Peira 1.47
Περὶ ἀποκρυβῆς δικαιωμάτων καὶ πίστεως αὐτῶν καὶ λοιπῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ δικαίωμα κτήματος τινὸς ἀποκρύπτων καὶ δίκης κινουμένης μὴ ἀποδιδοὺς τοῦτο, ἐκνικωμένου τοῦ κτήματος ἀναγκάζεται τὸ διαφέρον δοῦναι τῆς δίκης ἤγουν τὸ τίμημα τοῦ κτήματος· καὶ μάλιστα εἰ δεφένσωρ εἴη ἢ κληρονόμος ἐγκάτοχος, οἵτινες ἀναγκάζονται διεκδικεῖν τὰ παρ᾽ αὐτῶν ἢ τῶν διαθεμένων ἀποδεδομένα ἢ ὑπεσχημένα. μόνος γὰρ ἐκεῖνος οὐκ ἀναγκάζεται καθ᾽ ἑαυτοῦ προφέρειν δικαιώματα κατὰ τὴν τοῦ νόμου διάστιξιν, ὁ λέγων καὶ διαβεβαιούμενος μεγάλα βλάπτεσθαι ἐκ τῆς προκομιδῆς αὐτῶν καὶ ὅρκῳ τοῦτο πιστούμενος, καὶ ἁπλῶς τὰ ἐπίλοιπα τούτων προβαίνει, καθὼς οἱ νόμοι διορίζονται. διαθήκην δὲ καὶ κωδίκελλον οὐ δύναταί τις κατέχειν, ἀλλὰ πάντες ἀναγκάζονται προφέρειν αὐτά· κοινὰ γὰρ εἰσὶ δικαιώματα.
2
pr.Βι. κβ΄ τί. ά κεφ. κθ ' 2· „Τῷ ὀνόματι τῶν δικαιωμάτων δηλοῦνται πάντα τὰ τὴν ὑπόθεσιν δεικνύοντα. διὸ καὶ τὰ μαρτύρια καὶ οἱ μάρτυρες τάξιν δικαιωμάτων ἐπέχουσιν.
3
pr.Κεφ. ξγ΄ Ἐὰν ὁ τῶν δημοσίων φροντιστὴς ἐποίησεν ἀπόδειξιν τῷ τοῦ δημοσίου χρεώστῃ, καὶ συμβῇ ταύτην ἀπολέσθαι, χρὴ πρὸς ἀπόδειξιν τοὺς λόγους τοῦ δημοσίου προσφέρεσθαι.
4
pr.Εΐς τις διάφορα ὑπὲρ αὑτοῦ προφέρει δικαιώματα, μάχονται δὲ ἀλλήλοις, ταῦτα ἀνίσχυρα αὐτῷ ἔσται καὶ ἀνωφελῆ.
5
pr.„Ἡ διάταξις κελεύει τὰς πράσεις καὶ ἐναλλαγὰς καὶ δωρεὰς ἐλάττονας τῶν φ ' νομισμάτων καὶ δόσεις ἀῤῥαβώνων καὶ πάντα τὰ ἔγγραφα καὶ συναλλάγματα καὶ τὰς ἐγγράφους διαλύσεις μὴ ἄλλως ἐῤῥῶσθαι, ἐὰν μὴ εἰς καθαρὸν ἐνεχθῶσι καὶ ὑπογραφῶσι παρὰ τῶν μερῶν· καὶ εἰ διὰ συμβολαιογράφων γίνονται, καὶ τούτου δέξωνται ἀποτέλεσμα. λέγει τὸ κόμβλωμα.
6
pr.„Ἡνίκα περὶ τῆς πίστεως συμβολαίων γένηται ζήτησις, [καὶ] ὁ ἕτερος τῶν δικαζομένων φησὶν ἐν ἑτέροις τόποις ἔχειν τοὺς μάρτυρας· ὁ δικαστὴς εἰ συνίδοι, πέμπονται οἱ πρωτότυποι ἢ οἱ ἐντολεῖς αὐτῶν ἐν τοῖς τόποις, ἐν οἷς οἱ μάρτυρες διάγουσιν, ἵνα ἢ βεβαιουμένου τοῦ γράμματος ἢ μὴ βεβαιουμένου ὑποστρέψωσι, καὶ τότε γίνεται ἡ περὶ τοῦ πράγματος ἀπόφασις.
7
pr.Ὅτι ὁ προφέρων τινὰ γραφὴν καὶ μὴ ἀποδεικνὺς αὐτὴν ἀληθῆς, ἐπὶ τῇ τοιαύτῃ ὑποθέσει οὕτως ἐσημειώσατο ὁ μάγιστρος· ἐπεὶ τὰ πολλὰ τῶν ἐγγράφων κακότητ.. μαρτύρ.. ἢ λανθανούσης τῆς αὐτῶν ὑπολήψεως ὅλως παραλαμβάνονται τὴν ἀρχὴν εἰς μαρτύριον ἢ μεταβληθέντες ὕστερον, τρεπτὸν γὰρ ὡς ἐπίπαν ὁ ἄνθρωπος, ἀτονοῦσιν αἱ πίστεις τῶν ἐγγράφων, ἀλλ᾽ οὐ τοῦ πάντα σκαιότητι διαβάλλεσθαι τὰ ἔγγραφα τῶν χρωμένων αὐτοῖς διὰ τὸ φιλάγαθον καὶ φιλάνθρωπον........ πολλάκις παρέχουσιν.