Peira 1.48
Περὶ τῶν ἀδιαθέτως τελευτώντων καὶ πῶς κληρονομεῖται.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ἐπὶ τῶν ἀδιαθέτως τελευτησάντων ἐκ πλαγίου συγγενεῖς ἐχόντων [καὶ μὴ] παῖδας ἐλευθεροῦνται οἱ δοῦλοι, καὶ οὐ δύνανται οἱ κληρονόμοι ἢ ἐξ ἀδιαθέτου συγγενεῖς ἕλκειν τούτους εἰς δουλείαν. δίδοται δὲ τὸ τρίτον τῆς ὑποστάσεως εἰς ψυχικὸν μισθὸν ἐκ συνηθείας, καὶ τὸ τίμημα δὲ τῶν ἐλευθερουμένων οἰκετῶν καταλογίζεται τὸ τρίτον.
2
pr.Ὅτι οἱ νόθοι παῖδες ἐξ ἀδιαθέτου κληρονομοῦσι τοῦ πατρὸς, μὴ ὄντων γνησίων παίδων, εἰς οὐγγίας β΄ μετὰ τῆς μητρός. ὁ δὲ πατὴρ ἐνδιαθήκως, ἔχων μὲν παῖδας γνησίους, γράφει τούτους κληρονόμους μετὰ τῆς μητρὸς εἰς οὐγγίαν μίαν· μὴ ἔχων δὲ παῖδας ἢ ἀνιόντας ἢ ἐγγόνους, καὶ εἰς ιβ ' οὐγγίας δύναται γράφειν αὐτούς. ἀνιόντας· δὲ ἔχων ἢ ἑτέρους, οἷς ὁ νόμος ἀναγκάζει τὸ τρίτον καταλιμπάνειν τῆς ἰδίας οὐσίας, καὶ εἰς τὸ δίμοιρον τῆς ὑπάρξεως γράφει τοὺς νόθους κληρονόμους.
3
pr.Βι. μέ τί. έ κεφ. ρκζ΄΄. Ὅτι τελευτῶντός τινος ἀδιαθέτου, ἐὰν ὦσιν ἀδελφοὶ δύο καὶ ἀδελφόπαιδες έ, εἰς γ΄ μερίδας γίνεται ἡ κληρονομία· ὅσοι γὰρ ἂν ὦσι παῖδες, τῷ τοῦ οἰκείου πατρὸς ὑπεισέρχονται προσώπῳ καὶ τοσοῦτον λαμβάνουσιν, ὅσον ὁ πατὴρ αὐτῶν ἔμελλε λαμβάνειν. καὶ ἐὰν ὕπεστι καὶ ἐκ τῶν ἀνιόντων τὶς, κληρονομεῖ ὁμοίως. εἰ δὲ οὐκ εἰσὶν ἀδελφοὶ, ἀλλ᾽ ἀδελφόπαιδες προτελευτησάντων τῶν ἀδελφῶν, κατὰ πρόσωπα καὶ κεφαλὴν γίνεται ἡ κληρονομία, τουτέστιν ὅσοι εἰσὶν, [ἐξίσου εἰς τὴν κληρονομίαν καλοῦνται.] εἰ δὲ οὐκ εἰσὶν ἀδελφοὶ, ἀλλ᾽ ἀδελφόπαιδες καὶ θεῖοι, οἱ ἀδελφόπαιδες προτιμηθήσονται. καὶ τοῦτο τὸ προνόμιον τοῖς ἀδελφόπαισι δίδοται· ἀδελφοπαίδων γὰρ μὴ ὄντων, τότε ὁ· ἐγγύτερος τῷ βαθμῷ κληρονομεῖ.
4
pr.Ὅτι οἱ τρεῖς ἐξάδελφοι προαπελθόντες αὐτοῦ, δήπου καὶ ἡ ἐν τῇ ἄκρᾳ τῆς συγγενείας προσληφθεῖσα εἰς τὴν κληρονομίαν κληθήσεται· ἐπεὶ τῷ νόμῳ τοῦτο δοκεῖ, ὃς οὗτως· „ἀνὴρ καὶ γυνὴ ἐξ ἀδιαθέτου ἀμοιβαδὸν ἑαυτοῖς εἰς ὁλόκληρον κατὰ τὸ ἀρχαῖον νόμιμον ὑπεισερχέσθωσαν, ὁσάκις ἀργεῖ πᾶσα ἀνιόντων ἢ κατιόντων νόμιμος ἢ φυσικὴ διαδοχὴ, τοῦ δημοσίου ἀποκλειομένου.
5
pr.Ὅτι εἴ τις ἀνὴρ καὶ γυνὴ μηδένα ἔχοντες συγγενῆ συνέλθοιεν ἀλλήλοις εἰς γάμου κοινωνίαν, πρῶτοι καὶ μόνοι ἐκ τῆς δοκούσης τῷ νόμῳ συγγενείας ἀλλήλους διαδέχονται.
6
pr.Ὅτι ὀγδόου βαθμοῦ συγγενὴς, κἂν μὴ ὑπεισέλθῃ τὴν κληρονομίαν, ἔχει τὴν ἐκ τοῦ νόμου βοήθειαν.
7
pr.Ὅτι γυνὴ καὶ μοιχείαν πλημμελήσασα κληρονομεῖ τὸν υἱὸν ἐξ ἀδιαθέτου.
8
pr.Ὅτι τῆς μοιχαλίδος τὴν περιουσίαν λαμβάνει τὸ μοναστήριον, οὐ μὴν καὶ τὰς κληρονομίας τῶν ἀδιαθέτων τελευτώντων παίδων αὐτῆς.
9
pr.Ὅτι ἀδιαθέτου τελευτησάσης μητρὸς ἐχούσης παῖδας ἐκ δύο γάμων τῆς προικὸς ταύτης ὁ μάγιστρος οὕτως ἀπῄτήσε καὶ ἐμέρισε κατὰ τὸν νόμον τὸν λέγοντα, μητρὸς ἀδιαθέτου θανούσης ἐπὶ παισὶν ἐκ δύο γάμων τὰ μὲν αὐτῆς οἰκεῖα πράγματα τοὺς ἐξ ἀμφοτέρων τῶν γάμων παῖδας κληρονομεῖν, τὴν δὲ προγαμιαίαν δωρεὰν [τοὺς] ἑκατέρας γονῆς τὴν τοῦ οἰκείου πατρὸς λαμβάνειν. οὖσαν λίτρας θ ' ἔφθασε ποιεῖν δωρεάν πρὸς ἕνὰ τῶν υἱῶν ἡ μήτηρ λίτρας β΄, καὶ τὰ ἐπὶ τῇ δίκῃ ἀναλώματα νομίσματα κδ ' καὶ ἡ ἔξοδος τῆς κηδείας καὶ τὰ λοιπὰ ἐμέρισεν ἐπίσης. ἐπεὶ δὲ ὁ εἷς τῶν ἀδελφῶν ἀφήλιξ ἦν, ἐφάνησαν δὲ οἱ ἄλλοι ἐλευθερῶσαι μητρῷα ἀνδράποδα, οὐκ ἐδέξατο τοῦτο διὰ τὸ μὴ περιγραφῆναι τὸν ἀφήλικα, ἀλλὰ τὸ ἐπιβάλλον αὐτῷ ἐκ τῆς τιμῆς τῶν ἐλευθερωθέντων ἀπήτησε τοὺς ἄλλους ἀδελφούς.
10
pr.Ὅτι ἀδιαθέτου τινὸς τελευτήσαντος καὶ δύο ἀδελφὰς καταλιπόντος καὶ παῖδας ὀκτὼ τριῶν ἀδελφῶν, εἰς ἑ μερίδας ὥρισε γενέσθαι τὴν κληρονομίαν ὁ μάγιστρος, γράψας· ἐκρίθη τὸν κλῆρον εἰς ἐ διαιρεθῆναι κατατομὰς, καὶ ἀνὰ μίαν μὲν λαβεῖν τὰς δύο ἀδελφὰς, μίαν δὲ τοὺς παῖδας τοῦδε᾽ καὶ μίαν τοῦδε καὶ ἑτέραν τοῦδε. εἰ μὲν γὰρ οὐκ ἦσαν ἀδελφοὶ τῷ τελευτήσαντι ἀλλ᾽ ἀδελφόπαιδες μόνοι, προσωπικῶς εἴτ᾽ οὖν κατὰ κεφαλὴν, ὥσπερ ὁ νόμος φησὶ, διανέμησις γέγονεν ἄν· ἐπεὶ δὲ δύο μὲν εὑρέθησαν ἀδελφαὶ, τριῶν δὲ παῖδες ἀδελφῶν, κατὰ σειρὰν ἡ κληρονομία προέβη πέντε δεξαμένη τομάς.
11
pr.Ὅτι ἀδιαθέτου τινὸς τελευτήσαντος, καὶ ἔχοντος ἀπὸ πατρὸς πρώτας ἐξαδέλφας δύο καὶ ἐκ μητρὸς ὁμοίως δύο, ὁ μάγιστρος ἔγραψεν οὕτως· ἐκ τριῶν οὖν θείων τοῦ ἀπελθόντος τέσσαρες ἐκφυεῖσαι γυναῖκες, ἃς ἐξαδέλφας τούτου ἡ συνήθεια κατονομάζει, οὐχὶ κατὰ σειρὰν ἤχθησαν εἰς τὴν κληρονομίαν, ἀλλὰ κατὰ κεφαλὴν, ὅπερ ὁ ῥωμαῖος ἐν κάπητα καλεῖ. τὸν κλῆρον διαλαχεῖν ἐκρίθη εἰς δ΄ διαιρούμενον, ἐφ᾽ ᾧ πρότερον ἐξαιρεθῆναι τὸ τρίτον τῆς περιουσίας εἰς ψυχικὴν ὠφέλειαν τοῦ μεταστάντος.
12
pr.Ὅτι τὸ ἀσσάριον, ὡς ὁ διονύσιος γράφει, χαλκοῦν ἐστι νόμισμα βάρος λιτριαῖον, τὸ δὲ τάλαντον ρκέ λιτρῶν χαλκοῦν. γράφει γὰρ οὕτως· ἐτιμήσαντο τὸν ἄνδρα δισχιλίων ἀσσαρίων. ἦν μὲν ἀσσάριον τότε νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ις ' γενέσθαι εἰς ὁλκὴν χαλκοῦ. Nonnulla exciderunt, licet in Cod. lacuna non appareat. Cod. τούτων. Dionysius Halicarnass. Antiquit. Rom. IX, 27. ed. Reiske