IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.43

Περὶ λεγάτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν καταλειφθῇ μοι λεγάτον ὑπὸ αἵρεσιν, ἵνα μὴ ἐκποιήσωμαι τοῦτο μέχρι τέλους ζωῆς μου, εἰ δὲ ἐκποιήσομαι, ἵνα ἐκπίπτω, οὐ βαρυθῶ δὲ μετὰ θάνατον ὑποκαταστάσει εἰς τοὺς πλησιεστέρους συγγενεῖς, προχωρεῖ τὸ λεγάτον οὐδὲ δυναμένου μου τοῦτο ἐν ζωῇ δωρεῖσθαι ἢ ἐκποιεῖσθαι.

2

pr.Ὡς ὅταν ἀνωνύμως λεγατευθῇ τινι, οἷον· ἀφίημι τῷ δεῖνι τόδε καὶ τῷ υἱῷ αὐτοῦ λεγατεύω τόδε, ἔχει δὲ υἱοὺς διαφόρους καὶ [οὐ] δηλοῦται τίνι τῶν υἱῶν κετελείφθη τὸ λεγάτον, εἰς ἐκεῖνον τοῦτο χωρεῖ, εἰς ὃν εἶχε περισσοτέραν [δ] τελευτήσας τὴν διάθεσιν· εἰ δὲ μὴ εἰς ἕνα τῶν παίδων εἶχεν ὁ διαθέμενος τὴν διάθεσιν, πάντες αὐτὸ ἐπίσης μερίσουσιν.

3

pr.Ὅτι ἐὰν λεγατευθῇ μοι ἀγρὸς ἁπλῶς καθώς ἐστιν, αὐτὸν λαμβάνω μετὰ τῶν καρπῶν, ὡς ἔχει εὑρεθῆναι κατὰ τὴν ἡμέραν τῆς τελευτῆς τοῦ διαθεμένου, οἱονεὶ μετὰ πάντων τῶν ἱσταμένων καρπῶν. τὸ μέντοι τέλος τοῦ δημοσίου τοῦ χρόνου ἐκείνου ἐγὼ δίδωμι, διότι ἔλαβον τοὺς καρποὺς, καὶ οὐ ψηφίζω, ὅτι τυχὸν ἔλαβον τὸ λεγάτον αὐγούστῳ μηνὶ, καὶ οὐκ ὀφείλω δοῦναι τὸ δημόσιον, διότι ἕνα μῆνα μόνον ἐνεμήθην, ἀλλὰ τους καρποὺς λαμβάνων καταβάλλω τὸ δημόσιον.

4

pr.Ὅτι ὁ βέστης εὑρών τινα ἐν τῇ διαθήκῃ γράψαντα πολλὰ λεγάτα, ὀλίγην δὲ ἀφέντα ὕπαρξιν, καὶ γράψαντα, ἵνα καινοτομηθῶσι τὰ λεγάτα, ἐὰν ἔλθῃ ἡ ὑπόστασις εἰς τὸ ἔλαττον· ᾠκονόμησε τοῦτο, καὶ λόγου χάριν εἶπεν· εὗρε περιουσίαν νομισμάτων σις΄΄, καὶ λεγάτα, ἄλλου μὲν λίτρας δύο, ἄλλου δὲ λίτραν α΄, ἄλλου δὲ νομίσματα λς΄· ἐτύπωσεν οὖν, ἵνα λάβῃ ὁ ἔχων τὰς δύο λίτρας ρκγ ' νομίσματα, ὁ δὲ τὴν λίτραν ξα΄ νομίσματα, ὁ δὲ τὰ λς ' νομίσματα λά, καὶ οὕτω περιέστη ἡ ἀναλογία, καὶ ἔλαβον κατὰ τὸ ἴσον ἀμφότεροι, καὶ ἔδοξε θαυμασία πᾶσιν ἡ διαίρεσις.

5

pr.Ὅτι ἐν μεσοποταμίᾳ ἔγραψέ τις διαθήκην, καὶ προσεγράψατο αὐτῇ περὶ λεγάτου ῥητῶς οὕτως· ἀφίημι τῷ αὐθέντῃ μου τῷ κριτῇ λεγάτον τόσων νομισμάτων. ἔτι ζῶντος τοῦ διαθεμένου διεδέχθη ὁ κριτὴς, καὶ προεβλήθη ἕτερος. ἐτελεύτησεν ὁ διαθέμενος, καὶ πρὸ τῆς ἀνοίξεως τῆς διαθήκης ὁ κριτὴς ἔλαβε τὸ λεγάτον. διεδέχθη καὶ οὗτος, καὶ προεβλήθη ἕτερος, ὃς καὶ τὴν ἄνοιξιν τῆς διαθήκης καὶ τὴν ἀπογραφὴν τῆς ὑποστάσεως ἐποιήσατο· καὶ ἔλαβε καὶ οὗτος τὸ λεγάτον. κατεγκαλούμενοι τοίνυν ἀπὸ τῶν κληρονόμων οἱ δύο κριταὶ ὡς δύο λεγάτα ἀπαιτήσαντες, ὁ μὲν εἷς ἔλεγεν, ὅτι ἐμοὶ κατελεί φθη τὸ λεγάτον· ἐγὼ γὰρ εὑρέθην ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ· ὁ δὲ ἕτερος ἀντέλεγεν, ὅτι μᾶλλον ἐγὼ ἤνοιξα τὴν διαθήκην καὶ τὴν ἀπογραφὴν ἐποιησάμην, καὶ καλῶς ἔλαβον τὸ λεγάτον. καὶ ἦν τοιαῦτα ζητήματα. ἠρώτησα ἐγὼ τὸν μάγιστρον, καὶ εἶπεν οὕτως· ὅτι ὁ διαθέμενος δοκεῖ τῷ κριτῇ τοῦ θέματος ἀφεῖναι τὸ λεγάτον τῷ εὑρισκομένῳ μετὰ τελευτὴν αὐτοῦ καὶ τὰ τῆς ὑπάρξεως διενεργοῦντι· ἐπεὶ γὰρ οὐ προσέθηκεν ὄνομα ῥητῶς τοῦ κριτοῦ, αὕτη ἡ ἔννοια δίδοται ἡμῖν. ἀλλ᾽ ὀφείλομεν σκοπεῖν καὶ τὸν κριτὴν τὸν ἐν τῇ ποιήσει τῆς διαθήκης ὄντα, πῶς εἶχε πρὸς αὐτόν· εἰ γὰρ εὕρομεν, ὅτι σχέσιν εἶχε πρὸς τοῦτον, καὶ ὑπισχνεῖτο πρὸς αὐτὸν περὶ λεγάτου ἢ περὶ ἐπιτρόπου, καὶ μετὰ τὴν διαδοχὴν αὐτοῦ ἐὰν προσήρχετο αὐτῷ καὶ περὶ τῆς ὑποστάσεως αὐτοῦ ἐὰν ἐκοινοῦτο αὐτῷ, τότε ἐκ τούτων τῶν τεκμηρίων μᾶλλον ὁ κριτὴς ὁ ὢν ἐν τῇ γραφῇ τοῦ λεγάτου καὶ τῷ καιρῷ τῆς ποιήσεως τῆς διαθήκης λαμβάνει τὸ λεγάτον.

6

pr.Βι. κβ΄ τί. α΄ κεφ. κ΄΄· [Ὃ] λεγατάριος δεικνύει, τὸν διαθέμενον γινώσκειν ἀλλότριον ἢ ὑποκείμενον εἶναι τὸ λεγατευθὲν αὐτῷ.

7

pr.Καὶ κεφ. ια΄ 2· „Ἐὰν μὴ δυνάμενος πλέον τυχὸν μιᾶς οὐγγίας καταλιπεῖν σοι [ἐν] διαθήκη, καταλείπω αὐτὴν, εἰπὼν καὶ ἄλλας διαφόρους ποσότητας ἐποφείλειν σοὶ, τότε λαμβάνεις αὐτὰς, ὅτε περὶ τοῦ χρέους ἀποδείξεις. δοκῶ γὰρ ἐπὶ περιγραφῇ τοῦ νόμου τοῦτο ποιεῖν.

8

pr.Ὅτι ὁ σαρωνίτης δαυὶδ τελευτῶν ἔγραψε ῥητᾶς οὕτως· θέλω τὴν γυναῖκά μου ἔχειν πᾶσαν τὴν ὑπόστασίν μου, καὶ εἶναι ταύτην κυρίαν καὶ ἐξουσιάστριαν καὶ ἀλογαρίαστον καὶ ἀλογοθέτητον, καὶ διοικεῖν πάντα εἰς πρόσωπον τοῦ υἱοῦ μου· μετὰ δὲ τὴν αὐτῆς τελευτὴν, ἵνα ἔχῃ τὰ πάντα ὁ υἱός μου. τοῦ τοιούτου ῥητοῦ ἀναγνωσθέντος ἐν τῷ δικαστηρίῳ οἱ κριταὶ καὶ ὁ πρωτοασηκρῆτις ἔλεγον, εἰς ἐξουσίαν δύνασθαι ἔχειν πάντων τῶν κτημάτων τὴν γυναῖκα τοὺς καρποὺς· καὶ τὰς προσόδους, καὶ ὡς βούλεται διοικεῖν αὐτοὺς μὴ λογαριαζομένην παρά τινος, καὶ μόνα διαφυλάττειν ἀναγκάζεσθαι τὰ πρωτότυπα σώματα καὶ μήτε κατὰ δόλον ἐν αὐτοῖς διενεργεῖν, μετὰ δὲ τελευτὴν αὐτῆς λαμβάνειν τὸν υἱὸν τὰ κτήματα, καὶ περὶ τῶν καρπῶν τούτων ἢ τῶν προσόδων μηδεμίαν ἔχειν ἀγωγὴν κατὰ τῆς μητρός· ὁ γὰρ ἀνὴρ κυρίαν εἶπεν αὐτὴν καὶ ἐξουσιάστριαν καὶ ἀλογαρίαστον καὶ ἀλογοθέτητον. ἀλλ᾽ ὁ μάγιστρος οὐκ ἐγκατέθετο πρὸς τοῦτο, λέγων τὴν γυναῖκα δεῖν λόγους ὀφείλειν τῶν προσόδων τῶν κτημάτων καὶ τῶν διοικήσεων, καὶ τοὺς καρποὺς τούτων παραφυλάττειν τῷ υἱῷ, καὶ μὴ ἀναίδην πάντα κατασπαταλεῖν αὐτὴν καὶ εἰς οἰκεῖον κέρδος ποιεῖν. τὸ γὰρ μὴ λογαριάζεσθαι ἔλεγε τὸν νόμον φάσκειν, οὐχὶ τὸ μὴ ὑπέχειν λόγους θεσπίζοντα μηδὲ μὴ φυλάττειν τοὺς καρποὺς τῷ κληρονόμῳ, ἀλλὰ τοῦτο ἀποφαίνεσθαι, ἵνα ἐὰν ὁ διοικητὴς τῶν κτημάτων οὐ πάντα τὸν σπόρον ἐποιήσατο ἢ τὸν ἀγρὸν ὅλον ἐγεώργησεν, ἢ οὐκ ἀπεφύτευσεν ἀμπελῶνα, εἰς τοῦτο μὴ εὐθύνεσθαι παρὰ τοῦ κληρονόμου· ὥσπερ ἄρα μηδὲ τὴν γυναῖκα· ἢ ἐὰν πολλάκις ὀφείλων τελέσαι δέκα νομίσματα ἐτέλεσεν κ΄, μὴ κατὰ δόλον, μηδὲ εἰς ταῦτα εὐθύνεσθαι, ἀλλ᾽ ἐκχωρεῖν τὰς κατὰ τοῦ ἀπαιτήσαντος τῷ κληρονόμῳ ἀγωγάς· καὶ ἐὰν ζεύγη ἠγόρασε τυχὸν πολλῆς τιμῆς, μὴ ἀξιούμενα τοσαύτης, ἢ καὶ μισθίους δέδωκε πλείονας τῶν τετυπωμένων ῥόγας, μηδὲ εἰς ταῦτα ὑπέχειν λόγους· καὶ ἁπλῶς εἰς ἃ διῴκησεν ἢ εὖ ἢ κακῶς μὴ κατὰ δόλον, μηδαμῶς εἰς ταῦτα λογαριασμῷ καθυπάγεσθαι. τὸ δὲ τὸν διοικητὴν τῆς ὑπάρξεώς μου σωρεῦσαι τυχὸν λίτρας β΄ ἐκ τῶν τῶν κτημάτων προσόδων καὶ γεννημάτων πλῆθος, καὶ πάντα κερδῆσαι ἐκ τοῦ γράψαι τοῦτον ἀλογαρίαστον, μηδ᾽ ἄν ποτε τοῦτο ἐνθυμηθῆναι τὸν νομοθέτην. προσετίθη δὲ, ὅτι καὶ ῥητῶς ὁ νόμος φησὶ, πῶς ὀφείλει τὶς γράψαι, ὥστε τὸν διοικητὴν κερδῆσαι τὰς λοιπάδας αὐτοῦ. οὕτως ἀντιλέγων ὁ μάγιστρος καὶ τοὺς νόμους προέφερε συνηγοροῦντας αὐτῷ. φησὶ γὰρ τὸ ργ κεφ. τοῦ α΄ τί. τοῦ μδ βι. τῶν βασιλικῶν οὗτως· „ἐὰν κωλυθῇ δοῦλος ἀποδοῦναι τοὺς λογισμοὺς, καὶ τὰ παρ᾽ αὐτῷ ὄντα καὶ τὰ κατὰ δόλον γινόμενα δίδωσι· μόνον γὰρ τοῦ ἐξ ἀμελείας ὑποκεῖσθαι ἀπαλλάττεται. οὐ συνάπτεται δὲ τῷ ἐλευθερουμένῳ διὰ τῶν τοιούτων ῥημάτων τὸ πεκούλιον. καὶ τοῦ αὐτοῦ τί. κεφ. ρκή΄ 3· „ἐάν τις κελεύσῃ τινὶ μὴ ἀπαιτηθῆναι λόγους, ἰσχύει ἡ βούλησις αὐτοῦ. σχόλιον· „οὐδεὶς δύναταί τινα κωλύσαι λογοθετηθῆναι, ἀλλὰ δοκεῖ λέγειν· εἴ τι λοιπασθῇ, τοῦτο αὐτῷ συγχωρῶ. τῷ γὰρ τοιούτῳ λεγάτῳ οὔτε τὰ ἀπὸ δόλου κέρδη, οὔτε εἴ τι ἐσφετερίσατο, [ὁ] κωλυθεὶς λογοθετηθῆναι συγχωρεῖται. καὶ τί. γ΄ κεφ. ςβ΄· „ἐὰν ἐλευθε ρώσω τὸν διοικητήν μου, λεγατεύσας αὐτῷ τὰς λοιπάδας αὐτοῦ καὶ τῶν γεωργῶν, τὰ ἐν τῇ τελευτῇ μου χρεωστούμενα λαμβάνει, οὐ μὴν καὶ τὰ ἀνυσθέντα ἐν ζωῇ μου καὶ ἀποκείμενα. καὶ τί. ις ' κεφ. ή θέ. γ '· „ὁ κελευόμενος λογοποιῆσαι ἐπὶ τῇ ἰδίᾳ διοικήσει, πρότερον ὀφείλει λογοποιεῖσθαι, καὶ οὕτω δι δόναι τὰς λοιπάδας· ὁ δὲ κωλυόμενος λόγους δοῦναι, οὐ συγχω-. ρεῖται εἴ τι χρεωστεῖ ἀπὸ δόλου ἢ ἀπάτης. καὶ κεφ. θ '. „ὁ κωλυόμενος λογοθετῆσαί τινα οὐκ ἐμποδίζεται τὰς λοιπάδας ἀπαιτεῖν, ἃς αὐτὸς ὁ διοικητὴς· ἐλοίπασεν αὐτὸν, καὶ εἴ τι κατὰ δόλον ἥμαρτε. εἰ δὲ ταῦτα θέλω συγχωρῆσαι, οὕτω λε γατεύω· εἴ τι ὁ κληρονόμος ἀπαιτήσει τὸν διοικητήν μου διὰ τῆσδε ἢ τῆσδε τῆς ἀγωγῆς, δότω αὐτῷ, ἢ τῶν ἐπὶ τούτῳ ἀγωγῶν ἐλευθερούτω αὐτόν. καὶ κεφ. κβ '· „ἐὰν τῷ διοικητῇ ἐλευθερίαν λογοθεσίας λεγατεύσω, τὰ χρήματα, ἅπερ ὁ διοικητὴς παρὰ τοῦ ἀργυροπράτου κεχρεώστηται, ἀναγκάζεται ἀποδοῦναι, ἢ τὰς ἐπ᾿ αὐτοῖς ἀγωγὰς ἐκχωρεῖν. καὶ κεφ. κζ ' θέ. θ '. „ἐκώλυσα τοὺς κληρονόμους ἀπαιτῆσαι πέτρον λόγῳ διοικήσεως τῶν πραγμάτων μου διὰ τῆς αὐτοῦ τραπέζης καὶ ἔξωθεν τῆς τραπέζης χειρισθέντων ἕως τῆς ἐμῆς τελευτῆς. ἐὰν ὁ πέτρος πάντα μέχρι τελευτῆς μου διοικήσῃ διὰ τῆς αὐτοῦ τραπέζης καὶ ἔξωθεν, ὁ δικαστὴς κρίνει, ἐπὶ πόσον χρὴ τὴν ἐλευθερίαν παρασχεθῆναι, ἐκ τῆς ποιότητος τῶν ἀμφιβαλλομένων. καὶ κεφ. λ΄ '· „ἐὰν κωλύσω τὸν ἀπελεύθερόν μου δοῦναι λόγον τῆς αὐτοῦ διοικήσεως, τοὺς χάρτας τῶν λογισμῶν καὶ τὰς λοιπάδας τῆς εἰσόδου καὶ ἐξόδου ἀπαιτεῖται. οὕτως τῶν τοιούτων διαλαμψάντων νόμων καὶ διαφωτισθέντων ἐθαυμαστώθη ὁ μάγιστρος παρὰ πάντων, καὶ ἐκράτει ἡ αὐτοῦ γνώμη. ἡ δὲ γραφή ἐστι βι. λζ΄ τί. ε ' καὶ κεφ. ζ΄τ· εἰ μὴ πιστῶς διοικήσουσιν οἱ ἐπίτροποι, καταδικάζονται, κἂν εἶπεν ὁ πατὴρ ἀλογοθετήτους αὐτοὺς εἶναι. διὰ γὰρ τῶν τοιούτων οὐκ ἐναλλάσσεται τὸ κοινὸν νόμιμον, οὐδὲ δύναται ἐκ τούτων τῶν ῥημάτων ἀπαιτεῖν τι ὡς ἀπὸ τοῦ λεγαταρίου. δύναται δὲ ῥητῶς αὐτοῖς καταλιμπάνειν τὴν συμβαίνουσαν αὐτοῖς ζημίαν ἐκ τῆς ἐπιτροπῆς. καὶ κεφ. νζ΄· „ἐὰν πολλοὺς ἐπιτρόπους ἐσχηκὼς ἑνὶ ἐξ αὐτῶν ἀπείρῳ ὄντι διατιθέμενος συγχωρήσω τὴν λογοποιΐαν τῆς αὐτοῦ διοικήσεως, μόνα τὰ ἐξ ἀμελείας δοκᾶ συγχωρεῖν αὐτῷ, οὐ μὴν καὶ εἴ τι ἐκ τῆς ἐπιτροπῆς ἔχει ἢ κατὰ δόλον ἐπλημμέλησεν. ἐπὶ τούτοις οὖν οἱ συνεπίτροποι αὐτοῦ ἐνέχονται, ἀμελήσαντες αὐτὸν ποιῆσαι ὕποπτον.

9

pr.Ὅτι ἔχων τὶς χρεώστην ἐλεγάτευσεν αὐτῷ λεγάτον, καὶ ἀπαιτούμενος ὁ χρεώστης καὶ ἐγγυητὴν παρὰ τῶν ἐπιτρόπων τοῦ δανειστοῦ, τελευτήσαντος δηλονότι, δικαιολογίαν παραγραφικὴν ἀντετίθη ', ὅτι οὐ χρὴ ἀπαίτησιν γενέσθαι διὰ τὸ τὸν ἐπίτροπον καταβαλεῖν λεγάτον τῷ χρεώστῃ, καὶ νόμον ἀνεγίνωσκε φράζοντα οὕτω· „καὶ ἐὰν κεχρεωστημένος παρά σου λεγάτον καὶ διάφορα παραστήσας σοι καταβάλλω μὴ ἀντιλογισάμενος, κατὰ χάριν δοκῶ αὐτὸ συγχωρεῖν. καὶ ὁ μάγιστρος ἀνατρέπων τὴν δικαιολογίαν καὶ ἑρμηνεύων τὸν νόμον ἔγραψεν οὕτως· ἐκ τούτου τοῦ νόμου ἀσυναρτήτως καὶ ἀναρμόστως ἔχοντος πρὸς τὴν ὑπόθεσιν οὐχ οἷός τε γέγονεν ἰσχυρὰν χρωματίσαι παραγραφὴν εἰς ἐκβολὴν τῆς ἀγωγῆς καὶ τοῦ χρέους. ὁ μὲν γὰρ πολλὰ καὶ ἐκ διαφόρων αἰτιῶν συστῆναι λέγει τὰ καταβληθέντα χρέα, καὶ διὰ τοῦτο προκριματίζει τὸν πολλάκις και ταβαλόντα καὶ μηδέποτε σπεύδοντα τὸ ἀντιχρεωστούμενον και· ταλογίσασθαι ἢ ἀντιλογίσασθαι· τὸ δέ γε ζητούμενον ἕν ἐστι χρέος καὶ ἓν λεγάτον. καὶ ὁ μὲν τὸν αὐτὸν θεματίζει χρέωστοῦντα μὲν, οὐ χρεωστούμενον δὲ ὡς κληρονόμον παρὰ τοῦ λεγαταρίου, ἀλλ᾽ ἐξ οἰκείων συναλλαγμάτων· ἡ δὲ παροῦσα δίκη χρεωστούμενον μὲν ἔχει τὸν διαθέμενον, ἀντιχρεωστοῦντα δὲ οὐδαμῶς, ἀλλὰ μᾶλλον εὐεργετοῦντα καὶ λεγατεύοντα, καὶ ὁ καταβαλὼν τὸ λεγάτον οὔτε χρεωστῶν ἦν, οὔτε χρεωστούμενος. πρὸς δὲ τούτοις ὁ λεγατεύσας τοῖς χρεωστοῦσιν αὐτῷ μνείαν καὶ ὧν ὤφειλον ἐποιήσατο, καὶ προστέταχεν ἐαθῆναι τούτοις τὴν ὀφείλην, καὶ μᾶλλον οἱ τὴν διαθήκην δεξάμεναι καὶ τὰ λεγάτα λαβόντες μειζόνως εὐθύνονται· εἰ γὰρ ἐναντιωθέντες ἐφάνησαν τῇ διαθήκῃ, καὶ τῶν λεγάτων ἂν ἐστερέθησαν. εἰ δὲ μὴ τοῦτο τυχὸν ὁ διαθέμενος ἔγραψεν, ἀλλ᾽ ἁπλῶς οὕτως - λεγάτον ἀφῆκε τοῖς ὀφειλέταις αὐτοῦ, καὶ οὕτω πρὸς ἀνάγκης ἦν αὐτοῖς ἀποφλῆσαι τὸ χρέος· ὁ γὰρ λεγατεύων· καὶ χρεωστῶν τῷ διαθεμένῳ οὐ διὰ τὴν ἀργίαν καὶ ἀγνωμοσύνην ἰσχὺν ἔχει τῷ εὐεργέτῃ καὶ πρὸς τὴν τοῦ χρέους ἀπόδοσιν ἐξυπτιάζειν, ἀλλὰ τὸ μὲν εὐεργέτημα βουλόμενος ἀποφέρεται, τὸ δὲ ὄφλημα καὶ ἄκων εἰσπράττεται.

10

pr.Ὅτι καὶ ὁ δὶς δανεισάμενος καὶ τοῦ ἑνὸς χρέους ἐλευθερίαν λεγατευθεὶς [οὐ] διὰ τοῦτο καὶ τῆς ἑτέρας ἐνοχῆς ἀπολέλυται. καὶ ὁ νόμος· „καλῶς ὁ δανειστὴς λεγατεύει τῷ χρεώστῃ τὸ ἐνέχειρον, καὶ ἀναλαμβάνει αὐτὸ πρὶν ἢ καταβάλλῃ τὸ χρέος· οὐ δοκεῖ δὲ καὶ τὸ χρέος ἐκ τούτου λεγατεύεσθαι, εἰ μὴ καὶ ἑτέρωθεν δειχθῇ.

11

pr.Ὅτι ἐλεγατεύθησάν τινι ζῶα καὶ παρακατεσχέθησαν ὑπὸ τῶν ἐπιτρόπων, καὶ ὁ μάγιστρος ἔκρινεν ἀπολαβεῖν τὸ λεγάτον μετὰ καὶ ἐπιγονῆς οὐχ ὑπερβαινούσης τὴν τῶν πρωτοτύπων σωμάτων ποσότητα. καὶ λογισμὸν ἔγραψε· τοῦτο γὰρ οὕτω φιλαγάθως ἐκρίθη διὰ τὴν τοῦ πατρικίου διάταξιν μεγάλως τοῖς ἐπιτρόποις πιστεύσαντος καὶ ἐλευθέραν αὐτοῖς ἀναθέντος λογοθεσίου διοίκησιν.

12

pr.Ὅτι τὸ λεγάτον κατὰ τὰς κληρονομιαῖα μέρη ἀπαιτεῖται ἀπὸ τῶν κληρονόμων.

13

pr.Ὅτι καὶ οἱ ἀποκατάστασιν δεχόμενοι λεγατάριοι κανονίζονται καὶ κληρονόμοι ἀποκαταστατικοὶ, καὶ ταῖς κληρονομίαις οἱ κληρονόμοι κατέχονται, οὐχὶ οἱ λεγατάριοι.

14

pr.Ὅτι λεγάτῳ τιμηθεὶς παρά τινος ἀντείχετο καὶ οἰ-· κήματος τοῦ διαθεμένου, λέγων ὡς ἐδωρήθη αὐτῷ παρὰ τοῦ τελευτήσαντος. ἀλλὰ τῆς διαθήκης ἑτέρῳ παρασχομένης τὸ οἴκημα εἰς λεγάτον, ἐδόθη τῷ ἐνάγοντι παρὰ τοῦ μαγίστρου αἵρεσις, ἢ λαβεῖν τὸ λεγάτον καὶ ἀπέχεσθαι τοῦ οἰκήματος, ἢ ἀπολέσαι τὸ λεγάτον καὶ τότε συνιστάνειν τὴν ἐπὶ τῷ οἰκήματι δωρεάν. ὁ δὲ μᾶλλον εἵλετο λαβεῖν τὸ λεγάτον. ἀλλὰ πάλιν μεταπεισθεὶς καὶ μὴ ὑποχωρῶν τοῦ οἰκήματος κατεδικάσθη, καὶ ἐξέπεσε μόνου τοῦ λεγάτου· ἀτονήσας δὲ καὶ πρὸς σύστασιν τῆς δωρεᾶς ἀφηρέθη τὸ οἴκημα.