Peira 1.46
Περὶ χρήσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν ἔχῃ τὶς χρῆσιν πράγματός τινος, καὶ βουληθῇ ὁ δεσπότης ἐκποιήσασθαι τὸ πρᾶγμα, ἐνέχεται παρασχεῖν τῷ τὴν χρῆσιν ἔχοντι τὸ τρίτον τῆς τιμῆς.
2
pr.Ὅτι ἐπὶ ἀποτιμήσεως ἀγρῶν ἢ οἴκων προσώπῳ τινὶ καταλιμπανομένης ἐν διαθήκῃ οἱ χρόνοι ψηφίζονται τοῖς πρὸς οὓς κατελείφθη ἡ χρῆσις, ἄλλως μὲν ἐπὶ νέου, ἄλλως δὲ ἐπὶ πρεσβύτου, καὶ ἄλλως ἐπὶ ἀνήβου, καὶ καθεξῆς ὁμοίως, μὴ ὑπερβαινομένου τοῦ λ΄ χρόνου. ἡ γὰρ μακρότης τοῦ χρόνου, ἢ καὶ ἐπὶ ἐμφυτεύσεως λαμβάνεται, ἡ τῆς τριακονταετηρίδος ἐστίν. ἐπὶ δὲ τῆς ἀϊδίου χρήσεως, οἷον ὡς ὅταν ἐκκλησίᾳ καταλειφθῇ χρῆσίς τινος ἢ ἱερῷ οἴκῳ ἢ ὡς ὅταν... οὗπερ ἔχω οἰκήματος ἢ τοῦ πράγματος, καὶ πρὸς τὸ τρίτον τυποῦται τὸ τίμημα. θὲς γὰρ, γ ' νομισμάτων οὔσης τῆς πράσεως ἓν νόμισμα ἀποτιμᾶται, ἤτοι νομίσματα κδ΄ 4.
3
pr.Ὅτι ὅτε λεγατεύσω ἀγρὸν, οὕτως εἰπών· ἐχέτω τὴν χρῆσιν τοῦ ἀγροῦ ὁ δεῖνα καὶ τὴν δεσποτείαν ὁ δεῖνα, καὶ λάβωσι τοῦτον, πολλάκις δὲ ἐκνικωμένου τοῦ ἀγροῦ θελήσωσιν ἀμφότεροι δοῦναι τὴν τιμὴν καὶ ἔχειν αὐτὸν, τότε ὁ μὲν τὴν χρῆσιν ἔχων δίδωσι τὸ τρίτον τοῦ τιμήματος, ὁ δὲ τὴν δεσποτείαν τὸ δίμοιρον. ἐὰν δὲ λεγατεύσω ἀγρὸν καὶ εἴπω· ἐχέτω τὴν χρῆσιν ὧδε καὶ τὴν δεσποτείαν ἄλλος, καὶ μὴ προσθήσω ῥητῶς ἐξαιρουμένης τῆς χρήσεως, ἀπαιτεῖ ὁ τὴν δεσποτείαν ἔχων παρὰ τοῦ χρῆσιν ἔχοντος τὸ ἥμισυ τῆς χρήσεως.
4
pr.Ὅτι ἂν καταλείψῃ τὸς τὸν οἶκον αὐτοῦ, ἄλλῳ μὲν τὴν χρῆσιν ἄλλῳ δὲ τὴν δεσποτείαν, δεῖ ὑποδιαιρεῖν οὕτως; εἰ μὲν ἔγραψεν, ἀφίημι τῷ δεῖνι τὴν τοῦ οἴκου χρῆσιν, ἑτέρῳ δὲ γυμνὴν τὴν δεσποτείαν, οὐδεμίαν ἔχει ἀγωγὴν κινεῖν κατὰ τοῦ ἔχοντος τὴν χρῆσιν ὁ λαβὼν τὴν δεσποτείαν τοῦ οἴκου μου. εἰ δὲ γράψει οὕτως· ἀφίημι τῷ δεῖνι τὴν δεσποτείαν τοῦ οἴκου μου, τῷ δὲ δεῖνι τὴν χρῆσιν, ἀναγκάζεται ὁ ἔχων τὴν χρῆσιν δοῦναι μέρος τῆς χρήσεως καὶ τῷ ἔχοντι τὴν δεσποτείαν. ποιεῖ γὰρ δεσπότην ἄνευ χρήσεως, ἢ ποῦ μείνει ὁ τὴν κυρίαν ἔχων τοῦ οἴκου; οὕτω τοῦτο ἔκρινεν ὁ μάγιστρος.
5
pr.Ὅτι δίκης κινηθείσης παρὰ τῷ βέστῃ περὶ ἀποτιμήσεως χρήσεως τοιαύτην αὐτὸς ἐποιήσατο τὴν ἀπόφασίν. μητρὸς γὰρ ἐχούσης τὴν χρῆσιν τοῦ ὑποβόλου καὶ ὡς δευτερογαμησάσης πᾶσαν τὴν χρῆσιν παραχωρησάσης τῷ υἱῷ ἐν προικὶ, εἶτα τοῦ υἱοῦ πρὸς τὴν μνηστὴν ', ἀντιτέθεικεν ἡ μήτηρ τὴν παραχώρησιν τῆς χρήσεως τοῦ ὑποβόλου πρὸς τὸν παῖδα, λέ γουσα μηδαμῶς χρῆναι ζημιωθῆναι ἃ ἦσαν ἐξ αὐτοῦ, ἀλλὰ δοθῆναι τὸ πρόστιμον. εὑρέθη οὖν ὅτι τὸ ὑπόβολον λίτραι δ΄ ἦσαν χρυσίου, καὶ ἐτιμήσατο ὁ μάγιστρος τὴν χρῆσιν τῶν δ΄ λιτρῶν λίτρας β΄. ἔλεγε γὰρ, ὅτι ἡ χρῆσις πολύμορφον δέχεται τὴν ἀποτίμησιν· εἰ μὲν γὰρ ἐστὶν ὁμαδιαία, ἔχει καὶ πρόσοδον πολλὴν, ἐπειδὴ οὐδὲν εἰς αὐτὴν ἐξοδιάζει ὁ ἔχων τὴν χρῆσιν, οὐ γὰρ φυτεύει οὔτε ἀεροῖ, ἡ χρῆσις τούτου πολλοῦ τιμᾶται· εἰ δὲ οἶκος ἐστὶν ἔχων ὀρθομαρμαρώσεις καὶ ποικιλίας διαφόρους καὶ πλήθη οἰκημάτων καὶ κεραμωμάτων, ἐνοίκιον δὲ μηδὲ ἓν ἢ ὀλίγον σωρεύεται, τούτου ἡ χρῆσις οὐδὲν ἀξιοῦται, εἰ μὴ καὶ μᾶλλον ἐπιζήμιός ἐστι τῷ ἔχοντι ταύτην. οὕτως οὖν διήρει ὁ πατρίκιος, καὶ ἐποίησε τὴν χρῆσιν τῶν δ λιτρῶν τοῦ χρυσίου λίτρας β΄, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ᾽ ἤρευνήθη ἡ χρῆσις τῆς μητρὸς, καὶ εὑρέθη οὖσα χρόνων ν΄, καὶ πάλιν διήρησε κατὰ τὸν νόμον οὕτως εἰπών· ὅτι ὁ τέλειος χρόνος τῆς χρήσεως ὁ τριακοστός ἐστιν· ἐὰν καταλειφθῇ διετεῖ ἢ τριετεῖ ἢ κ ἢ κθ ' ἄγοντι χρόνον, πρὸς λ΄ χρόνους ψηφίζεται ἡ χρῆσις μέχρι τοὺς κλιμακτῆρας καὶ τὰς μεθηλικιώσεις· ὑπὲρ δὲ τὰ λ ' ἔτη ὄντι ἐὰν καταλειφθῇ τινι χρῆσις, μέχρι τῶν ξ΄ ψηφίζεται, καὶ ὅσου ἂν χρόνου ἐστὶν ὁ ἄνθρωπος, τὸ λεῖπον πρὸς ξ΄ λαμβάνει· τυχὸν ἐὰν εὑρέθη μ ' ὢν, οὐ λαμβάνει πρὸς λ΄, ἀλλὰ πρὸς κ΄, καὶ ἐφεξῆς ὁμοίως· ἐὰν δὲ ξ΄ καταλειφθῇ χρῆσις, μόνον ἐ ἐνιαυτῶν οὗτος λαμβάνει. ταῦτα δὲ ἀπὸ τοῦ νόμου τοῦ περὶ φαλκιδίου διήρει ὁ πατρίκιος, ἔνθα πλατύτερον τὰ τοιαῦτα κεῖνται, ἤγουν εἰς βι. μα τί. α. εὑρὼν οὖν ὡς εἴρηται τὴν μητέρα ν ' οὖσαν χρόνων δέδωκεν αὐτῇ ἱ ἐτῶν χρῆσιν, πρὸς λ΄ διελὼν τὰς β΄ λίτρας τῆς χρήσεως τὸ τρίτον τούτων ἤτοι νομίσματα μή δέδωκε τῇ μητρὶ, τὰ δὲ λοιπὰ ἀφῆκε τῷ υἱῷ.
6
pr.Ἐὰν πολλῶν ἀγρῶν ὑπεξέλῃς τῶν καρπῶν τὴν χρῆσιν, ἣν σὺ ὤφειλες ἔχειν, εἰπὼν αὐτὴν πέτρου εἶναι, οὖσαν παύλου ἢ μηδενὸς, οὐκ ἐνάγω σοι, ἕως ἂν ἀποθάνῃ πέτρος ἢ καὶ ἐναλλαγὴν τῆς καταστάσεως ὑποστῇ.