπῶν ζωΐφια δρόσου· καὶ πάχναι τὰ καλὰ τῶν γεννημάτων ἐκκαίουσαι. τοιοῦτον ἐξέθετο ὑπόμνημα ὁ θαυμάσιος ἀνὴρ καὶ ἕτερα μύρια ἔχον θαυμασιώτερα, καὶ ἐθαυμαστώθη παρὰ πάντων, ὥσπερ ἦν· ἄξιος, καίπερ καὶ εἰς τὰ ἄλλα πάντα θαυμαζόμενος.
5
pr.Ὅτι᾽ ἐκίνησε τις δίκην, ὡς εὗρε τὴν γυναῖκα αὐτοῦ ἐφθαρμένην ἐν τῷ καιρῷ τῶν γάμων, καὶ διὰ τοῦτο ἀποδιώκει αὐτήν· ἡ δὲ ἐνίστατο καὶ ἠρνεῖτο. καὶ ὁ πατρίκιος ἐψηφίσατο οὕτως· εἰ μὲν ἐν αὐτῇ τῇ νυκτὶ εὐθὺς ἐξέθορε τοῦ κοιτῶνος ὁ ἀνὴρ, καὶ διεμαρτύρατο τοὺς οἰκείους καὶ συγγενεῖς τῆς γυναικὸς διεφθαρμένην εἶναι αὐτὴν, κρίνεσθαι ἄλλως τὸ πρᾶγμα· εἰ δὲ μὴ ἐν τῷ καιρῷ τοῦ γάμου τοῦτο ἐποίει, οὐδὲ τότε περὶ τῆς φθορᾶς εἶπεν, ἀλλ᾽ ἐσιώπησεν, μὴ ἔχειν αὐτὸν ἐξουσίαν ἐκδιώκειν τὴν γυναῖκα. εἰ δὲ τοῦτο τολμήσει ποιῆσαι, ὑποκεῖσθαι αὐτὸν τῇ ποινῇ τῇ τοὺς κατηγοροῦντας τῶν γυναικῶν μοιχείας καὶ μὴ ἐλεγχοῦντας ὑποβαλούσῃ καταδίκῃ ὅσον τὸ τρίτον τῆς προγάμου δωρεᾶς ποιεῖ παρέχοντας. καὶ γραφὴν περὶ τούτου πεποίηκε, τέως δὲ ἔλεγεν, ὅτι εἰ κατ᾿ αὐτὸν τὸν καιρὸν τοῦ γάμου ἐξανέστη τοῦ κοιτῶνος ὁ ἀνὴρ καὶ δῆλον τὸ εἶναι τὴν γυναῖκα ἐφθαρμένην ἐποίει διὰ βεβαίων καὶ ἐγνωσμένων τεκμηρίων, ἀνάγκη λύεσθαι τὸν γάμον, μὴ κατακρινομένης τῆς γυναικὸς ἐπὶ μοιχείᾳ διὰ τὸ πρὸ τοῦ γάμου πλημμεληκέναι τὸ ἁμάρτημα. ἠρώτησα· εἰ γέγονέ ποτε τοιοῦτον, καὶ ἐλύθη ὁ γάμος; καὶ εἶπε· μὴ κριθῆναι ἢ εἰς δίκην ἐλθεῖν τὸ τοιοῦτον πρᾶγμα, τέως δὲ ἀνάγκη οὕτω κρίνεσθαι.
6
pr.Ὅτι ἡ ἀπελευθέρα οὐδὲ τῷ εὐτελεῖ αὐτῆς πάτρωνι οἵα τέ ἐστι συνάπτεσθαι, εἰ μὴ καὶ γαμικὰ συμβόλαια παρακολουθήσειεν, ὡς τῆς εὐτελείας τῆς ἀπελευθερότητος οὐκ εὐχερῶς ἐπιδεχομένης γαμικὴν διάθεσιν πάτρωνος. - [5.] Ὅτι ἐὰν ὁ πατὴρ ἐξέθετο τὴν θυγατέρα, ὁ δὲ ἀναδεχόμενος ἁρμόσαι ταύτην βούληται τῷ ἰδίῳ υἱϊδίῳ, ὀφείλει ὁ πατὴρ συναινεῖν, ἢ, ἐὰν ἀντιλέγῃ, δοῦναι τὰ περὶ αὐτὴν δαπανήματα.
8
pr.Ὅτι οὔτε ἡ ἔκθεσις οὔτε ἡ πρὸς ἐξωτικὸν θέσις οὔτε ἡ πρὸς γάμον ἔκδοσις παραυτίκα τὴν ὑπεξουσίαν εἰς αὐτεξουσίαν καθιστᾷ.
9
pr.Ὅτι ἄλογόν ἐστι τὸ συμφωνεῖν, ἔχειν καὶ μετὰ τὸν γάμον ὑπεξουσίαν τὴν θυγατέρα· οὐδαμοῦ γὰρ τοῦτο προέβη.
10
pr.Ὅτι ὁ ἀροτρᾶς εἶχεν υἱὸν χρόνων κβ '· οὗτος παρὰ γνώμην τοῦ πατρὸς ἔλαβε γυναῖκα· καὶ ἐγκαλέσαντὸς τοῦ πατρὸς ὥρισεν ὁ δρουγγάριος καὶ ὁ βασιλεὺς, ἵνα ὁ μὲν γάμος μὴ ἀνατραπῇ διὰ τὸ ἤδη γενέσθαι συνάφειαν καὶ ἱερο-· λογίαν καὶ χρόνων εἶναι κρ΄ τὸν υἱὸν, διὰ καὶ τοὺς πατέρας μὴ ὀφείλειν ἐᾶν οὕτω τοὺς οἰκείους παῖδας, ἀλλὰ σπεύδειν προσομιλεῖν γάμοις αὐτούς· τὸν δὲ πενθερὸν τούτου ὡς μὴ γνωρίσαντα τῷ πατρὶ τὸν γάμον, ἀλλὰ κατασπουδάσαντα τοῦτον, προσέταξε μαγκλαβίοις καὶ τῇ ἐν χρῷ κουρᾷ σωφρονισθῆναι. ἐπεὶ δὲ ἡ σύμβιος τοῦ ἀροτρᾶ διετάξατο τοὺς παῖδας αὐτῆς ὑποτάττεσθαι τῷ πατρὶ καὶ ὡς ἂν εἴη ἐκείνῳ βουλομένῳ τούτους κληροδοτεῖσθαι, παρεκελεύσατο θεωρηθῆναι τὴν διαθήκην καὶ τὰ διατεταγμένα ὑπὸ τῆς μητρὸς φυλαχθῆναι τῷ ἀροτρᾷ ἐξ ἀνυποταξίας τῶν παίδων, εἰ μήγε λίαν σκληρὸς ἢ καὶ αὐτοῦ τοῦ μητρώου κλήρου παρὰ τὸν νόμον ἁπτόμενος.
11
pr.Αἱ ἀδελφοποιήσεις προσώπων εἰσὶ, καὶ ἐκεῖνα μόνα κωλύονται εἰς γάμον, οὐχὶ δὲ τὰ λοιπὰ τῆς συγγενείας πρόσωπα.
12
pr.Ὅτι πατὴρ θυγάτριον ἄνηβον πρὸς γάμον βουλόμενος ἐκδοῦναι, εἰσῳκήσατο γαμβρὸν, μὴ ποιήσας μνηστείαν, ἀλλ᾿ αὐτίκα ἱερολογήσας αὐτούς. εἶτα ἐκίνησε καταμεμφόμενος τὸν γάμον, καὶ ἔκρινεν ὁ δικαστὴς καταλυθῆναι τὸν γάμον, εἰπὼν, ὅτι οὐ δεχόμεθα τὸν γάμον ἀντὶ μνηστείας οὐδὲ τὴν ἱερολογίαν, πρὶν ἂν ὁ νόμιμος χρόνος τοῦ γάμου συμφθάσῃ, ὃς ἐπὶ μὲν ἀνδρὸς ιε περιμένει ἔτος, ἐπὶ δὲ γυναικὸς τῷ ιγ ' περιγράφεται. εἰ μὲν γὰρ τὴν κόρην ἐν τῷ ἰδίῳ οἴκῳ ἐν τάξει γαμετῆς γυναικὸς ὁ ἀνὴρ εἴληφε καὶ ἄνηβον οὖσαν, καὶ παρ᾽ αὐτῷ τὸν ιβ ' χρόνον τῆς ἡλικίας ἐπλήρωσεν, ἀπῄτει ἂν καὶ τὰ λοιπὰ τελεσθῆναι τῶν γάμων· νῦν δὲ τῆς κόρης ἐν τῷ τοῦ πατρὸς οἴκῳ διαγούσης, [οὐ] δύναται παρανόμως οὕτως ἐκζητεῖν ἰσχὺν τὸν ἀτελῆ δέξασθαι γάμον.
13
pr.Ὅτι ἀγαγόμενός τις γυναῖκα καὶ τελευτῇ ταύτην ἀποβαλὼν, εἶτα κατὰ β΄ γάμον λαβὼν τὴν θυγατέρα τοῦ ἐξαδέλφου τῆς πρώτης γυναικὸς, οὐκ ἐκρίθη ἀθέμιτον συστῆσαι γάμον, ἀλλ᾽ ἀπρεπῆ. ἀθέμιτον γὰρ τὸν γάμον ἐπὶ τῶν ἐκ τοῦ αὐτοῦ αἵματος ἐχόντων τὴν συγγένειαν κεκανόνισται, ἐπὶ δὲ τῶν ἐξ ἀγχιστείας κώλυσιν ἐπί τινών προσώπων θεματίζει, λέγων· „εἰσὶ δὲ καὶ ἕτεροι μὴ διὰ θεσμὸν συγγενείας, διὰ δὲ ἀγχιστείαν οὐ προβαίνοντες γάμοι καὶ ἑξῆς. ἀλλ᾽ οὐδὲ κεκωλυμένος ἐκρίθη ὁ τοιοῦτος γάμος, ὅτι ὁ νόμος ἀπαρίθμησιν ποιεῖται τῶν ἐξ ἀγχιστείας κεκωλυμένων, καὶ ἔξωθεν τούτων εὑρίσκεται τὰ συμφωνηθέντα πρόσωπα. φησὶ γὰρ βι. κή τί. ἐ κεφ. γ'· εἰ δὲ λέγει τὶς ὅτι ἀπρεπής ἐστιν ὁ γάμος, ἀλλ᾽ ἐκ τούτου οὐ δύναται τινὰ ἐπαγαγεῖν τιμωρίαν τοῖς συναφθεῖσι· τὸ γὰρ μὴ ἐκ τοῦ νόμου ῥητῶς εἰργόμενον, οὐκ ἔχει τινὰ κώλυσιν καὶ τιμωρίαν, ἀλλὰ διὰ τὸ ἀπρεπὲς μόνον διάστασιν.
14
pr.Ὅτι ὁ ἀθέμιτος γάμος πρὸ κατηγορίας λυθεὶς οὐκ ἐπιδέχεται ποινήν. λέγει γὰρ ὁ νόμος· „ἀθέμιτος γάμος οὐ βεβαιοῦται· καὶ διὰ τοῦτο ἐὰν πρὸ κατηγορίας λυθῇ, συγχωρεῖται ἡ ποινὴ αὐτοῦ. καὶ αὖθις· „ἐπὶ τοῦ ἀθεμίτου γάμου δίδωσι συγγνώμην ἡ φύσις, καὶ ἡ ἡλικία, καὶ ἡ ἐπανόρθωσις τοῦ ἁμαρτήματος, καὶ μάλιστα εἰ μήπω τὶς αὐτῶν κατηγορήσει.
15
pr.Ὅτι ἀθέμιτος κυρίως λέγεται γάμος ὁ μεταξὺ ἀνιόντων καὶ κατιόντων γινόμενος, ἔνθα καὶ ἡ τοῦ ἁμαρτήματος πονηρία τὸ αὐστηρὸν ἔχει διὰ τὸ μήτινα δύνασθαι λέγειν κατὰ πλάνην καὶ ἄγνοιαν συναφθῆναι νόμου. φησὶ γὰρ βι. κή τί. έ κεφ. λδ· „ἀθέμιτος γάμος ἐστὶν ὁ μεταξὺ τῶν ἀνιόντων καὶ ἑξῆς. ἐπὶ δὲ τῶν κεκωλυμένων ἐκ πλαγίου καὶ δ᾽ ἀγχιστείαν ὁ λαθραίως πλημμελῶν πλέον τιμωρεῖται τοῦ φανερῶς ἁμαρτάνοντος. ὁ μὲν ἀγνοῶν δοκεῖ ποιεῖν, ὁ δὲ λάθρα ποιῶν και ταφρονεῖ τῆς διαφθορᾶς. καὶ ὁ λογισμὸς δῆλος· οἱ μὲν γὰρ φανερῶς ἡμαρτηκότες περὶ τὸν γάμον πρός τινα τῶν ἐκ πλαγίου μὴ δεόντως συναφθέντες, ὡς πλανηθέντες περὶ τοῦ τοιούτου (οὐ γὰρ ἂν ἐδημοσίευσαν, εἰ κεκωλυμένον αὐτὸν παρὰ τῶν νόμων ἐγίνωσκον) τῆς μείζονος ἑαυτοὺς ἐλευθεροῦσι ποινῆς· ὅσοι δὲ λαθραίως ἐπλημμέλησαν, ὡς κουντούμακες τιμωροῦνται. καὶ οὐ χρὴ καὶ τοὺς τοιούτους γάμους ἀθεμίτους καλεῖν, ὅτι τὸ ἀθέμιτον ἐπὶ μόνων τῶν ἀνιόντων καὶ κατιόντων λέγεται.
16
pr.Ὅτι καὶ οἱ ἱεροὶ κανόνες κωλύουσι τὸν τῶν ἀνιόντων γάμον, λέγοντες· μὴ ὅσιον τὸ αἴτιον τῆς γεννήσεως ὑποβαίνειν τῷ γεννωμένῳ.
17
pr.Βι. ξ΄ τί. λζ ' κεφ. ς΄΄ θέ. β΄. Ὅτι παρανόμου γάμου γενομένου μεταξὺ τῶν ἐκ πλαγίου συγγινώσκεται ἡ γυνή· „ἔνθα γὰρ καὶ φύσει καὶ νόμῳ μεμισημένος ἁμαρτάνεται γάμος, ὁμοίως τῷ ἀνδρὶ τιμωρεῖται ἡ γυνή· εἰ δὲ τῷ νόμῳ μόνῳ κεκώλυται ὁ γάμος, συγγινώσκεται.
18
pr.Ὅτι ἐπὶ τοῦ κεκωλυμένου γάμου διὰ τὸ ἀπρεπὲς οὐ παρακρατεῖται ἡ προῖξ τῆς γυναικός.
19
pr.Ὅτι τὸν κεκωλυμένον γάμον καὶ φύσις καὶ νόμος καὶ παίδων ἀπογέννησις καὶ ἁμαρτήματος ἐπιστροφὴ ἀτιμώρητον ἐᾷ. φησὶ γὰρ ὁ νόμος· „τερτοῦλλά τις τῷ [πρὸς] μητρὸς θείῳ συνήφθη συναινέσει τῆς οἰκείας μάμμης μὴ νομίζουσα παράνομον εἶναι τὸν γάμον· παίδων δὲ γινομένων καὶ μ ' ἐνιαυτῶν παραδραμόντων ἡ γυνὴ μαθοῦσα τὴν πλάνην ἐδεήθη βασιλέως, καὶ ἐδέξατο λόγον· κινούμεθα καὶ τῷ μήκει τοῦ χρόνου, καθ'᾽ ὃν ἐν ἀγνοίᾳ τῷ πρὸς μητρὸς θείῳ συνήφθης, καὶ ὅτι συναινέσει τῆς μάμμης τὸν γάμον συνήλλαξας, οὐ μόνον δὲ ἀλλὰ καὶ τῷ πλήθει τῶν ὑμετέρων παίδων τῶν ἐκ τοῦ τοιούτου συνοικεσίου· ὥστε ἐπειδὴ ταῦτα συνέδραμε, βεβαίαν εἶναι τὴν κατάστασιν τῶν ὑμετέρων ψηφιζόμεθα παίδων τῶν ἐκ τοιούτου συνελθόντων συνοικεσίου. εἰ δὲ τὸν τοιοῦτον γάμον χρόνου μῆκος καὶ συναίνεσις μάμμης καὶ ἄγνοια μάμμης ἐβεβαίωσε, πολλῷ μᾶλλον τὸν ἐξ ἀγχιστείας, ὃν μηδὲ ῥητῶς ὁ νόμος ἐκώλυσεν, ὃν μήτηρ συνήλλαξε καὶ τελευτὴ ἀνδρὸς πρὸ δίκης διέλυσε, καὶ χρόνου παράτασις τὴν κατηγορίαν ἔσβεσε.
20
pr.Βι. κθ ' τί. α΄ κεφ. θ'. Ὅτι ἐπὶ τῶν κεκωλυμένων γάμων καὶ ἔνθα γυνὴ ὑποπίπτει ποινῇ καὶ ἀφαιρεῖται ἐξ αὐτῆς ἡ προῖξ, πρὸς τὸν δόντα ταύτην ἀναδίδοται. φησὶ γὰρ ὁ νόμος· „ἐὰν παράσχω γυναικὶ πράγματα, ἐφ᾽ ᾧ παρασχεῖν ὑπὲρ αὐτῆς ἐν προικὶ, αὐτῆς γίνονται, κἂν μὴ παρακολουθήσῃ ὁ γάμος· ἐνέχεται δὲ τῇ ἀπαιτήσει. εἰ δὲ ὑπὲρ αὐτῆς ἐγὼ δώσω, εἰ μὲν ὥστε παραχρῆμα γενέσθαι τοῦ λαμβάνοντος, καὶ πεμφθῇ διαζύγιον, τὴν ἀπαίτησιν ἔχω· εἰ δὲ ὥστε τοῦ γάμου γενομένου ταῦτα γενέσθαι τοῦ ἀνδρὸς, καὶ ἢ διαζύγιον σταλῇ ἢ κεκωλυμένος ὁ γάμος εὑρεθῇ, ἐκδικῶ αὐτά.
21
pr.Ὅτι ἐπὶ τῶν ἀθεμίτων γάμων τὴν ἐν γνώσει ἁμαρτάνουσαν ὑποβάλλει ποινῇ, τὴν δὲ ἄγνοιαν συγγνώμης ἀξιοῖ.
22
pr.Ὅτι ζ΄ ἐτῶν οὖσαν κόρην ἐκδιδοὺς ὁ πατὴρ εἶπε ί ἐτῶν εἶναι καὶ συνεστήσατο μνηστείαν. εἶτα μετὰ χρόνον γέ γονεν ἱερολογία, καὶ ὁ μνηστὴρ ἐβιάσατο τὴν κόρην, καὶ ἀπειθοῦσαν κατέσχε καὶ ἐνέφραξε τὸ στόμα αὐτῆς, καὶ τῇ ἀνάγκῃ αἷμα διὰ τῶν ὤτων ἐῤῥύει, καὶ ἐβλάβη ἡ κόρη· καὶ γὰρ ἐδειματοῦτο καὶ πρὸς μόνην ὄψιν ἀνδρός. ἔκρινεν οὖν ὁ δικαστὴς, καὶ ἔλυσε τὸν γάμον φθορὰν τοῦτο ὀνομάσας, καὶ εἰπών '· „ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ῥινοκοπείσθω, καὶ τὸ ἥμισυ τῆς οὐσίας αὐτοῦ παρεχέτω ταύτῃ. καὶ τὴν μὲν ποινὴν οὐκ ἐποίησε, τὸ δὲ ἥμισυ τῆς οὐσίας ἀφείλατο, καὶ δέδωκε τῇ βιασθείσῃ, τύψας τὸν φθορέα σφοδρῶς διὰ τὸ μὴ τετιμῆσθαι βασιλικῷ ἀξιώματι καὶ τῇ ἐν χρῷ κουρᾷ· σωφρονίσας.
23
pr.Ὅτι᾿ ἡ ἐν τῷ πενθεῖν τὸν ἄνδρα γεννήσασα κωλύεται γάμῳ προσελθεῖν· ἡ δὲ ἐν τῷ πενθίμῳ χρόνῳ τεκοῦσα οὐ κωλύεται γαμεῖν. οὐκ ἐναντία δὲ ἡ τῶν νόμων διάνοια, ἀλλὰ καὶ λίαν σύμφωνος κατ᾿ ἄλλο καὶ ἄλλο συμφωνούμενον. ὅρα γὰρ τοῦ πρώτου τὸν νοῦν· ἡ ἐν τῷ πενθεῖν τεκοῦσα κωλύεται γαμεῖν. τῶν γὰρ ἀξίων πενθεῖσθαι αἱ γυναῖκες ἤτοι τῶν ἀνεπιλήπτως βιούντων καὶ ἁπλῶς μὴ τῷ νόμῳ μεμισημένων καὶ τεκοῦσαι κωλύονται, ἕως ἂν ὁ τοῦ πένθους καιρὸς πληρωθῇ. κατὰ γὰρ δύο τρόπους ὁ πένθιμος καιρὸς εἴωθε τυποῦσθαι, διά τε τὸ μὴ σύγχυσιν γενέσθαι τῆς γονῆς καὶ διὰ τὴν ὀφειλομένην τιμὴν τοῖς ἀνδράσι, ὧν ἡ μὲν μία λέλυται διὰ τοῦ τοκετοῦ, ἡ δὲ ἑτέρα ἐπιφέρεται διὰ τὴν τιμὴν, ἥτις καίπερ λυθεῖσα τῷ τοκετῷ μένει δι᾽ αἰδῶ καὶ τιμὴν τοῦ ἀνδρός. ἡ δὲ τοῦ ἑτέρου οὕτως· ἡ ἐν τῷ πενθίμῳ τεκοῦσα οὐ κωλύεται γαμεῖν, οὐ γὰρ ἄξιοι τοῦ πενθεῖσθαι οἱ ἄνδρες, οἷον αὐτόμολοι, προδόται, ἀπαγχόμενοι καὶ οἱ λοιποὶ, οὓς ὁ νόμος ἀνατάττεται διὰ τὸ μὴ εἶναι ἀξίους πένθους· τούτων γὰρ παραυτίκα τέξασαι αἱ γυναῖκες γαμοῦσι. τοῦ γὰρ χρόνου τοῦ τῆς συγχύσεως τῆς γονῆς λυθέντος ἀκωλύτως γαμοῦσι τῆς παρὰ τῶν νόμων νομῆς ὑπεξαιρουμένων τῶν αὐτομόλων καὶ τῶν ἄλλων τῶν μὴ πενθουμένων. ὁ γὰρ νομοθέτης ἐπὶ τὸν νόμον τρέψας τὸ πένθος ἀναξίους τοῦ πενθεῖσθαι παρεδήλωσεν.
24
pr.Ὅτι γυνὴ ἀπέδειξεν ἄνδρα τινὰ διάθεσιν· ἔχοντα πρὸς αὐτὴν, καὶ παῖδας ἐξ αὐτοῦ γεννησαμένην, καὶ τοῦτον ὡς οἰκείους ἔχοντα τούτους καὶ βαπτίζοντα. εἶτα ἀποστάντος τοῦ ἀνδρὸς ἐκίνησεν ἡ γυνὴ τὸν ἐκ διαθέσεως γάμον, καὶ φανερωθέντος τοῦ πράγματος καὶ τοῦ ἀνδρὸς ἀναγκαζομένου παρὰ τῶν νόμων ἀγαγέσθαι ταύτην γαμετὴν καὶ ἱερολογηθῆναι μὴ κωλυομένου· παρὰ τοῦ νόμου (οὐ γὰρ τῶν συγκλητικῶν ἦν), μὴ πειθομένου [δὲ], ἠρωτήθη ὁ μάγιστρος, τί χρὴ γενέσθαι ἐπὶ τῷ ἀνδρί; ποίαν δώσει τὴν ποινήν; καὶ εἶπε μὴ περιέχεσθαι τοῦτο τοῖς νόμοις, μηδὲ πεσεῖν ποτε τοιοῦτον ζήτημα. τέως δὲ ἔλεγε χρῆναι τὸν ἄνδρα πρὸς τὴν γυναῖκα τὸ δ΄ τῆς περιουσίας αὐτοῦ· εἰ δὲ ὁ δικαστὴς καὶ εἰς πλείονα βούλεται τιμωρήσασθαι αὐτὸν, χρήσεται τῷ λέγοντι νόμῳ· „ὁ γυναῖκα σεμνὴν καὶ εὐγενῆ παλλακευόμενος, καὶ μὴ ποιῶν τοῦτο ἐν ἐκμαρτυρίῳ [κατάδηλον], ἢ γυναῖκα αὐτὴν λαμβανέτω ἢ μὴ βουλόμενος μοιχείαν πλημμελεῖ. ἀλλὰ τοῦτο ἐπὶ τῷ προτεθέντι ζητήματι βαρὺ εἶναι ἔδοξεν.
25
pr.Ὅτι ὁ καμηλαυκᾶς πρωτοσπαθάριος γυναῖκα νομίμην ἠγάγετο καὶ ἐπαιδοποίει, μετὰ δὲ τελευτὴν ἐκείνης συνῆλθε θεραπαίνῃ οἰκείᾳ καὶ ἐγέννησε παῖδας, εἶτα ἠλευθέρωσε τὴν θεράπαιναν καὶ γαμικὰ συμβόλαια [ἐποίησε] καὶ ἱερολογήθη μετ᾿ αὐτῆς, καὶ τὴν ἐκ ταύτης γεννηθεῖσαν θυγατέρα ἀνδρὶ συνάψας προῖκα παρέσχε· καὶ ὁ ἐκ τῆς εὐγενοῦς γυναικὸς υἱὸς ἐφιλονείκει, μὴ χρῆναι τὴν ἀπὸ τῆς δούλης θυγατέρα νόμιμον γενέσθαι. ὁ δὲ μάγιστρος πρὸς τοῦτο ἔγραψε, συγχωρῶν τὴν γνησιότητα τῇ ἐκ τῆς δούλης γεννηθείσῃ παιδί, καὶ τέθεικε νόμους βι. λβ ' τί. α΄ κεφ. ιβ΄ 4· „θεσπίζομεν, εἴ τις γαμετὴν οὐκ ἔχων γνησίαν πρὸς θεράπαιναν οἰκείαν σχοίη κατά τινα βελτίονα γνώμην, καὶ δὴ καὶ παιδοποιήσειεν ἐξ αὐτῆς ἐν δουλείᾳ καθεστώσης, ὕστερον δὲ ἐλευθερίᾳ τιμήσειε τὴν θεράπαιναν, καὶ τὸν γάμον βεβαιώσειεν, ἔπειτα δὲ καὶ γαμικὰ γράψειε συμβόλαια, καὶ γένοιντο παῖδες μετὰ ταῦτα ἢ καὶ μὴ γένοιντο, (ἵνα τὰ ἑκατέρας ἡμῶν [δια] τάξεως συλλάβωμεν θέματα,) ἔσται καὶ ἡ γυνὴ γνησία, καὶ οἱ παῖδες ὑπεξούσιοι καὶ γνήσιοι καὶ ἐξ ἀδιαθέτου κληρονόμοι τῷ γεγεννηκότι (φαμὲν δὲ τοὺς πρὸ τῶν προικῴων τεχθέντας), τῶν ὁδῶν, δ᾽ ὧν εἰς εὐγένειαν κατὰ τὸ προειρημένον ἀφίκοντο, καὶ τῆς μετὰ ταῦτα τῶν προικῴων ποιήσεως τὸ γνήσιον αὐτοῖς χαριζομένων. – καὶ βι. τὸ αὐτὸ καὶ τί. ὁμοίως κεφ. γ ' νεαρὰ ση ' δ· „εἴ τις ἀπελευθέραν ἀγαγέσθαι βουληθείη καὶ γνησίαν ποιήσασθαι γαμετὴν, ὁποιασοῦν᾿ ἀξίας ὢν, γαμικὰ συνταττέσθω συμβόλαια. ταύτην γὰρ μόνην ἀπαιτοῦμεν μετὰ τὴν ἐλευθερίαν τὴν παρατήρησιν. καὶ ἔστωσαν καὶ οἱ προλαβόντες παῖδες καὶ οἱ μετὰ τὰ προικῷα τεχθέντες ἐλεύθεροί τε καὶ εὐγενεῖς καὶ γνήσιοι τῷ πατρὶ διάδοχοι. καὶ οὕτω τῶν πραγμάτων ὅλοι γινόμεθα, ὥστε εἴ τινι καὶ δουλευσάσης τῆς γυναικὸς ἐξ αὐτῆς γένοιντο παῖδες, βουληθείη δὲ ἐκεῖνος ὕστερον τὴν γαμετὴν ἐλευθερῶσαι καὶ προικῷα συντάξαι συμβόλαια, ἅμα τῇ τῶν προικῴων γραφῇ τοῖς παισὶν ἁρμόσει το τε τῆς ἐλευθερίας ὁμοῦ καὶ τὸ τῆς γνησιότητος δίκαιον· οὐκ ἐπιζητούντων ἡμῶν ἰδιάζουσαν ἐλευθερίαν ἐπὶ τοῖς παισὶ γενέσθαι, ὥστε ἢ καὶ συνελευθερωθῆναι τῇ μητρὶ, ἢ καὶ μετ᾿ αὐτὴν ἢ καὶ πρὸ αὐτῆς ἴσως τὴν ἐλευθερίαν λαβεῖν, ἀλλὰ τῇ γραφῇ τῶν γαμικῶν συμβολαίων εὐθὺς αὐτοῖς καὶ τὴν ἐλευθερίαν χαριζόμεθα. καὶ βι. κή τί. δ΄ κεφ. νδ΄΄ νεαρὰ πθ΄· „εἴ τις προικῷα γράφειε πρὸς ἐλευθέραν τὴν ἀρχὴν ἢ καὶ ἀπελευθέραν γυναῖκα, ᾗπερ ὅλως ἔξεστι συνοικεῖν ἐν παλλακῆς σχήματι, ἢ νομίμων παίδων ἤδη πατὴρ καθεστὼς ἢ καὶ παίδων οὐ γενόμενος τοιούτων πατὴρ, γνήσιον εἶναι τὸν γάμον, καὶ τοὺς παῖδας τούς τε προειληφότας τούς τε κυοφορουμένους γνησίους αὐτῷ καθεστᾶναι θεσπίζομεν.
26
pr.Ὅτι μήτηρ ἔχουσα υἱὸν ἐτῶν θ ' μνηστείαν ἐτέλεσεν ἐπὶ νύμφῃ ζ΄ οὔσῃ ἐτῶν· διῆλθε γ΄ ἔνη. καὶ ἀπορίας ἀναφανείσης τῆς νύμφης καὶ σκεπτομένης τῆς πενθερᾶς περὶ τοῦ γάμου καὶ τοῦτον ὀκνούσης, ὁ δικαστὴς τὸ ἐκ παραβασίας ἀπαιτεῖ πρόστιμον τὴν πενθερὰν καὶ προτρέπεται τὴν νύμφην ἑτέρῳ συναφθῆναι. ἀλλὰ τῆς μητρὸς τοῦ νέου κινησάσης ἔκρινεν ὁ μάγιστρος, καὶ ἀνέτρεψε τὴν σημείωσιν, γράψας οὗτως· „ἐννόμους γάμους συνιστῶσι ῥωμαῖοι καὶ τὰ λοιπὰ τοῦ νόμου· καὶ πάλιν ἕτερος νόμος· „ὁ μνηστευσάμενος καὶ μὴ συμφωνήσας κόρην ἐν τῇ μνηστείᾳ συμφωνίᾳ καὶ τὰ ἑξῆς. τούτων τῶν νόμων οὕτως ἐχόντων ὁ χρόνος τῶν ἀπόπων ἤλεγχε· μετὰ γὰρ τὸ σύμφωνον ἄχρι τῆς ἀπαιτήσεως τοῦ προστίμου ἐνιαυτοὶ παρῆλθον δ ' καὶ μῆνες ε΄, τὴν δὲ μνηστὴν ἐνιαυτῶν ιβ΄ε καὶ μηνῶν ε΄, καὶ μὴ ἀνάγκην ἐπικεῖσθαι τῇ μητρὶ τελεῖν τοὺς γάμους τῶν ἀνήβων, ἀλλ᾽ ἐχρῆν αὐτὴν τὸ παράπαν ἐρωτᾶσθαι, ἄδειαν παρὰ τοῦ νόμου λαμβάνουσαν μετὰ τὴν ἥβην τοῦ υἱοῦ δύο παρέλκειν ἐνιαυτοὺς ἀπροφασίστους· καὶ τῷ δικάζοντι οὐκ ἐξῆν ἐπιτρέπειν ἀνήβων γάμον, καὶ διὰ τοῦτο τὸ κατεσπουδασμένον τῆς ἀποφάσεως αὐτὸ ἑαυτοῦ ἀναιρετικόν ἐστιν· οὐκοῦν οὐδὲ προσηκόντως προστίμου ἀπαίτησις γέγονε καὶ τῇ μητρὶ τῆς μνηστῆς ἐπετράπη ἑτέρῳ συνάψαι τὴν θυγατέρα. ἀλλὰ καὶ ἡ ἀπορία διέλυσε τὴν μνηστείαν· τῇ γὰρ πατρικίᾳ ἐξῆν παρελκομένων δύο ἐνιαυτῶν μετὰ τὸ ἡβῆσαι τὸν μνηστῆρα προῖκα τῆς νύμφης ἐπιζητεῖν, καὶ μὴ παρασχομένης εὔλογον αἰτίαν εἰς ἀνάκλησιν μνηστείας προβάλλεσθαι. ποῦ γὰρ δίκαιον τὴν ἀπόρως ἔχουσαν πρὸς δόσιν προικὸς γάμον αἰτεῖν, καὶ μὴ τυγχάνουσαν τῆς αἰτίας πρόστιμον ἀπαιτεῖν; τούτῳ γὰρ τῷ τρόπῳ ἕτοιμοι μὲν πάντες ἔσονται εἰς τὸ μεγάλην ἐπαγγε λίαν ποιεῖν καὶ πλουτίζειν τοὺς ἑαυτῶν παῖδας, ἑτέρους δὲ μεγάλοις περιβάλλειν κακοῖς. οὕτως ἀποφαινόμενος ὁ μάγι· στρος ἔσχε καὶ τὸν βασιλέα ἐπικυροῦντα τὴν αὐτοῦ ἀπόφασιν. [κ΄΄.] Ὅτι᾿ ἡ τοῦ ἀδελφοῦ γαμετὴ δευτέρου μοι ἐστὶ βαθμοῦ, ἰσχναῖς ἐπινοίαις διὰ τὴν ἐντολὴν ἑνουμένη· ἡ δὲ ἀδελφὴ τῆς νύμφης δ΄ μοι ἐστὶ βαθμοῦ· καὶ ἡ θεία τῆς νύμφης πρὸς μὲν τὴν νύμφην [τρίτου ἐστὶ βαθμοῦ, πρὸς δὲ ἐμὲ πέμπτου· καὶ ἡ ἐξαδέλφη τῆς νύμφης πρὸς μὲν τὴν νύμφην] τετάρτου ἐστὶ βαθμοῦ, πρὸς δὲ ἐμὲ ἕκτου· καὶ τούτων τῶν τριῶν οὐδεμίαν δύναμαι πρὸς γάμον ἀγαγέσθαι. τὴν δὲ δισεξαδέλφην τῆς νύμφης δύναμαι γαμεῖν ἀκωλύτως, διότι πρὸς μὲν τὴν νύμφην μου ἤγουν τὴν τοῦ ἀδελφοῦ γαμετὴν αὕτη βαθμοῦ ἐστὶν ἕκτου, πρὸς δὲ ἐμὲ ὀγδόου. οὕτω πάσας [τὶς] ἀριθμῶν τὰς γεννήσεις πρὸς ἑαυτὸν καὶ ὀγδόου περιτυγχάνων βαθμοῦ οὐ κωλύεται τούτῳ πρὸς γάμου συνάφειαν· καὶ τὰ τοιαῦτα τῶν συνοικεσίων οὔτε τοῖς νόμοις οὔτε τῶν ἱερῶν κανόνων ἐπιτιμήσει καθυποβάλλονται. καὶ οὕτως ἀναπλεκομένη ἡ τῆς συγγενείας σειρὰ τῷ δ ' καὶ ς΄ βαθμῷ λύεται πρὸς τὸν τῆς ἐξαδέλφης ἀνδράδελφον ἢ ἐξάδελφον τοῦ ταύτης ἀνδρός· οὐ γὰρ τῶν ἐνδεχομένων, ὥσπερ τὸν ἄνδρα οὕτω δὴ καὶ τὸν τούτου ἀδελφὸν τυπῶσαι σάρκα μίαν μετὰ τῆς νύμφης καὶ δ᾽ ἐπινοίας ἐπίνοιαν συνάψαι καὶ ταῦτα τὴν κατὰ συναγόμενον. εἰ γὰρ ὁ ἀδελφὸς δευτέρου ἐστὶ βαθμοῦ, πῶς οὐδενὸς ἀποστήσεται βαθμοῦ τῆς νύμφης ὁ διὰ μέσου τοῦ ἀδελφοῦ ταύτην προσοικειούμενος, ἀλλ᾽ εἷς ἔσται μετ᾿ αὐτῆς· καὶ ἀπ᾿ αὐτῆς ἄρξεται τὴν συγγένειαν ἀριθμεῖν παρὰ τὴν τοῦ νόμου δύναμιν; τοῦτο οὖν φησίν· οἱ ἐκ πλαγίου πρῶτον βαθμὸν οὐκ ἔχουσιν, ἀλλ᾽ ἀπὸ δευτέρου ἔρχονται. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τοῦ ἐξαδέλφου λέγειν ἀκόλουθον. ὁ γὰρ ἐξάδελφος δ ' ἀποδιεστὼς βαθμοῖς τοῦ ἐξαδέλφου τὴν αὐτὴν ἕξει πρὸς τὴν τοῦ ἐξαδέλφου [γαμετὴν διάστασιν, καὶ τὴν ἐξαδέλφην] αὐτῆς ὣς τετάρτου βαθμοῦ ἀσφαλῶς λέξεται εἰς τὸν ὄγδοον ἀποκεχωρισμένην τόπον. ἐπεὶ γὰρ τοῖς τῆς αὐτῆς γονῆς καὶ ῥίζης κεκοινωνηκόσι προσώποις, εἰτοῦν τοῖς παισὶ τῶν δισεξαδέλφων, διὰ τὸ ἀπεσχισμένον τοῦ ἡ βαθμοῦ ὁ γάμος οὐκ ἀπηγόρευται, τίς ἂν ὀρθῶς εἴποι τὸν ἐξ ἀγχιστείας συγγενῆ οἰκειοτέρου εἶναι τοῦ αἵματος καὶ πρὸς τοὺς περαιτέρω ἀπελαύνεσθαι ὅρους;
28
pr.Ὅτι νεαρός νόμος τοῦ κυροῦ σισινίου τοῦ πατριάρχου μόνον τὸν τῶν ἀδελφῶν πρὸς πρώτας ἐξαδέλφας γάμον κωλύει, καὶ τὰ ἑξῆς διὰ μόνης τῆς κωλύσεως παριστᾷ ἀκώλυτα εἶναι, καὶ τελευταῖον καὶ ἔλαττον ἁμάρτημα τὸν τοιοῦτον γάμον καλεῖ. καὶ τὴν σύγχυσιν γὰρ τῶν γενικῶν ὀνομάτων διεξιὼν φησὶ, τοὺς αὐτοὺς ἀδελφοὺς ὀνομάζεσθαι καὶ συγγάμβρους, καὶ τοὺς ἐκ τούτων φύντας ἀπὸ μὲν τῶν πατέρων πρώτους ἐξαδέλφους, ἀπὸ δὲ τῶν μητέρων δευτέρους, ἅπερ ὀνόματα ἀδελφῶν συνερχομένων ἐξαδέλφαις πρώταις ἀποτελεῖται.
29
pr.Ὅτι φησὶ βι. κή τί. ε΄΄· „Τὴν τοῦ ἀδελφοῦ μου ἢ τοῦ πατρός μου μνηστὴν οὐ δύναμαι λαμβάνειν, κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασι· ἡ μὲν γὰρ μητρυᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει. καὶ ἐκ τούτου οὔτε ἡ μνηστὴ ἢ μνηστευσαμένη τὸν ἀδελφὸν δύναται λαμβάνεσθαι, οὔθ᾽ ὁ΄ μνηστὴρ τῆς μνηστευθείσης αὐτῷ τὴν ἀδελφὴν γαμήσει, ἵνα τῆς μὲν μνήστωρ, τῆς δὲ γαμέτης ἀναφανῇ.
30
pr.Ὅτι ὁ εἰς τὴν τρισεξαδέλφην γάμος συνέμπτωσιν ὀνόματος δέχεται, καὶ διὰ τοῦτο οὐκ ἐκωλύθησαν. καὶ γὰρ τελευτώσης τῆς γυναικὸς ἀδιαθέτου καὶ ἄπαιδος, καὶ ὁ ἀνὴρ μετὰ τῶν λοιπῶν τρισεξαδέλφων ὑπεισέρχεται εἰς μέρος, σύν τε τῷ αὐτοῦ ἀδελφῷ, ὡς ἴσον βαθμὸν [ἔχων] διακατοχῆς, κατὰ τὸ κή βι. λέγον· „ὀγδόου βαθμοῦ συγγενὴς, κἂν μη ὑπεισέλθῃ τὴν κληρονομίαν, ἔχει τὴν ἐκ τοῦ νόμου βοήθειαν. κἀντεῦθεν ἀποδείκνυται ὁ αὐτὸς καὶ σύζυγος ὠνομασμένος τῆς γυναικὸς καὶ ἐξάδελφος.
31
pr.Ὅτι᾿ ὅσα μὲν τῶν συνοικεσίων ὑπό τινος νομικῆς κωλύσεως περιλαμβάνεται, ταῦτα καὶ τῆς ἐπιφυομένης τῶν ὀνομάτων συγχύσεως ἀποσειόμεθα μυσαπτόμενοι· τὰ δὲ διαφεύγοντά τινα κώλυσιν, διὰ μόνην τὴν τῶν ὀνομάτων σύγχυσιν οὐκ ἀκυροῦνται. οὐ γὰρ αἱ προσηγορίαι καὶ κλήσεις γεννῶσι τὰ πράγματα, ἀλλὰ παρὰ τῶν πραγμάτων σχηματίζονται τὰ ὀνόματα.
32
pr.Ὅτι οὐ γίνεται σύγχυσις ὀνομάτων τοῖς γενομένοις ἐκ τῶν γάμων, οὓς ὁ λόγος κυροῖ. οἱ γὰρ δύο πρῶτοι ἐξάδελφοι πρώταις ἐξαδέλφαις εἰς γάμον συνιόντες ἐκγόνους φύουσιν ἀφ᾽ ἑκατέρου μέρους δευτέρους ἐξαδέλφους ὀνομαζομένους. οἱ δὲ δύο ἀδελφοὶ πρώτους ἐξαδέλφους ἀπογεννῶσι· παρὰ γὰρ τῶν μητέρων οὐκ ἐστὶ τούτοις συγγενικὴ κλῆσις. εἰς γὰρ τρίτης ἐξαδελφότητος πίπτουσι τόπον, ὅστις ὅσαγε πρὸς γάμον αἵματος ἀνάκρασιν οὐκ ἐφέλκεται, ὃ δὴ μάλιστα συμβαίνει παρὰ τοῖς ἀμέμπτοις τῶν γάμων. δύο γὰρ ἀδελφοὶ πρὸς δύο γυναῖκας συνερχόμενοι μηδὲν ἀλλήλαις οἰκειουμένας, πρώτους ἐξαδέλφους ἀφ᾽ ἑαυτῶν γεννῶσιν, ἀπὸ τοῦ τῶν μητέρων μέρους μηδεμίαν λαμβάνοντας κλῆσιν. τὸ δ᾽ αὐτὸ καὶ δύο ἀδελφοὶ δρῶσιν ἐς· ἀνδρῶν ἑτερογενῶν ἀπιοῦσαι.
33
pr.Βι. κή΄ τί. ε΄δ· „Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπὲς ζητοῦμεν. οὗτος δὲ ὁ νόμος οὐ τοῖς δικάζουσιν ὕλην χορηγεῖ ζητοῦσι, ποῖος ἐκ τῶν κειμένων νόμων περὶ γάμων [κεκωλυμένων] καὶ ἐπιτετραμμένων εὐπρεπής ἐστι καὶ σεμνὸς καὶ ποῖος οὐχὶ, καὶ τὸν μὲν δέχεσθαι τὸν δὲ κωλύειν. καὶ πῶς ἄν τις τοῖς ἐπιτετραμμένοις τὸ ἀπρεπὲς ἢ ἄσεμνον προσεῖναι εἴποι, ἢ πῶς ὁ νομοθέτης οὐκ ἐξεφυλοφόρησεν ἐκ τοῦ νομικοῦ συντάγματος τοὺς ἀπρεπεῖς καὶ ἀσέμνους γάμους, ἀλλ᾽ ἑτέροις περὶ τῶν αὐτῶν καὶ ζητεῖν ἀφῆκεν; οὐκ ἔστι τοῦτο. ἀλλὰ κωλύσαι βουληθεὶς ὁ Imo Basil. XLV, 2, 14. Cf. Eustathii ὑπόμνημα 1. 1. Leuncl. emendat μετά. Cf. Eustathii commentarium 1. 1. p. 421. Lege γεννωμ. Sic ex Eustathio. Cod. αἷς. Adde δύο δισεξαδέλφας γαμοῦντες. Le Cap. 6. Etiam hoc caput ex Eustathii commentario 1. l. haustum est. xicographi scribunt ἐκφυλλοφορεῖν. Apud Eustathium 1. 1. est ἐξυλοφόρησεν. νομοθέτης καὶ ἐκ τῶν ἐπιτετραμμένων γάμων τινὰς, οἳ μὴ συγγενείας αἵματι κωλύονται, ὡς ἀπρεπεῖς, τὸν τοιοῦτον νόμον ἐξεφώνει. καὶ ἐπιφέρει εὐθύς· „οὐκ ἔῤῥωται ὁ γάμος τῆς θυγατρὸς ἢ ἐγγόνης τῆς ἀξιωματικῆς πρὸς ἀπελεύθερον ἢ σκηνικὸν ἢ υἱὸν σκηνικοῦ ἢ καὶ σκηνικῆς. ὁ γοῦν τοιοῦτος νόμος οὐχ αἵματος μίξιν ἀλλὰ σεμνοπρέπειαν τῷ συγκλητικῷ γένει περιποιεῖ. καὶ βι. [κη '] τί. [ε. κεφ. β΄]· „ὁ θετὸς υἱὸς καὶ αὐτεξούσιος γενόμενος οὐ δύναται τὴν γενομένην τοῦ θετοῦ πατρὸς γαμετὴν λαμβάνειν πρὸς γάμον· ὥσπερ οὐδ᾽ αὐτοῦ τοῦ νἱοῦ τὴν γαμετὴν ὁ αὐτεξούσιον αὐτὸν ποιήσας θετὸς πατὴρ, κἂν ἡ θέσις λυθῇ· εἰ καὶ μὴ ἅπτεται τοῦ γένους αὐτῶν, ἡ μὲν γὰρ μητρυᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει. καὶ ὁ φυσικὸς πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα. τὸ φύσει γὰρ δίκαιον καὶ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται.
34
pr.Ὅτι δίκη ἐκινήθη παρὰ τῷ μαγίστρῳ τοιαύτη. εὐθύμιος καὶ γεώργιος δισεξάδελφοι. τούτων ὁ μὲν γεώργιος μεθ᾽ ἱερολογίας ἠγάγετο θεοδότην ὄνομα, οὐ μόνον οὐ γάμου ἀλλ᾽ οὐδὲ μνηστείας ὡραίαν. ἐπιζήσασα δὲ ἡ κόρη ἐνιαυτὸν ἕνα θνήσκει. ἔπειτα ὁ εὐθύμιος μαρίαν τὴν ταύτης μητέρα γαμεῖ. τὸν τοιοῦτον γάμον ὑπὸ κατηγορίαν ἐποίουν, καὶ ὁ μάγιστρος ἔγραψεν οὕτως· ἐπεὶ εὑρέθη διὰ τῶν μαρτύρων, ὡς ἡ θεοδότη ὑπερβᾶσα τὸν ἐ ἐνιαυτὸν καὶ τοῦ ἕκτου ἀνυοῦσα συναφθείη πρὸς γάμον τῷ γεωργίῳ, ἐρευνηθῆναι εἰ προϋπῆρξε μνηστεία κατ᾿ αὐτὴν τὴν ἡμέραν οὐδὲν ἦν προσιστάμενον τῇ ἀποφάσει. εἰ μὲν γὰρ ὑπερβᾶσα ἢ ἡ κόρη τὸν ζ΄ ἐνιαυτὸν, ὅτε τὰ τῆς ἱερολογίας ὑπεθιάζετο, προσῆκον ἦν ἄρα τοῦ γάμου ἐντὸς τοῦ ιβ΄ χρόνου γεγονότος πολυπραγμονεῖσθαι, εἰ συνέστη πρὸ τοῦ γάμου ἔννομος μνηστεία μετὰ τὸν ζ ἐνιαυτὸν, ἵνα τοῦ γάμου μὴ λαμβάνοντος ὑπόστασιν, τέως γοῦν, εἰ νόμιμον ἰσχὺν ἔσχεν ἡ μνηστεία, καταστῇ δῆλον. ἐπεὶ δ᾽ ὁ χρόνος τῆς ὥσπερ ἐν σκηνῇ παιχθείσης ἱερολογίας συνωμολόγητο καὶ παρ᾽ αὐτοῦ τοῦ κατηγόρου μὴ μνηστείας εἶναι δεκτικὸς, ἡ ἀμφισβήτησις πάλιν περιαιρεῖται τῆς ἐναργοῦς παρανομίας πᾶσιν εἰς ὄψιν ὑποπιπτούσης. μνηστείαις μὲν γὰρ ζ΄ ἐνιαυτὸν εἶναι παρεληλυθότα, γάμοις δὲ γυναικῶν ιβ ' θεσπιζόντων τῶν νόμων, εἰ μὴ καθάπερ νενόμισται συσταίη συνάλλαγμα, οὐδεὶς ἐπιτρίβεται τῷ πραχθέντι μῶμος· εἰ δέ τις ἐπακολουθήσει, περιπέσ.. φησὶ βι. [κή΄ τί. α΄ κεφ. ζ΄]· „ὁ κόρην ἥττονα τῶν ιβ ' ἐνιαυτῶν ἀγαγόμενος πρὸς γάμον, οὐ συνίστησι γάμον· ἀλλ᾽ εἰ μὲν προηγήσατο μνηστεία, μένει φυλαττομένη, κἂν τὰ μάλιστα τὴν μνηστευθεῖσαν ἐν τάξει γαμετῆς εἰς τὸν οἶκον αὐτοῦ ἀνήνεγκεν. εἰ δὲ μὴ προηγήσατο μνηστεία, μηδὲ τοιαύτην ἐξ ἀρχῆς ἔσχε διάθεσιν, οὐ διὰ τοῦτο μνηστεία νῦν γίνεσθαι δοκεῖ. οὕτως τοῦ νόμου θεσπίζοντος πάρεστιν ἐννοεῖν, ὅτι γάμου καὶ μνηστείας τὸ μεταξὺ τοῦ· γεωργίου καὶ τῆς θεοδότης ἀπεστέρηται συνάλλαγμα, μήτε τὸν τοῦ γάμου τηρῆσαν καιρὸν καὶ τὸν τῆς μνηστείας λωβησάμενον. καὶ εἴωθεν ὁ νόμος τὴν φύσιν μιμεῖσθαι, καὶ ὃ μὲν οἶδεν αὕτη προσίεσθαι, τὸ δὲ ἠγνοημένον ἐκείνῃ ἀποπέμπεσθαι. εἰ τοίνυν ἡ μὲν μὴ ἡβάσκουσα κόρη γονῆς ἐστιν ἀνεπίδεκτος, διὰ δὲ παιδογονίαν ὁ γάμῳ συνερχόμενος τῇ μὴ γεγονυίᾳ ιβ΄ ἐνιαυτοῦ φθορεύς ἐστιν, ἀλλ᾽ οὐ γαμέτης· καὶ ὁ ἥττων τῶν ζ΄ ἐτῶν διακρίσεως ἐντελοῦς ἀπορεῖ, ὁ δὲ μὴ διακρίνων οὐδὲ λελογισμένως δύναται συναινεῖν, συναινέσεως δὲ χωρὶς [σύμφωνον οὐκ ἐστὶ, καὶ γὰρ] σύμφωνόν ἐστι δύο ἢ καὶ πλειόνων ἀρεστὸν εἰς ταὐτὸν καὶ συναίνεσις· οὐκοῦν ἐπεὶ τὸ τοῦ γεωργίου καὶ τῆς θεοδότης συνάλλαγμα οὔτε τοῖς νόμοις οὔτε τῇ φύσει γνώριμόν ἐστιν, ἀκωλύτως ὁ τοῦ γεωργίου δισεξάδελφος εὐθύμιος τὴν τῆς θεοδότης μητέρα πρὸς γάμον ἠγάγετο. ὃ γὰρ ἀντ᾽ οὐδενὸς δοκεῖ, τοῦτο πῶς ἔσται τῷ καλῶς καὶ ἐννόμως γεγονότι κώλυμα;
35
pr.Ὅτι ὁ ἱερολογῶν τὸν ἥττονα τῶν ιβ΄ ἐτῶν γάμον ἐπὶ θήλει, ἐπὶ δὲ τῶν ἀῤῥένων τῶν ιδ ὑπὸ αἰτίασιν καθυπάγεται.
36
pr.Ὅτι ὁ θεῖος τὴν μνηστὴν τοῦ ἀνεψιοῦ ἥρπασε, ὁ δὲ νέος ἐμμένων τοῖς μνήστροις τὴν γυναῖκα ἠγάγετο, καὶ κατηγορεῖτο ὁ γάμος ὡς τοῦ θείου συνελθόντος τῇ γυναικὶ καὶ τοῦ ἀνεψιοῦ ἐπιβάψαντος μίξιν ἀθέμιτον. ἀλλ᾽ ἠλέχθη μὴ τοιοῦτο γενέσθαι μήτε διαφθαρῆναι τὴν κόρην παρὰ τοῦ ἅρπαγος, καὶ ὁ γάμος ἔμεινεν ἀκατηγόρητος, ἐπειδὴ καὶ ἐκμάρτυρον ὑπεδείχθη γυναικῶν τὸ ἄθικτον τῆς κόρης τῇ ψηλαφήσει βεβαιουσῶν, ὧν οὐκ ἀπόβλητον τὸ μαρτύριον, ὅτι μαρτυροῦσι καὶ γυναῖκες ἐν οἷς ἄνδρες οὐ προσκαλοῦνται. καί φησι βι. κα τί. α΄· „ἡ γυνὴ ἐν διαθήκῃ οὐ μαρτυρεῖ· ἐν ἄλλοις δὲ μαρ τυρίαν νέμει.
37
pr.Ὅτι ὁ ἕβδομος ἐπὶ τῶν ἐξ ἀγχιστείας συνημμένων πρὸς γάμον οὐ κεκώλυται. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος. ἀδελφοῖς δύο, γεωργίῳ καὶ βασιλείῳ, παῖδες, τῷ μὲν γὰρ γεωργίῳ μαρία, τῷ δὲ βασιλείῳ εἰρήνη. αὕτη γεννᾷ μαρίαν. λαμβάνει γυναῖκα τὴν θυγατέρα τοῦ γεωργίου μαρίαν ἰωάννης, τὴν δὲ μαρίαν τὴν τοῦ βασιλείου ἐγγόνην δημήτριος, ὁ τοῦ ἰωάννου ἀδελφὸς, ὡς ἀποτελεσθῆναι ἀδελφοὺς β΄ γάμον πρός τε τὴν μαρίαν καὶ τὴν τῆς ἐξαδέλφης αὐτῆς θυγατέρα. ὅπερ ἁπλῶς ἐκδεχόμενον φαντασίαν ἐμποιεῖ κατηγορήματος, ἀνεπιτίμητον δὲ ἐστίν. ἀπὸ μὲν γὰρ τοῦ ἀδελφοῦ πρὸς τὸν ἀδελ φὸν βαθμοὶ ῥέουσι δύο, ἡ δὲ μαρία πρὸς τὴν τῆς ἐξαδέλφης αὐτῆς θυγατέρα καὶ βαθμοὺς διέστηκε πέντε. οὐκοῦν ὁ ἰωάννης, διὰ τοῦ πατρὸς περαιούμενος πρὸς τὸν ἀδελφὸν, εἶτα διὰ τῆς νύμφης αὐτοῦ μαρίας ἀνιὼν πρὸς τὸν πάππον, ἐκ τοῦδε δὲ κατιὼν πρὸς τὴν μαρίαν, ζ΄ περιτυγχάνει βαθμοῦ, καὶ ἀκωλύτως ἄγεται τὴν μαρίαν, οὔτε τὸν νόμον οὔτε τὸν κανόνα δεδιώς. ὁ μὲν γὰρ νόμος φησί· „κωλύονται πρὸς τὸν γάμον ἀδελφοὶ καὶ ἐξάδελφοι καὶ οἱ ἐκ τούτων τικτόμενοι παῖδες, καὶ μόνον δὲ ταύταις ταῖς τρισὶ συζυγίαις ἐκ μιᾶς καταφερομέναις ῥίζης τε καὶ γονῆς καὶ βαθμὸν ς ' συγγενείας ἀποτελούσαις ὁ γάμος ἀπείρηται, τὸ δ᾽ ἑξῆς διάδι νόμος τὸ συνοικέσιον ῥητῶς ἐφίησι, συνάπτων τὸ δὲ χηρευγὲν αἷμα καὶ συνάγων, ὥσπερ τινὰ ποταμὸν ἕνα, εἰς δύο μὲν διῃρημένον, αὖθις [δὲ] συῤῥέοντα εἰς μισάγγιόν τι, χρὴ νοεῖν ἢ. λέγειν περὶ τῶν μὴ δι ' αἵματος ἀνεπιμίκτων ἐξ ἀγχιστείας εἴτουν ἀριθμουμένων βαθμῶν καὶ τὸν ἕκτον παραθεόντων. οὐ γὰρ ἴσος ὁ ἕβδομος βαθμὸς τῷ συγγενεῖ καὶ ἀγχιστεῖ, ὅτι καὶ ὁ ἀδελφὸς πρὸς τὴν τοῦ ἀδελφοῦ γαμετὴν καὶ νύμφην ἐπινοίᾳ μὲν καὶ λόγῳ τινὶ πλαστικῷ δεύτερον ἀριθμεῖ βαθμὸν, τῇ δὲ τῶν σωμάτων ἑτερότητι καὶ τῷ φαινομένῳ πράγματι ἡ ἀπαρίθμησις πλεονάζεται· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν τρισεξαδέλφων τὸ ἅπαξ διαιρεθὲν ῥεῦμα εἰς ἓν συνίστησιν, ἀλλὰ καὶ δύο ἑτεροφυεῖς κλάδοι δυσὶν ἑτερογενέσι καὶ ἀπεσχοινισμένοις ἀλλήλων μίγνυνται.