Peira 1.45
Περὶ συμφώνων καὶ προστίμων.
Abrir no leitor do IusCommune →1
pr.Τῶν συμφώνων ὅσα μὲν ἔχουσι πρόστιμα καὶ ἀνάγκην τοῦ πληροῦσθαι, ταῦτα κρατοῦσι καὶ ψηφίζεται ὁ χρόνος τῆς· ποιήσεως τοῦ συμφώνου· ὅσα δὲ οὐκ ἔχουσι πρόστιμον οὐδὲ ἀνάγκην τοῦ πληρωθῆναι, τούτων οὐδὲ ὁ χρόνος τῆς ποιήσεως ψηφίζεται. ὡς ἐπὶ τοῦ τοιούτου θέματος· ἐὰν γένωνται γαμικὰ σύμφωνα, εἶτα γένηται πληναρία ἀπόδειξις, καὶ ἀποδώσει χρέος μετὰ τὸ γενέσθαι τὸ γαμικὸν σύμφωνον πρὸ τῆς πληναρίας, ἐκδικεῖται τὸ τοιοῦτον ἀπὸ τοῦ λαβόντος αὐτὸ, καὶ οὐ δύναται λέγειν ὁ δανειστὴς, ὅτι πρὸ τοῦ δοθῆναι τὴν προῖκα ἀπέλαβον· ἀπὸ γὰρ τοῦ συμφώνου ἔνοχος γέγονεν ὁ ἀνὴρ, καὶ διὰ τοῦτο κρατεῖ ἀπὸ τῆς ποιήσεως τοῦ συμφώνου. ἐὰν δὲ γράψῃ τις οὕτως· ὁμολογῶ δανεῖσαί σοι μετὰ παρέλευσιν δύο μηνῶν, εἰ δὲ οὐ δανείσω μετὰ τοὺς δύο μῆνας, ἵνα παράσχω πρόστιμον· ἐν δὲ τῷ μεταξὺ δανείσηται ὁ αὐτὸς, πρὸς ὃν ἐγένετο τὸ χαρτίον, παρά τινος, μετὰ παρέλευσιν τῶν δύο μηνῶν δανείσῃ καὶ ὁ ὑποσχόμενος, καὶ ἔλθωσιν εἰς ἀπαίτησιν͵ ἀμφότεροι δανεισταὶ, προτιμᾶται ὁ πρώτως δανείσας, καὶ οὐ δύναται λέγειν ὁ δεύτερος· ἀλλὰ συμφωνίαν εἶχον πρὸ σοῦ, ἵνα δανείσω μετὰ παρέλευσιν δύο μηνῶν. ἀντιπεσεῖται γὰρ αὐτῷ· ὅτι σὺ ὤφειλες ἀπαιτηθῆναι τὸ πρόστιμον, ὅτε οὐκ ἐδάνεισας μετὰ παρέλευσιν τῶν δύο μηνῶν, ἐντὸς δὲ τῶν δύο μηνῶν μὴ δανείζων οὐκ εἶχες εὐθύνην· ἐγὼ δὲ ἐντὸς τῶν δύο μηνῶν ἐδάνεισα καὶ εἰμὶ προγενέστερός σου.
2
pr.Ὅτι τὰ ἐμφερόμενα ἐν τοῖς συμφώνοις· ἵνα πράττω τόδε καὶ τόδε, εἰ δὲ παραβῶ ἓν τούτων, ἵνα παρέχω λόγου χάριν λίτρας ί, ἔλεγεν ὁ μάγιστρος ἀπορίαν εἶναι τῶν νομικῶν· μὴ χρῆναι γὰρ διὰ μικρὰν πάνυ παράβασίν τινος πράγματος οὕτω μεγάλοις προστίμοις ὑποβάλλειν τὸν συμφωνήσαντα, ἀλλ᾽ ἐπισκοπεῖν τὴν παράβασιν καὶ οὕτω ποιεῖσθαι καὶ τὴν προστίμωσιν.
3
pr.Ὅτι ἐὰν ὑπόσχωμαι τῷ υἱῷ μου κτῆμα ἐν συμφώνῳ, καὶ μεταξὺ καταδικασθῶ ἐγώ τινι, καὶ μὴ γνοὺς ὁ δικάζων, ὡς ὑπεσχημένον ἦν τὸ κτῆμα, ἀφελέσθαι τοῦτο [προστάξη], καὶ παράσχοιτο ᾧ κατεδικάσθην, κινεῖ ὕστερον ὁ υἱός μου καὶ λαμβάνει τὸ κτῆμα τὸ ὑπεσχημένον. ὁ δὲ λαβὼν τὸ κτῆμα ὑπὲρ τοῦ ἱκανοῦ, εἰ μὲν περίειμι ἐγὼ, λαμβάνει τὸ ἱκανὸν ἐξ ἐμοῦ· εἰ δὲ ἀπῆλθον, ἐκ τῆς ἄλλης μου ὑποστάσεως.
4
pr.Ὅτι εἰ δανείσας ἐγὼ εἴπω, κοινὸν εἶναι τὸ χρυσίον ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου, οὐ καλῶς κινεῖ ὁ ἀδελφός μου ἀπαιτῆσαι τὸ μέρος· ὅτι τὰ μεταξὺ ἑτέρων γινόμενα ἑτέρους οὐ βλάπτουσιν οὔτε ὠφελοῦσιν. καὶ ὅτι ὅτε ἐπερωτῶ ἐμαιτῷ ἢ πέτρῳ, οὔτε μεταφέρειν ἐνοχὴν· οὔτε ἀπαιτεῖν οὔτε ἐνοχὴν ποιεῖν ὁ πέτρος δύναται. καὶ ὅτι ἐὰν ἐπερωτήσω ἐμοὶ ἢ πέτρῳ, οὐ καλῶς τῷ κληρονόμῳ αὐτοῦ καταβάλλεται.
5
pr.Ὅτι ὁ μάγιστρος ἔλεγεν· αἴτιος ὁ πατὴρ ἄνω, αἰτιατὸς δὲ ὁ υἱὸς, καὶ δοκεῖ πρῶτος ὁ πατὴρ αἰτίῳ, εἰ καὶ σύγχρονος ἐστὶν ὁ υἱός. τοῦτο δὲ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἐπὶ πολιτικῶν πραγμάτων τὸ ἐναντίον ἔχει. πρῶτον γὰρ ἐστὶν αἰτιατὸν παρὰ τὸ αἴτιον. καὶ πῶς; ἐπεθύμησέ τις ἀγρὸν κτήσασθαι, χρυσίον οὐκ εἶχεν, ἀπελθὼν ἐδανείσατο, γράψας ἐν τῷ χρεωστικῷ, ὅτι ἐπεὶ ἤθελον ἀγοράσαι ἀγρὸν καὶ οὐκ εἶχον χρυσίον, δανείζομαι νῦν παρὰ σοῦ, ἵνα ἀγοράσω τὸν ἀγρόν· ἐὰν τυχὸν οὗτος ὁ δανειζόμενος εἴπῃ ὕστερον μὴ λαβεῖν τὸ χρυσίον, τότε σκοπεῖται εἰ ἠγοράσθη ὁ ἀγρὸς, καὶ ἐὰν ἠγοράσθη, ἀναγκάζεται ὁ λέγων μὴ δανείσασθαι στοιχεῖν τῷ συμφώνῳ καὶ δεικνύειν, ὅτι οὐκ ἔλαβε τὸ χρυσίον. καὶ οὕτως ὑστεροφανὲς τὸ αἴτιον ἐφάνη· διὰ γὰρ τὸν ἀγρὸν ἐδανείσθη. εἰ δὲ μὴ ἠγοράσθη ὁ ἀγρὸς, καὶ οὐκ ἐφάνη τὸ αἴτιον, τότε ἀναγκάζεται ὁ λέγων δανεῖσαι δεικνύειν, ὅτι ἀπηρίθμησε. καὶ πάλιν αἴτιος λέγεται ὁ πατὴρ ἐμοῦ καὶ δοκεῖ πρῶτος, ἀλλ᾽ οὐκ ἐστὶν, ἀλλὰ τὸ αἰτιατὸν ἐστὶ πρῶτον, καὶ γὰρ ἔσχεν ἐπιθυμίαν παιδοποιΐας, καὶ διὰ ταῦτα ἠγάγετο γυναῖκα καὶ ἐπαιδοποιήσατο, ὥστε τὸ αἰτιατὸν φαίνεσθαι πρῶτον παρὰ τὸ αἴτιον, εἰ καὶ ὑστεροφανὲς εὑρίσκεται. ἐπὶ δὲ μόνων τῶν ἀϊδίων καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων πρῶτον ἐστὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ.
6
pr.Ὅτι μητροπολίτης ποιήσας σύμφωνον καὶ θεὶς πρόστιμον ἐκ παραβασίας· ἐπεχείρει ἀνατρέψαι τὸ σύμφωνον. ὁ δὲ ἀντιδικῶν αὐτῷ ἔλεγεν, ἵνα καθαιρεθῇ παραβαίνων τὸ σύμφωνον. καὶ οὕτως ἐδόκει πολλοῖς τῶν κριτῶν· ὁ δὲ δρουγγάριος ἔλεγεν, ὅτι ἐπειδὴ ἐτέθη ἐκ παραβασίας τῶν γεγραμμένων πρόστιμον, τὸ πρόστιμον χρὴ ἀπαιτηθῆναι, καὶ μὴ καθαιρεθῆναι τὸν μητροπολίτην. εἰδὼς γὰρ οὗτος, ὡς εἰ τολμήσει παραβῆναι τὸ σύμφωνον, ἐπέρχεται αὐτῷ ἡ τῆς ἱερωσύνης ἔκπτωσις, διὰ τοῦτο προστίμοις ἑαυτὸν ἐδέσμευσεν, ἵνα παραβαίνων δῷ τὸ πρόστιμον καὶ ἀπαλλαγῇ. εἰ μὲν γὰρ μὴ ἐγγέγραπτο πρόστιμον, ἀλλὰ ἁπλῶς ἦν ἡ συμφωνία, τότε ἔμελλε καθαιρεῖσθαι ὁ μητροπολίτης ἐκ παραβασίας· ἐπεὶ δὲ προσεγράφη ὁ τοῦ προστίμου λόγος, ἰσχύει. καὶ ἐπὶ τῶν ἐγγράφων γὰρ πράσεων πρόστιμον οὐ προστίθεται, ἀλλ᾽ ἁπλῶς συμφωνεῖται ἡ πρᾶσις καὶ ἰσχύει, καὶ οὐκ ἀνατρέπεται παρά τινος, εἰ μὴ παραχθῶσιν ', ἃ περὶ πράσεως καὶ συμφώνων παραβασίας περιέχεται. ἴσχυσεν οὖν ἡ τοιαύτη γνώμη τοῦ δρουγγαρίου, καὶ ἐξέτισε τὸ πρόστιμον ὁ μητροπολίτης καὶ οὐκ ἐκαθῃρέθη.
7
pr.Ὅτι τοῦ πατρικίου νάσαρα ποιήσαντος σύμφωνον εἰς ἐπαύξησιν προικὸς, καὶ ἐναγομένου παρὰ τοῦ δεξαμένου τὴν ὑπόσχεσιν, καὶ ὁμολογοῦντος μὲν τὸ σύμφωνον, προβαλλομένου [δὲ] τὴν ὑπόσχεσιν ὡς ἁπλοϊκότερον ταύτην ἐξέθετο καὶ ἄτοπον· εἶτα τελευτήσαντος μὲν ἐκείνου, τῆς δὲ γαμετῆς τούτου ἐναγομένης καὶ αἰτησάσης τὴν διὰ τῶν μαρτύρων πίστιν τοῦ συμφώνου ἐναγομέν.., οἱ δικασταὶ οὐκ ἐδέξαντο μὲν τοῦτο, ὡς ἤδη ὁμολογηθὲν παρὰ τοῦ πατρικίου· πλὴν οἰκονομητοτέρῳ λόγῳ τὴν μὲν διαβολὴν τῶν μαρτύρων οὐ δεδώκασι τῇ γυναικὶ, εἰπόντες πρὸς τοῖς ἄλλοις καὶ τόνδε τὸν λογισμόν· ὅτι εἰ διαβληθήσονται οἱ μάρτυρες, εἰς τὸ ἄτονον περιστήσεται τὸ πρᾶγμα· πεσεῖται γὰρ τὸ σύμφωνον, καὶ εὑρεθήσεται ὡς ψευδῶς ὁμολογήσας τοῦτο ὁ πατρίκιος ἢ ἕτερον εἶναι σύμφωνον ὃ κατέθετο ἐκθέσθαι. ᾠκονόμηται οὖν, ὡς εἴρηται, μόνον ὅρκον ὑποσχεῖν τοὺς μάρτυρας, ὡς ἐνώπιον αὐτῶν ὑπέγραψεν ὁπατρίκιος καὶ ὡς κατεδέξατο τοῦτο.
8
pr.Ὅτι γυνὴ αὐτεξουσία καὶ ἐνήλιξ, καὶ ἐκ πρώτου συνοικεσίου ἐρχομένη εἰς δεύτερον, συνεφώνησε μετὰ τοῦ ἀνδρὸς, οὕτως εἰπόντος αὐτοῦ· φαίνομαι ἐγὼ ὁ δεῖνα πρὸ χρόνων γ΄ μνηστευσάμενος σὲ τὴν δεῖνα, καὶ ὑπέσχου μοι δοῦναι εἰς προῖκα καὶ πρόσωπόν σου λίτρας τόσας, ἃς καὶ ἐπέλαβες μετὰ ἀποβίωσιν τοῦ σοῦ ἀνδρὸς, καὶ δ᾽ ἀναγκαίας αἰτίας μέχρι τοῦ νῦν μὴ γενομένου τοῦ γάμου ἔμελλες ἔγκλησιν ποιήσασθαι κατ᾿ ἐμοῦ μετὰ τοῦ πατρός σου, ἐγὼ [δὲ] ᾑρετισάμην πληρῶσαι τὸν γάμον, τὴν δὲ προῖκα, ἣν ἐπηγγείλω μοι δοῦναι, οὐκ ἠθέλησα ἐντεῦθεν ἤδη παραλαβεῖν διὰ τὸ μέλλειν μὲ μετὰ τοῦ πατρός σου συνοικεῖν καὶ συνομοζωεῖν καὶ διοικεῖσθαι παρ᾽ αὐτοῦ χρόνον ἕνα· συμφωνεῖς δὲ σὺ ὁ πατὴρ, ὅτι τὸν ὅλον τῆς ζωῆς σου χρόνον συνομοζωῶ μετὰ σοῦ καὶ τῆς θυγατρός σου, καὶ ὑπάρχωμεν ὁμοδίαιτοι καὶ ἀχώριστοι, καὶ τὸν πρῶτον χρόνον οἴκοθέν σου τὰ διαρκῆ ἐπιχορηγεῖς ἡμῖν, ἔπειτα ὡς συμφωνήσομεν· εἰ δὲ οὐ θελήσω συνοικεῖν σοι, κομίζεσθαί με τὴν γυναικεῖάν μου προῖκα κατὰ τὴν ἀνωτέρω διάστιξιν. ταῦτα τοῦ συμφώνου παριστῶντος, καὶ τοῦ γαμβροῦ ἐνοχοποιοῦντὸς τὸν πατέρα πρὸς ἀπόδοσιν τῆς προικὸς, ἔκρινεν ὁ δικαστὴς, μὴ εὐθύνεσθαι τὸν πατέρα, πρὸς οὐδὲν ἕτερον ὑποπεσόντα ἢ πρὸς τὴν τοῦ ἑνὸς χρόνου ἀποτροφήν· τὸ γὰρ εἰπεῖν τὸν γαμβρὸν κομίζεσθαι τὴν προῖκα κατὰ τὴν ἀνωτέρω διάστιξιν, οὐχ ὑπὸ δίκην ἄγει τὸν πατέρα· οὐ γὰρ αὐτὸς ἦν ὁ συμφωνήσας, ἀλλ᾽ ἡ θυγάτηρ· ὁ δὲ πατὴρ ἁπλῆν συναίνεσιν ἐποιήσατο· ἡ δὲ ἁπλῆ συναίνεσις πρόκριμα οὐκ ἐπάγει τινί.
9
pr.Ὅτι σύμφωνον γέγονε γάμου ἔχον ὑπόσχεσιν προικὸς, εἶτα ὁ γαμβρὸς ἔλεγεν, ὅτι ὑπέσχου τιμῆσαί με, καὶ ἐὰν μὴ προβῇ ἡ τιμὴ, τὸν γάμον οὐ τελῶ. καὶ ὁ δικάζων ἔκρινε, μὴ ἐμποδισθῆναι τὸν γάμον· τοῦ γὰρ συμφώνου τοῦτο μὴ ἔχοντος, ἀλλ᾽ ἔξωθεν λεγομένου ὑποσχεθῆναι, οὐκ ἐδέχθη πρὸς ἐμποδισμὸν τοῦ γάμου. τῷ δὲ γαμβρῷ ἐξεχώρισεν ἀγωγὴν, ἀποδεικνύοντι τὴν ὑπόσχεσιν τὸ διαφέρον ἐκ τοῦ πενθεροῦ λαβεῖν.
10
pr.Ὅτι ἀδελφὸς ὑπέγραψεν ἐν γαμικῷ συμφώνῳ ἀδελφοῦ, καὶ ὕστερον βλαβεὶς περὶ τὸν κλῆρον ἐκίνει, καὶ ἀντετίθετο αὐτῷ, ὅτι ὑπέγραψας καὶ ὀφείλεις στοιχεῖν τοῖς γραφεῖσιν. ἀλλ᾽ ὁ δικαστὴς ἔκρινεν, ὅτι εἰ μὲν πρόσκειται τῇ ὑπογραφῇ „συναινῶν καὶ ἀποδεχόμενος, ἐκβάλλεται· εἰ δὲ ὡς μάρτυς ὑπέγραψε· „παρήμην τῇ γραφῇ, οὐδὲν βλάπτεται· εἰπὼν, ὅτι καὶ ἐπὶ χρέους ὁ ὑπογράψας πρὸς ἔκτισιν τούτου οὐχ ὑπάγεται. φησὶ γὰρ ὁ νόμος· „ἐάν τις ἄλλου δανειζομένου αὐτὸς ὑπογράψῃ μὴ ἐπερωτηθεὶς, οὐ κατέχεται. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῦ βλέποντος τὸ ἴδιον λεγατευόμενον καὶ ὑπογράψαντος χώρα τῷ νόμῳ. φησὶ γάρ· „ὑποθέμενός σοι ἀγρὸν συνεφώνησα νεμηθῆναί σε αὐτὸν ἐπί τινα χρόνον καὶ τοὺς καρποὺς αὐτοῦ λογίσασθαι εἰς τὸ χρέος· σὺ δὲ διαθέμενος ἐλεγάτευσας αὐτὸν, εἰπὼν ἠγορακέναι αὐτὸν παρ᾽ ἐμοῦ, καὶ τὴν διαθήκην ἐγὼ μεθ᾽ ἑτέρων ἐσφράγισα· πρόκριμα ἐκ τούτου μὴ πωλήσας οὐχ ὑφίσταμαι.
11
pr.Ὅτι τὰ σύμφωνα τῶν διαθηκῶν ἰσχυρότερά εἰσι. τοῦτο ὁ δρουγγάριος ἔκρινεν οὕτως· ὁ μορορέων πάκτον ἐποιήσατο εἰς ἐγγόνην, καὶ συνεφώνησαν, ἵνα ἡ ὑπόστασις μετὰ θάνατον αὐτοῦ γένηται εἰς μερίδας γ΄, καὶ ἡ μὲν μία δίδοται εἰς ψυχικὸν, τὴν δὲ ἑτέραν λαμβάνῃ ἡ δευτέρα αὐτοῦ γαμετὴ, καὶ τὴν ἑτέραν λαμβάνῃ ἡ ἐγγόνη μετὰ τῆς μητρὸς αὐτῆς καὶ τῶν παιδίων, ὅσα ποιήσει ἡ μήτηρ αὐτῆς. οὕτω γράψας τὸ σύμφωνον ἐποίησε καὶ τὴν θυγατέρα αὐτοῦ τουτέστι τὴν μητέρα τῆς ἐγγόνης ὑπογράψαι ἐν τῷ συμφώνῳ. χρόνοις ὕστερον τελευτῶν ἐποίησε διαθήκην καὶ κατέλιπε πολλὰ τῇ ἐγγόνῃ, καὶ πρὸς ἐναντίωσιν ἦλθε τοῦ συμφώνου, καὶ ἐδικαιώθη παρὰ τοῦ ξηροῦ ἡ ἐγγόνη κατὰ τὴν διαθήκην κληρονομῆσαι. ἀλλ᾽ ἡ θυγάτηρ ἐκείνου, ἢ καὶ μήτηρ τῆς ἐγγόνης, ἐλθοῦσα ἐκίνει τὴν διαθήκην. καὶ πρῶτα μὲν ἐκρίθη, μὴ ἰσχύειν τὴν διαθήκην εἰς ἐναντίωσιν ἐρχομένην τοῦ συμφώνου, ἀλλὰ προτιμότερον εἶναι τὸ σύμφωνον. ἀντέλεγον δέ τινες, ὅτι πάντως, εἰ μὲν ἐβλάπτετο ἡ ἐγγόνη ἡ λαβοῦσα τὸ σύμφωνον, καλῶς λέγεις μὴ ἰσχύειν τὴν διαθήκην· ἐπεὶ δὲ αὕτη ὠφελεῖται, τίνος ἕνεκε τὴν διαθήκην οὐ δέχῃ; ποῖον γὰρ ἔχει δίκαιον ἡ θυγάτηρ, ἡ μήτηρ τῆς ἐγγόνης, ἀπὸ ξένου συμφώνου ἤγουν τῆς θυγατρὸς αὐτῆς γεγενημένου παρὰ τοῦ πάππου πρὸς τὴν διαθήκην φιλονεικεῖν; καὶ ἔλεγεν ὁ δρουγγάριος· εἰ μὲν οὐχ ὑπέγραψε καὶ ἡ θυγάτηρ, ἡ μήτηρ τῆς ἐγγόνης, ἐν τῷ συμφώνῳ, καὶ [ἡ] ὑφὴ πᾶσα τῆς γραφῆς πρὸς ἐκείνην διελέγετο καὶ τὰ παιδία αὐτῆς ", εἶχε χώραν ἡ ἀντίθεσις ὑμῶν κατὰ τὸν κανόνα τὸν λέγοντα· ὅτι τὰ μεταξὺ ἑτέρων συμφωνούμενα ἑτέρους οὔτε ὠφελοῦσιν οὔτε βλάπτουσιν. ἐπεὶ δὲ ἡ μήτηρ ὑπέγραψεν ἐν τῷ συμφώνῳ τῆς θυγατρὸς τῷ γενομένῳ παρὰ τοῦ πάππου, καὶ πρὸς αὐτὴν διαλέγεται καὶ τὸν πάππον καὶ τὴν ἐγγόνην ἡ ὑφὴ τῆς γραφῆς, αὐτὴ δοκεῖ συμφωνεῖν καὶ λαμβάνειν τὰς ὑποσχέ σεις, καὶ οὐ δύναται ὁ συμφωνήσας ἐναλλάσσειν τὴν γνώμην αὐτοῦ εἰς βλάβην τῶν λαβόντων τὴν ὑπόσχεσιν διὰ τελευταίας βουλήσεως. καὶ οὕτω κρίνας ἀνέτρεψε καὶ τὴν κρίσιν τοῦ ξηροῦ. εἶτα ἐτέθη καὶ ἄλλο κεφάλαιον, ὅτι ἔγραψεν ὁ συμφωνήσας ἤγουν ὁ πάππος, ὅτι τὴν μὲν μίαν μερίδα ἵνα λαμβάνῃ ἡ ἐγγόνη μου καὶ ἡ θυγάτηρ μου μετὰ τῶν παίδων αὐτῆς πάντων, ὅσους τε νῦν ἔχει καὶ οὓς μέλλει γεννῆσαι. καὶ πῶς ὀφείλει μεριασθῆναι; καὶ οἱ μὲν συνήγοροι ἐνίσταντο, ἵνα λάβῃ τὸ ἥμισυ ἡ ἐγγόνη μόνον ', τὸ δὲ ἥμισυ ἡ μήτηρ μετὰ τῶν παίδων αὐτῆς. ὁ δὲ δρουγγάριος κατὰ κεφαλὴν ὥρισε διαιρεθῆναι τὴν μερίδα, τουτέστιν εἰς τὴν ἐγγόνην καὶ εἰς τὴν θυγατέρα καὶ εἰς τὰ παιδία ζῶντα ἤγουν εἰς θ΄. προετέθη καὶ ἕτερον κεφάλαιον, ὅτι ἐκεῖνος ἔγραψεν ἐν τῷ συμφώνῳ, τὴν μίαν μερίδα δίδοσθαι εἰς ψυχικὸν αὐτοῦ. ἐκ ταύτης δὲ ἐν τῇ διαθήκῃ πολλοὺς ἐλεγάτευσε. καὶ εἶπεν ὁ δρουγγάριος, ἐξουσίαν ἔχειν τοῦτον ἐν τοῖς οἰκείοις ὃ βούλεται ποιεῖν. τὴν μὲν γὰρ δεσμευθεῖσαν μερίδα ἐν τῷ συμφώνῳ οὐ δύναται ἐναλλάσσειν, τὴν δὲ ἑαυτῷ παρακρατηθεῖσαν ὡς βούλεται διοικεῖ. ἐτέθη καὶ ἕτερον κεφάλαιον· ὁ γὰρ ὑποσχόμενος πάππος πολλὰ μετὰ ταῦτα ἐχάρισε τῷ γαμβρῷ, καὶ ἡ πενθερὰ ἐπεχείρει πάντα ἀνατρέπειν, καὶ ὁ δρουγγάριος ἔκρινεν, ὅσα μὲν εἶχεν ἐν τῷ καιρῷ τῆς ὑποσχέσεως, ταῦτα συμβάλλεσθαι καὶ μερίζεσθαι· εἰ δέ τινα μετὰ ταῦτα ἐκτήσατο, ταῦτα χαρίζειν τῷ γαμβρῷ οὐ κωλύεται.
12
pr.Ὅτι τὸ ψιλὸν σύμφωνον οὐ τίκτει ἀγωγὴν ἀλλὰ παραγραφήν. ἐν ἀρχῇ δὲ γινόμενεν τυποῖ τὴν ἀγωγὴν ἐπὶ τῶν πράσεων καὶ τῶν ἀγορασιῶν καὶ τῶν καλῇ πίστει δικαστηρίων ". καὶ ψιλὸν σύμφωνον λέγεται τὸ ἄνευ ποιήσεως ἢ δόσεως γεγενημένον, ἐπὶ ποιήσει δὲ ἢ δόσει πραχθέν. οἷον ὁ ἀγοραστὴς εἰ μὲν ἐν ἀρχῇ συμφωνήσει δοῦναι τὸ τίμημα καὶ λαβεῖν ἐγγυητὴν, τοῦτο οὐκ ἐστὶ ψιλὸν σύμφωνον, ἀλλ᾿ ἰσχυρὸν καὶ παντὸς τρόπου ἀπαιτεῖται ὁ ἐγγυητής. εἰ δὲ γένηται χάρτης μετὰ τὴν πρᾶσιν, ἵνα σοι δώσω ἐγγυητὴν ἐπὶ τῷ τιμήματι, τότε ψιλόν ἐστι σύμφωνον, καὶ καταβληθέντος [τοῦ] τιμήματος οὐκ ἀναγκάζεται ὁ πράτης παρασχεῖν τὸν ἐγγυητήν· παραγράφεται γὰρ τὸν ἀγοραστὴν ὡς ψιλὸν ἔχοντα σύμφωνον. ἐὰν δὲ μήπω κατέβαλε τὸ ὅλον τίμημα, ἀλλὰ τὸ ἥμισυ παρέσχε, τότε [οὐκ] ἐνάγει ὁ ἀγοραστὴς κατὰ τοῦ πράτου ὡς ἀπὸ τοῦ ψιλοῦ συμφώνου, ὁ δὲ ἀγοραστὴς οὐ καταβάλλει ἄλλως τίμημα τὸ λεῖπον, εἰ μὴ λάβῃ τὸν ἐγγυητὴν, καὶ ἐναγόμενος παρὰ τοῦ πράτου κέχρηται τῇ τοῦ ψιλοῦ συμφώνου δυνάμει καὶ νικᾷ. καὶ καθόλου, ὅτε μὲν οὐδὲν ἐπωφελεῖται ὁ πράτης, παραγράφεται ἐκ τοῦ τοιούτου συμφώνου τὸν ἀγοραστήν· ὅτε δέ τι κεχρεώστηται τῷ πράτῃ, ἀγωγὴν ἔχει ὁ ἀγοραστὴς κατ᾿ αὐτοῦ ἐκ τούτου δὲ τοῦ ψιλοῦ συμφώνου. ταῦτα δὲ πάντα ἐφ᾽ ὧν ἐξεφωνήθη τίτλων κρατοῦσι καὶ μόνον, οἷον ἐπὶ πράσεως ἀγορασίας συναλλαγμάτων καὶ τῶν καλῇ πίσει δικαστηρίων. φησὶ γὰρ βι. ιθ΄ τί. ια [κεφ. νέ΄]· „ἐὰν συμφωνηθῇ ὁμολογηθῆναι τὸ τριπλοῦν ἢ διπλοῦν ἢ τετραπλοῦν, ἁρμόζει ἡ ἐπὶ τῇ πράσει ἀγωγὴ διηνεκῶς, οὐκ ἐπὶ τῷ δοθῆναι ἐγγυητὰς, εἰ μὴ καὶ τοῦτο συνέδοξεν, ἀλλ᾽ ἐπὶ τῷ ψιλῶς ὁμολογῆσαι. καὶ τί. α΄ κεφ. ζ΄. „τὰ ὡρισμένα ἐπὶ μειώσει συμφώνου ἡνωμένα ἐστὶ τῷ συναλλάγματι, οἷον ἵνα ἐγγυητὴς ἐπὶ τῷ διπλασιασμῷ δοθῇ. ἔνθα δὲ μὴ τίκτει τῷ ἀγοραστῇ ἀγωγὴν, συμβάλλεται αὐτῷ εἰς παραγραφὴν ἐναγομένῳ παρὰ τοῦ πράτου. εἰ δὲ πάντων ἀκεραίων ὄντων δόξει αὐξηνθῆναι ἢ μειωθῆναι τὸ τίμημα, δοκοῦσι λύειν τὴν προτέραν πρᾶσιν καὶ νέαν ποιεῖν.
13
pr.Ὅτι δανειστὴς καὶ χρεώστης ἐλθόντες εἰς δικαστήριον συνεφώνησαν πρὸς ἀλλήλους, καὶ ὁ δικάζων ἔγραψεν οὗτως· ἐπὶ τούτοις οὖν τοῦ ἐγγράφου γεγονότος καὶ τὰ συνδόξαντα διατρανοῦντος, καὶ τῆς ἀρεσκείας τοῦ δανειστοῦ καὶ τοῦ ὀφειλέτου διαφανοῦς γεγονυίας, προσήκατο τὴν συμφωνίαν ὁ δικάζων, καὶ κατὰ ταύτην τὴν συμφωνίαν ἀπόφασιν ἤνεγκε νόμοις στοιχῶν, οἱ φασιν, εἰ συμφωνήσουσιν δικαζόμενοι ποῖαν δεῖ γενέσθαι ψῆφον, αὕτη ἐκφωνείσθω· κατὰ τοῦτον οὖν τὸν νόμον τῆς συμφωνίας ἐπισκεφθείσης, καὶ μηδὲν ἐχούσης ἢ μαχόμενον νόμῳ ἢ κατὰ τῶν καλῶν τρόπων ἐκπεφωνημένον, ἀλλ᾽ ἁπλῆς καὶ ἀπεριεργοῦ καὶ λυσιτελοῦς τῷ ἐναγομένῳ φανείσης, πρὸς τὰ συνδόξαντα καὶ ἀπόφασις ἀπιθύνθης.
14
pr.Ὅτι ἐξ ἑτέρου γραφῆς ἕτερος οὐ βοηθεῖται. καὶ γὰρ δωρεάν πεποίηκέ τις κτήματος πρός τινα ἐπί τισιν αἱρέσεσιν, ὁ δὲ τὴν δωρεὰν λαβὼν διαπεπώληκε τὸ κτῆμα πρὸς ἕτερον· ὁ δὲ τῶν δυνατῶν ὢν ἠνάγκασε τὸν ποιησάμενον τὴν δωρεὰν λαβεῖν παρ᾽ αὐτοῦ καὶ ὀλίγον ποσὸν χρυσίου καὶ ἐπιβεβαιώσασθαι καὶ τὴν πρᾶσιν καὶ τὴν δωρεάν· εἶτα κινήσας ὁ τὴν δωρεὰν πεποιηκὼς κατὰ τοῦ κτήματος, καὶ λέγων μηδὲ τὴν δωρεὰν· ἐῤῥῶσθαι διὰ τὸ μὴ πληρωθῆναι τὰς ἐν αὐτῇ αἱρέσεις, τὸ παρ᾽ αὐτοῦ γεγονὸς πρὸς τὸν ἀγοραστὴν ἐπικυρωLegerim ἀγ. μὲν οὐκ ἔχει ὁ ἀγ. κατ᾿ αὐτοῦ, ἐκ τούτου δὲ τοῦ ψιλοῦ συμφώνου παραγράφεται αὐτόν. Cf. Suppl. ed. Basil. Heimb. p. 284. Ibid. p. 260. Ex Tipucito supple: μὴ ἐπερωτηθῶ ἐπὶ διπλασιασμῷ· τὰ δὲ ἐπὶ προσθήκῃ οὐχ ἥνωνται τῷ συναλλάγματι, δἷον ἵνα. Haec nimirum propter ὁμοιοτέλευτα exciderunt. Cod. ἀπηθ. τικὸν ἔγγραφον τῆς δωρεᾶς ἐναντιούμενον εἶχεν αὐτῷ· ἀλλ᾽ ὁ δικαστὴς ἔκρινε, μηδεμίαν ἔχειν ἰσχὺν τὸ τοιοῦτον ἔγγραφον εἰς τὸ βεβαίαν ποιεῖν τὴν δωρεάν, εἰπὼν, ὡς εἰ μὲν πρὸς τὸν λαβόντα τὴν δωρεὰν γέγονε τὸ ἐπικυρωτικὸν, ἰσχυρὸν ἂν ἦν· ἐπεὶ δὲ πρὸς ἕτερον γέγονεν, οὐδὲν ὠφελεῖ πρὸς τὴν πρώτην δωρεάν· ἐλευθέρῳ γὰρ προσώπῳ δι ἐλευθέρου προσώπου ἀγωγὴ οὐ προσπορίζεται. καὶ οὕτω μὲν ἀσθενὲς ἐποιήσατο τὸ ἐπικυρωτικὸν ἔγγραφον, ὅσον πρὸς τὴν δωρεὰν, τυπώσας καὶ ἀργεῖν αὐτὴν, εἴγε μὴ τὰ ἐμφερόμενα ἐν αὐτῇ ἐξεπληρώθησαν. πρὸς δὲ τὸν λαβόντα τὸ ἐπικυρωτικὸν καὶ δόντα τὸ χρυσίον ἰσχυρὸν ἔδοξε τὸ ἔγγραφον πρὸς τὴν τοῦ χρυσίου ἀνάληψιν, ἀντιλογιζόμενον πρότερον τοὺς τόκους καὶ τὰς γεγονυίας ἐν τῷ κτήματι καινοτομίας, καὶ τότε τὸ περιττὸν ἀπαιτοῦντα.
15
pr.Βι. κγ ' τί. γ΄ κεφ. νς ' 2· „Οὐ δύναταί τις πρόστιμον ἐπερωτᾶν ὑπὲρ τὴν τῶν νομίμων ποσότητα.
16
pr.Καὶ βι. ιθ ' τί. α΄ κεφ. ιη΄ 4· „Ἑστῶτα σῖτον πιπράσκων συνεφώνησας ἐπιγινώσκειν τὴν ἀπὸ τοῦ χειμῶνος βλάβην. οὐ δοκεῖς περὶ τοῦ συνήθους, ἀλλὰ τοῦ ἀμέτρου χειμῶνος λέγειν.
17
pr.Καὶ κεφ. π ' 5· „Ὁ συμφωνήσας ἀναλύεσθαι τὴν πρᾶσιν, εἰ μὴ ἐντὸς τοῦδε τοῦ χρόνου καταβληθῇ τὸ τίμημα, εἰ διαδραμούσης τῆς προθεσμίας καὶ τοῦ τιμήματος μὴ καταβληθέντος μὴ ὡς ἀπὸ τοιούτου συμφώνου κινήσει τὴν περὶ πράγματος ἀγωγὴν, ἀλλ᾽ ὡς ἐκ τῆς περὶ τοῦ τιμήματος ἀγωγῆς τόκους ἀπαιτήσει, οὐκέτι δύναται ἐκ μεταμελείας τῷ εἰρημένῳ συμφώνῳ χρῆσθαι.
18
pr.Τί. έ κεφ. ς ' πρὸς τὸ μέσα· „τὰ ἐπὶ βλάβῃ τοῦ ἑνὸς μέρους σύμφωνα ἡ ἀγαθὴ πίστις οὐ προσίεται, καὶ· μάλιστα εἰ εὐλόγως τις ἠπατήθη.
19
pr.Καὶ τί. ζ ' κεφ. τελευταῖον· Ὅτι „ἐάν τις πωλήσῃ κόρην ἐπὶ τῷ ἐλευθερωθῆναι ἐμπροθέσμως, μετὰ τὴν προθε σμίαν καὶ ἡ κόρη ἐλευθεροῦται, καὶ τὰ πρόστιμα οὐκ ἀπαιτεῖται, ἐπειδὴ ἡ τοῦ συμφώνου δύναμις τὴν ὀφείλουσαν παρὰ τοῦ πράτου δοθῆναι ἐλευθερίαν ἐπιτίθησιν.