IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.44

Περὶ ἀῤῥαβῶνος.

Abrir no leitor do IusCommune →

1

pr.Τινὸς δόντος ἀῤῥαβῶνα καὶ συμφωνήσαντος ἀγοράσαι τὶ, καὶ λαβόντος τὸ πρᾶγμα, εἶτα τελευτήσαντος, οὐ δύνανται οἱ κληρονόμοι τούτου ἀντιστρέφειν τὸ πρᾶγμα καὶ λαμβάνειν τὸν ἀῤῥαβῶνα. τοῦτο γὰρ ἐπιχειροῦντες ποιεῖν τὰ πρόστιμα τῶν συμφώνων ἀπαιτηθήσονται. διδόασιν οὖν πρὸς τὸν πράτην τὸ λεῖπον τοῦ συμφωνηθέντος ὑπὲρ τοῦ πράγματος τιμήματος ', καὶ κατέχουσιν ἐν βεβαίῳ τὸ πρᾶγμα. καὶ τοῦτο ἐνώπιον τοῦ βασιλέως ἐδίκασεν ὁ μάγιστρος ἔτι ἐξάκτωρ ὢν, καὶ ἐνίκησε τὸν ἔπαρχον λέγοντα, μὴ δεῖν ἀπαιτηθῆναι τὸ πρόστιμον, ἀλλὰ μόνον τὸν ἀῤῥαβῶνα ἀπολέσαι τὸν ἀγοραστήν. ἦν δὲ ἡ κινουμένη δίκη τοῦ κομνηνοῦ, ἀγοράσαντος παρὰ τῆς κανικλίνης τὸ κτῆμα καὶ δόντος ἀῤῥαβῶνα καὶ τελευτήσαντος, εἶτα τῶν κληρονόμων αὐτοῦ δικαζομένων γέγονεν ἡ τοιαύτη ἀπόφασις σημείωσις.

2

pr.Ὅτι τὸ χάριν ἀῤῥαβῶνος παρασχόμενον, ὡς ὁ νόμος φησὶν, ἔλεγχός ἐστι καὶ ἀπόδειξις πράσεως καὶ ἀγορασίας συστάσεως, οὐ μὴν αὐτὸ σύστασις.

3

pr.Βι. κβ΄ τί. α κεφ. ος΄· Κελεύει ἡ διάταξις τοὺς ἀῤῥαβῶνας φύσιν ἔχειν σιωπηρῶς τοιαύτην, ἵνα εἰ μὲν ὁ δε-. δωκὼς μὴ πληροῖ τὸ συνάλλαγμα, πᾶσι τρόποις ἐκπίπτει τῶν ἀῤῥαβώνων· εἰ δὲ ὁ λαβὼν μὴ πληροῖ, πᾶσι τρόποις διπλάσιον ἀποδίδωσιν.

4

pr.Βι. ιθ΄ τί. α΄ κεφ. θ΄΄ Καὶ χωρὶς ἀῤῥαβῶνος συν ίσταται πρᾶσις· ὁ δὲ ἀῤῥαβὼν ἀπόδειξίς ἐστι τοῦ συμφωνηθῆναι τὸ τίμημα.

5

pr.Τί. γ΄ κεφ. ε΄δ· „Ἐν τῷ μεταξὺ μὲν οἱ καρποὶ τοῦ ἀγοραστοῦ γίνονται, διὰ δὲ τῆς ἀπαιτήσεως τοῦ τιμήματος δίδωσι τῷ πράτῃ αὐτούς· οὐδὲν γὰρ ἐκ τοῦ πράγματος μένει παρ αὐτῷ. τὰ δὲ δοθέντα λόγῳ ἀῤῥαβῶνος ἢ ἑτέρας αἰτίας παρακρατεῖ ὁ πράτης καὶ [οὐ] δίδωσι τὴν συμφωνηθεῖσαν προσθήκην.

6

pr.Ὅτι οὐκ ἔστιν εἰς ἀπέραντον θελήμασιν ἀστηρίκτοις ἰδιωτικοῖς τὸν νόμον ἕπεσθαι, τουναντίον δὲ μᾶλλον χρὴ τοῖς νόμοις εἴκειν τὸν ἰδιώτην, καθ ' οὓς ὁ ἀγοραστὴς, εἰ μὴ εὐσυνθετεῖν βούλεται τοῖς συνδόξασι μη [δὲ] θέλει τελειοῦν τὸ συνάλλαγμα, τοὺς ἀῤῥαβῶνας ἀπόλλυσιν.

7

pr.Βι. ιθ΄ τί. ιή κεφ. ιζ'· „Ἐὰν συμφωνήσωμεν ὑπαναχωρῆσαι τῆς πράσεως, ὁ ἀῤῥαβὼν διὰ τῆς ἀγωγῆς τῆς ἀπαιτούσης τὸ πρᾶγμα ἀποδίδοται. κινεῖται γὰρ ἡ τοιαύτη ἀγωγὴ· καὶ ἐπὶ τῇ λύσει τῆς πράσεως.

8

pr.Καὶ κεφ. ιθ΄· „Τῶν τιμῶν δοθεισῶν ἁρμόζει πρὸς ἀνάληψιν τοῦ δοθέντος εἰς ἀῤῥαβῶνα δακτυλίου ἡ ἀπαιτοῦσα τὸ πρᾶγμα ἀγωγὴ καὶ ἡ χωρὶς αἰτίας ἀγωγή.