IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.42

Περὶ τῶν ἀπο φόβου καὶ βίας ἁμαρτημάτων καὶ πάσης βίας καὶ ποιναλίων ἀγωγῶν καὶ ἀναρχιῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπὶ τῶν γενομένων ἁμαρτημάτων ἐκ φόβου τινὸς, οἷον ἐπὶ τοῦ τίτλου τοῦ ἐπιγεγραμμένου „ὅπερ φόβου χάριν πραττόμενον εἴη, μέχρι τελείας καταδίκης καὶ ψήφου τοῦ δικαστοῦ δύναται ὁ ἐναγόμενος αὐτὸ ἀποδιδοὺς τὸ πρᾶγμα, ὅπερ ἀπολέσθαι λέγεται, ἀπαλλαγῆναι τῆς τοῦ τετραπλασίου ποινῆς· ὅπερ ἐπὶ τῆς ἰδιωτικῆς βίας καὶ δημοσίας οὐκ ἔστι.

2

pr.Ὅτι κινουμένη ἡ ἰδιωτικὴ βία οὐ σβέννυσι τὴν ἐγκληματικὴν, ἀλλὰ συναναφαινομένην αὐτῇ ἔχει καὶ τὴν πουβλίκαν. ὁ οὖν πραίτωρ θέλων μετρῆσαι τὰς ποινὰς ἐξεῦρεν διὰ ταῦτα ἀγωγὴν τὴν λεγομένην ῥωμαϊστὶ βὶ βονόρουμ ῥαπτόρουμ. αὕτη οὖν κινουμένη ἐπὶ τῆς βίας σβέννυσι καὶ τὸ ἐγκληματικὸν, τουτέστι τὸ δημόσιον ἔγκλημα, ὅπερ ἔχει τελείαν δήμευσιν καὶ περιορισμὸν, καὶ τὸ πρίβατον, ὅπερ ἐστὶ τὸ ἰδιωτικὸν, ὅπερ ἔχει δήμευσιν τοῦ τρίτου τῆς ὑποστάσεως. καὶ ἁπλῶς τῆς μὲν ἰδιωτικῆς βίας κινουμένης, σβέννυται καὶ τὸ ἰδιωτικόν· τῆς δὲ βὶ βονόρουμ ῥαπτόρουμ κινουμένης, σβέννυται καὶ τὸ ἰδιωτικὸν καὶ τὸ ἐγκληματικὸν, καὶ μόνον τὸ τετραπλάσιον ἀπαιτεῖται.

3

pr.Βι. μα τί. ά κεφ. λά· „Αἱ ποινάλιαι ἀγωγαὶ, εἴτε πολιτικαὶ εἴτε πραιτώριαι, χωρὶς τῶν δημοτικῶν, αὔξουσι τὴν οὐσίαν τοῦ ἔχοντος αὐτάς. ποιναλίας ἐκείνας λέγει αὔξειν τὴν οὐσίαν τοῦ ἔχοντος αὐτὰς, οἷον τὴν περὶ ὕβρεως, τὴν περὶ δαρμοῦ, τὴν περὶ ζημίας· αὗται γὰρ ἀπαίτησιν ἔχουσι καὶ αὐξουσι τὴν οὐσίαν τοῦ ὑβρισθέντος. αἱ δὲ δημοτικαὶ οὐκ αὔξουσι τὴν οὐσίαν· δημοτικαὶ δὲ εἰσὶν, ὅσαι ὑπὲρ τοῦ δήμου λέγονται, οἷον ἐὰν κινήσῃ τὶς περὶ δημοσίας ὁδοῦ ἐμφραγείσης, ἢ περὶ τοῦ τὰ τείχη ἢ τὰς λίμνας βλάψαντος· ἔξεστι γὰρ πᾶσι τοῦτο κινεῖν, καὶ τούτοις αὔξησις οὐδεμία οὐσίας προσγίνεται· τὸ δὲ νομίζεσθαι δικαίους καὶ φιλοπάτριδας κερδαίνουσιν.

4

pr.Ὅτι ὀφθαλμοῦ ἐκκοπὴν τοῦ εὐφυοῦς τιμήσαντος νομίσματα ρ΄, ὁ βέστης τοῦτο ἀνεῖλε, καὶ ἐτύπωσεν, εἰ μὲν μαρτύρων παραγωγῇ βεβαιώσει ὁ βλαβεὶς ὡς προνοίᾳ καὶ ἐνεργείᾳ τοῦ ἀντιδίκου τετύφλωται, λαβεῖν αὐτὸν νομίσματα λ΄· εἰ δὲ μαρτύρων μὴ εὐπορῶν ὅρκῳ τοῦτο βεβαιώσει, μόνα κδ.

5

pr.Ὅτι βία ἐστὶ μὴ μόνον τὸ στρεβλῶσαι καὶ ἐγκλεῖσαι, ἀλλὰ καὶ τὸ παρὰ γνώμην τινὸς, ὅτε μάλιστα κύριος θελήματος οὐκ ἐστὶ διὰ τὸ ἀνήλικον, πρὸς συνάλλαγμα συνωθεῖσθαι. τοιοῦτόν τι γέγονε καί τις εἰσελθὼν πρὸς κόρην ἀφήλικα ἐκ πρώτου γάμου οὖσαν, καὶ ἅμα μνηστείαν καὶ ἱεροτελεστείαν συστησάμενος, καὶ ἐγκαλούμενος ὕστερον ὡς ἐβιάσατο, καὶ λέγων παρ᾿ αὐτῆς [τῆς] κόρης μηνυθῆναι, οὐκ ἠκούσθη, ἀλλὰ κατεκρίθη ὡς βίαιος. εἶπε γὰρ ὁ δικαστής· εἰ τὸ ἑκούσιον τῇ κόρῃ τότε προσῆν, διὰ τί ἐπετάχυνε πρὸς τὴν ἱερολογίαν; ἦν γὰρ ὁ ἀνὴρ πένης, ἡ δὲ γυνὴ τῶν εὐπόρων.

6

pr.Ὅτι ὁ ἀνάρχως πλημμελήσας ἐντὸς ἐνιαυτοῦ κατακρινόμενος τὸ ἐπιτίμιον μόνον δίδωσιν, οὐ μὴν καὶ καρποὺς, κἂν χρόνοι τινὲς ἀπὸ τῆς κινήσεως μέχρι τῆς καταδίκης δράμωσιν..

7

pr.Ὅτι ὁ μαρτυρήσας ἐπὶ ἐγκληματικῷ δικαστηρίῳ, καὶ μὴ ἀποδείξας τοῦτο, ἐξορίζεται· ὡς βι. κα τί. α΄ κεφ. α΄

8

pr.Βι. κβ΄ τί. α΄ κεφ. ιθ΄τ· „Ὁ βίᾳ τὸν ἐλεύθερον συλλαβὼν καὶ δήσας, οὐκ ἐστὶ νομεύς. τοῦτο οὖν τὸ πλάτος ἑρμηνεύει, ὅτι ὁ νομεὺς οὐ βαρεῖται ταῖς ἀποδείξεσιν. οὕτως οὖν τὸ πλάτος· „ἐπειδὴ βίᾳ κατέσχε τὸν ἄνθρωπον, οὐκ ἐστὶν ἄξιος τοῦ χρησίμου τοῦ νομέως, λέγω δὴ τοῦ μὴ βαρεῖσθαι ταῖς ἀποδείξεσιν.

9

pr.Βι. ιθ ' τί. ί κεφ. ιζ'· „Ὑπεξαιρεῖται καὶ ὁ κεφαλικόν τι κατὰ δόλον ἢ ἀχρειότητα πλημμελήσας. εἰ γὰρ κατὰ πλάνην ἢ τύχην ἐποίησεν, ἀργεῖ τὸ δόγμα. ὅθεν οὔτε ἄνηβος οὔτε μαινόμενος κεφαλικῶς ἁμαρτάνει ἢ τιμωρεῖται.

10

pr.Κεφ. λ΄Α· „Ὁ κύνα ἄγριον ἢ κάπρον ἢ ἄρκτον ἢ λύ κον ἢ πανθῆρα ἢ λέοντα ἢ ἕτερον βλαπτικὸν ζῶον λελυμένον ἢ μὴ οὕτως δεδεμένον, ὥστε μὴ δύνασθαι βλάπτειν, ἔχων [ἐν] δημοσίᾳ παρόδῳ, καὶ ἄνθρωπος ἐλεύθερος ἐκ τούτου τελευτήσει, σ ' νομίσματα δίδωσι τὴν ζημίαν. εἰ δὲ μὴ ἀπέθανεν, ἀλλ ἐβλάβη, εἰς τὸ δεχόμενον τῷ δικαστῇ καταδικάζεται· τῶν δὲ λοιπῶν πραγμάτων διπλῆν δίδωσι τὴν ζημίαν.

11

pr.Ὅτι τοῦ σκληροῦ τοῦ μαγίστρου ἐναγομένου παρὰ ἱερέως, ὡς ἐτύφθη παρ᾽ αὐτοῦ μαγκλαβίοις, καὶ τοῦ μαγίστρου ἀπαρνουμένου, εἶτα τοῦ ἱερέως τὴν ἀγωγὴν διὰ μαρτύρων συστήσαντος (οἱ μὲν γὰρ ὤμοσαν, ὅτι εἶδον τὸν ἱερέα τυπτόμενον καὶ ὁ ἱερεὺς ἐνεγράψατο, ὅτι ἐτύφθη), ἐζημιώθη διὰ τήνδε τὴν αἰτίαν τόδε, καὶ τὴν ὑπὲρ τοῦ δαρμοῦ ποινὴν τοῦ ἱερέως ὁ μάγιστρος ἐτύπωσε λίτραν μίαν.

12

pr.Βι. ιθ ' τί. α κεφ. οα΄ δ· „Μηδεὶς βαπτέτω ἢ πιπρασκέτω πορφύραν, μήτε ἐν μετάξῃ μήτε ἐν ἐρίῳ. ὁ δὲ πωλήσας καὶ δημεύεται καὶ κεφαλικῶς τιμωρεῖται.

13

pr.Θέ. β΄· „Ὁ ἀγοράσας σῖτον ἐκ τοῦ δημοσίου κανό νος ἢ πωλήσας κεφαλικῶς τιμωρεῖται.

14

pr.„Οἱ ἀγοράσαντες σῖτον τῷ δημοσίῳ πεμφθέντα, σεμνοὶ μὲν ὄντες δημευέσθωσαν, εὐτελεῖς δὲ κεφαλικῇ ὑποβαλλέσθωσαν τιμωρίᾳ.

15

pr.Καὶ κεφ. ιδ· „Μηδεὶς εἰς τὸ βαρβαρικὸν ἀπαγέτω ἔλαιον ἢ οἶνον ἢ γάρον· μήτε τοῦ γεύσασθαι ἕνεκε μηδὲ ἐπὶ τῇ χρήσει αὐτῶν τῶν ἐμπόρων.

16

pr.„Μηδεὶς βαρβάροις περὶ πρεσβείας γενομένης ὅπλα πιπρασκέτω ἢ εἰργασμένα ἢ ἀνέργαστα, μηδὲ σίδηρον ὅλως. ὁ δὲ παρὰ ταῦτα ποιήσας καὶ δημεύεται καὶ κεφαλικῇ ὑποβάλλεται τιμωρίᾳ.

17

pr.Ὅτι ὁ υἱὸς τοῦ πατρικίου βαασακίου ἐλέγετο βίαν πεποιηκέναι, καὶ εἰσελθεῖν εἰς τὴν νῆσον γαζουράν μετὰ λαοῦ καὶ ἀφελέσθαι πράγματα διάφορα καὶ ἁρπάσαι. καὶ ἔκρινεν ὁ μάγιστρος, ἀρνουμένου τοῦ μαγκλαβίτου, τοὺς ἐνάγοντας διὰ μαρτύρων συστῆσαι τὴν ἐπενεχθεῖσαν αὐτοῖς βίαν καὶ ἁρπαγήν· καὶ εἰ μὲν οἱ μάρτυρες καὶ τὴν βίαν συστήσαιεν καὶ τὴν ποσότητα τῶν ἀφῃρημένων, κατὰ τὴν μαρτυρίαν γενέσθαι καὶ ἀπόφασιν· εἰ δὲ ἡ μὲν ἐπέλευσις μαρτυρηθείη, ἡ δὲ ποσότης τῶν ἀφαιρεθέντων ἐν ἀδήλῳ μείνοι, τοὺς μάρτυρας ὀμόσαι μόνον ὃ γινώσκουσι καὶ βεβαιῶσαι τὴν ἀπέλευσιν καὶ διαρπαγὴν, τὸν δὲ δικαστὴν ἐρευνῆσαι τὰς προσόδους τῶν κινούντων προσώπων βίαν, καὶ πρὸς ὃ εὕροι αὐτοὺς ὑπόληψιν ἔχοντας εὐπορεῖν, πρὸς τοῦτο τυπῶσαι τὸν μέλλοντα τελεσθῆναι παρὰ τῶν ἐναγόντων ὅρκον, κατὰ τὸν λέγοντα νόμον βι. ν τί γ ' κεφ. νή'3··,, ἐάν τις μὴ δύναται δεῖξαι τὰ ἁρπαγέντα αὐτοῦ πράγματα, δείξῃ δὲ ἁρπαγὴν ἢ ἔφοδον αὐτῷ γεγενημένην, διατίμησιν ποιείτω ὁ δικαστὴς τὴν αὐτῷ δοκοῦσαν κατὰ τὴν ποιότητα τῶν προσώπων καὶ τῶν πραγμάτων, καὶ εἰς αὐτὴν τὴν ποσότητα λοιπὸν ὀμνύτω ὁ ἀπολέσας, ὥστε καταδίκην γενέσθαι. οὐκ ἔξεστι δὲ τοῖς ἐνάγουσι πλέον τῆς ὁρισθείσης παρὰ τοῦ δικαστοῦ ὀμνύειν ζημίας. καὶ λογισμὸν τέθεικεν· οὐ γὰρ χρὴ τὸν μαρτυρούμενον διὰ μόνον τὸ ἐπελθεῖν ἀνθρώπους εἰς τὴν οἰκίαν αὐτοῦ μεγάλην ἀναπλάσασθαι ζημίαν, τὴν ὑπερβαίνουσαν τὴν κατάστασιν τῆς περιουσίας αὐτοῦ. καὶ τοὺς συνεληλυθότας δὲ τῷ μαγκλαβίτῃ κατεδίκασεν εὐπορίαν ἔχοντας ἐκτιννύειν ζημίαν, καὶ τοὺς δούλους εἰς νόξαν δοθῆναι.

18

pr.Ὅτι ὁ πρωτοσπαθάριος ῥωμανὸς ὁ σκληρὸς ἐβιάσατο τινὰς χωρίτας καὶ ἐπῆλθε κατὰ τῆς οἰκίας αὐτῶν, εἶτα συνεβιβάσθη μετ᾿ αὐτῶν καὶ ἠσφαλίσατο, ἵνα παράσχῃ αὐτοῖς χρυσίον, καὶ μεταβολὴν ἐποιήσατο. οἱ δὲ χωρίται μετὰ ταῦτα ἐκίνουν, ὡς καὶ τὴν διάλυσιν κατὰ βίαν ποιήσαντες, τοῦ κριτοῦ βιασαμένου αὐτούς. καὶ ὁ μάγιστρος ἐσημειώσατο, ἵνα εἰ μὲν οὐ δείξουσιν, ὅτι κατὰ βίαν ἐποίησαν τὴν διάλυσιν, ἀπαι-· τηθῇ ὁ σκληρὸς τὸ χρυσίον μετὰ τόκου ἐφ᾽ ἑκάστῃ λίτρᾳ νομίσματα 5΄ ἀπὸ τοῦ καιροῦ τῆς ἀσφαλείας· εἰ δὲ δείξουσιν, ὅτι ἄκοντες καὶ παρὰ τοῦ κριτοῦ συνωθούμενοι τὴν διάλυσιν ἐποιήσαντο, καταλυθῇ μὲν τὸ ἔγγραφον τῆς διαλύσεως, ἀποδείξωσι δὲ αὐτοὶ τὰ ἀφαιρεθέντα, καὶ ἀπολάβωσι πάντα· εἰ δὲ μὴ δυνηθῶσι δεῖξαι, δι ὅρκον φανερὸν καταστήσουσι τὸ ποσὸν τῶν ἀφῃρημένων, κατὰ τὸ ζ΄ κεφ. τοῦ γ΄ τί. τοῦ νβ΄ βι.᾿ ὅ φησιν· ἐάν τις μὴ δύνηται δεῖξαι τὰ ἁρπαγέντα αὐτοῦ πράγματα, δεῖ τὸν δικαστὴν πολυπραγμονῆσαι καὶ εὑρεῖν ἔκ τε γαμικῶν συμφώνων, κτημάτων ἀποτιμήσεως, καὶ εὑρέσεως προσόδων, καὶ ἑτέρων ἐτησίων ἐμπονημάτων, ὅσον εἰκὸς ἦν τοὺς· λέγοντας τὴν βίαν ὑποστῆναι εὐπορεῖν κατὰ τὸν καιρὸν τῆς κατ᾿ αὐτῶν ἐπελεύσεως· καὶ πρὸς τὸ καταλαμβανόμενον τῷ δικαστῇ τυποῦσθαι τὸν ὅρκον, ὃν δικαστικὸν ὅρκον ἀνενεγκὼν ἔχει ὁ ἐνάγων δέξασθαι, καὶ τοῦτον τελεῖν καὶ λαμβάνειν τὰ τυπωθέντα· οὐ γὰρ ἐνδεχόμενόν ἐστι, τὸν φανερῶς ἄπορον διὰ μόνην ἐπέλευσιν μεγάλην ἀναπλάσασθαι ζημίαν ὑπερβαίνουσαν τὴν κατάστασιν τῆς περιουσίας αὐτοῦ καὶ ζημιοῦν ἑτέρους.

19

pr.Ὅτι ὁ τοῦ πρωτοσπαθαρίου ῥωμανοῦ τοῦ σκληροῦ ἐπισκεπτίτης αὐτονόμως παραδέδωκε τόπιά τινων χωριτῶν καὶ ζῶα καὶ κινητὰ πράγματα πρὸς ἑτέρους. καὶ ὁ μάγιστρος ἐσημειώσατο, ἵνα τὰ μὲν ἀκίνητα ἀντιστραφῶσι μετὰ καθαρῶν καρπῶν ψηφιζομένων ἀπὸ τοῦ καιροῦ τῆς παραδόσεως, τῶν δὲ αὐτοκινήτων τὰ μὲν ὄντα εἴτ᾽ οὖν γεννήματα πληθυνόμενα μετὰ τῶν ἐπιγεννημάτων μὴ ὑπερβαινόντων τὴν τῶν πρώτων κεφαλῶν ποσότητα· (διότι μήτε τὰ πρωτότυπα πάντα γεννῶσιν ἐτησίως, μήτε πάντα τὰ γεννώμενα σώζονται· παρομοίωνται δὲ τὰ γεννώμενα τοῖς ἐκ χρυσίου τόκοις, ὅτι καὶ τὴν αὐτὴν κλῆσιν ἔλαχον·) τὰ δὲ ἄλλα τῶν ζώων, ἐργαστικὰ καὶ νωτοφόρα, εἰς τὸ διπλάσιον διὰ τὴν δουλείαν· τῶν δὲ λοιπῶν κινητῶν τὰ μὲν σωζόμενα καὶ μὴ ταῖς χρήσεσιν ἀπομειωθέντα εἰς τὸ ἁπλοῦν, πάντων δὲ τῇ χρήσει ἀπομειωθέντων ἢ καὶ τελείως ἀφανισθέντων ἡ ἀξία τιμὴ δοθῇ τῆς πρώτης ὄψεως. ἐν γὰρ ταῖς τῶν ῥημάτων σημασίαις ἐπὶ τῶν τοιούτων φησὶν ὁ νόμος· „τὸ πλέον ἐν ταῖς χερσὶν εἶναι τοῦ τιμήματος ἤπερ ἐν τῷ πράγματι.

20

pr.Ὅτι ὁ μάγιστρος εὑρών τινα βιασάμενον ἄλλον ἐκ τῆς οἰκίας αὐτοῦ, τὸν ἄνθρωπον [τὸν] ἐξελάσαντα κατεδίκασε συμπαθῶς εἰς τὸ λαβεῖν τὸν βιασθέντα καὶ τὴν οἰκίαν καὶ τὴν τιμὴν ταύτης, καὶ ἔγραψεν οὕτως· ἐδικαιώθη πρὸς τοῖς ἐξ αὐτοῦ ἀφαιρεθεῖσι καὶ τὴν τούτων τιμὴν ἀπολαβεῖν, συμπαθεῖ λόγῳ καὶ πολλῷ τῆς ἀκριβείας ἥττονι· ἥτε γὰρ τῆς δημοσίας βίας, πρὸς δὲ καὶ τῆς ἰδιωτικῆς ποινὴ μεγάλης αἴσθησιν ζημίας ἐμποιεῖ τῷ καταδικαζομένῳ καὶ μέντοι κὰν τῷ διορθουμένῳ δικαστηρίῳ πᾶν ', ὅπερ φόβου χάριν εἴη πραττόμενον, ἡ ἐκφερομένη ψῆφος τετραπλασιάζειν οἶδε παντὸς τοῦ διαφέροντος τὴν ἀποκατάστασιν. καὶ τὰ μὲν τῆς ἀκριβείας τοιαῦτα· τῷ δὲ ἀσηκρῆτις οἱ δικάζοντες τὴν καταδίκην λεαίνοντες τὰς διπλασίας ἐτύπωσαν, προσαρμόσαντες τῷ πράγματι κατ᾿ οἰκονομίαν τὸν φράζοντα ὧδε νόμον βι. [ν΄] τί. [γ] κεφ. [νε΄] 2· „ἐάν τις ἢ τοῦ δημοσίου ἢ ἄλλου νεμομένου πρᾶγμα δίχα δικαστικῆς κελεύσεως βίᾳ ἀφέληται αὐτὸ, εἰ μὲν δεσπότης ἐστὶν, ἐκπεσεῖται τούτου· εἰ δὲ ἀλλότριον, οὐ μόνον αὐτὸ δίδωσιν ἀλλὰ καὶ τὴν ἀποτίμησιν τῷ τὴν ἁρπαγὴν ὑπομείναντι.

21

pr.Ὅτι πρὸ ιά χρόνων διεπώλησεν ὁ δημόσιος οἰκήματά τινος, εἶτα οἱ παῖδες ἐκίνησαν, ὡς ἐβιάσθησαν παρὰ τῶν σεκρετικῶν καὶ τὸ πολλοῦ τιμώμενον ὀλίγου διεπράθη. καὶ ὁ μάγιστρος ἐσημειώσατο οὕτως· οὔτε βίαν κινεῖν ἐπὶ ἀναλύσει τῆς πράσεως μετὰ τοσούτους ἐνιαυτοὺς ἐξῆν αὐτοῖς, οὔτε βίαν ἐπονομάζομεν τὴν ἐπαγομένην τοῖς ὀφειλέταις εἴσπραξιν ἀρχικῷ δικαίῳ. οἱ γὰρ ἐνησχημένοι χρέεσιν, εἰ μὴ διοχλοῖντο καὶ περιέλκοιντο καὶ τέλος βιάζοιντο, οὐκ ἄν ποτε τὰ ὀφειλόμενα ἐκτίσαιεν.