IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.41

Περὶ φαλκιδίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπὶ τοῦ φαλκιδίου οὐ συμψηφίζονται αἱ τιμαὶ τῶν ἐλευθερωθέντων οἰκετῶν, ἐπὶ δὲ τοῦ χρέους συνεισφέρονται, καὶ ἀπαιτεῖται τὰς τιμὰς ὁ ἐλευθερώσας αὐτούς.

2

pr.Ὅτι ὁ φαλκίδιος πάντων ἅπτεται· καὶ ὅτι κατὰ ἀναλογίαν δίδουσιν οἱ κληρονόμοι, καὶ οὐχὶ ἐπίσης.

3

pr.Ὅτι ἐὰν ὦσι τρεῖς ἢ τέσσαρες παῖδες, ὁ φαλκίδιος εἰς τρίτου χώραν ἀνέχει, καὶ γίνεται εἰς ιβ΄ οὐγκίας ἡ περιουσία· ἐὰν δὲ ὦσι παῖδες πέντε, εἰς τὸ ἥμισυ διαιρεῖται ἡ περιουσία, καὶ λαμβάνει χώραν ὁ φαλκίδιος ἐπὶ τῷ ἕκτῳ μέρει τῆς περιουσίας. τοῦτο δὲ ἐστὶν ἀκριβὲς, ἵνα πάντας τοὺς παῖδας τὸν μὲν φαλκίδιον ἐάσεις ἔχειν, τοῦ δὲ λοιποῦ οὗπερ ἔχουσι λάβεις τὸ τρίτον. οἷον ἔστω ἡ περιουσία λιτρῶν κ΄, καὶ πέντε παῖδες. τούτοις ἔστω ὁ εἷς ἀπόκληρος· καὶ τῶν παίδων᾽ ὁ μὲν λαμβανέτω λίτρας δ΄, ὁ δὲ γ΄, ὁ δὲ ε, ὁ δὲ ς· λεγατευθήτω δὲ καὶ ἕτερος λίτρας β΄. τῆς περιουσίας οὖν εἰς κ΄ λίτρας συγκεφαλαιουμένης, τὸ δέκατον αὐτῆς ἐστὶν λίτραι δύο· ὁ φαλκίδιος πέμπτον μέρος τοῦ ἡμίσεως τυγχάνει. ὁ μὲν οὖν λίτρας γ΄ λαβὼν τῶν μὲν δύο λιτρῶν ἕνεκεν οὐδὲν δώσει· ἐξ ἀνάγκης γὰρ αὐτῷ ἐπωφείλοντο· τῆς μέντοι μιᾶς λίτρας τὸ ἕκτον ἀπαιτηθήσεται, ἤτοι νομίσματα ιβ΄. ὁ δὲ τὰς δ΄ λίτρας λαβὼν τῶν μὲν β΄ λιτρῶν ἕνεκεν οὐδὲν δώσει, ὡς εἴρηται, τῶν δὲ ἑτέρων δύο λιτρῶν δώσει τὸ ἕκτον ἤγουν νομίσματα κδ΄. ὁ δὲ τὰς ε λίτρας λαβὼν τῶν γ ' λιτρῶν δώσει τὸ ἕκτον ἤγουν νομίσματα λς΄. ὁμοίως καὶ ὁ τὰς ς ' λίτρας λαβὼν τῶν δ δώσει τὸ ἕκτον ἤγουν νομίσματα μή. καὶ ἕκαστος τῶν λεγαταρίων τὸ ἕκτον τοῦ λεγάτου· ἰδοὺ ἕτερα νομίσματα κδ ' συναχθήσονται. καὶ οὕτω τὸ δέκατον συναθροίζεται, καὶ λαμβάνει χώραν ὁ φαλκίδιος.

4

pr.Ὅτι ὁ φαλκίδιος ἐπὶ μὲν ἐ παίδων καὶ ἐπέκεινα τὸ ἥμισυ πάσης ὑπάρξεως ἐστὶ, καὶ γίνεται εἰς ιβ ' οὐγγίας ἡ πᾶσα περιουσία· καὶ τῶν μὲν ἓξ οὐγγιῶν οὐδὲν ἀπαιτεῖται, τῶν δὲ ἓξ ἀπαιτεῖται φαλκίδιος, οἷον τῶν ιβ΄ οὐγγιῶν τὸ ς΄. ἐπὶ τῶν γ΄ παίδων καὶ δ΄ ἐστὶν ὁ φαλκίδιος τρίτον, καὶ δίδοται τῆς πάσης περιουσίας τὸ ἔννατον, καὶ ἀναπληροῦται ὁ φαλκίδιος.

5

pr.Ὅτι ἐὰν τελευτήσασα γυνὴ καταλείψῃ τῷ υἱῷ αὐτῆς κλῆρον μέχρι φαλκιδίου, καὶ ὁρίσῃ ἐν τῇ διαθήκῃ αὐτῆς τὸν τοιοῦτον κλῆρον σφραγισθῆναι διὰ τὸ ἀνήλικον τοῦ υἱοῦ μέχρι τῆς αὐτοῦ ἀνηβότητος, οὐ δοκεῖ ἐννόμως ποιεῖν. ὅσα μὲν γὰρ ἐπέκεινα τοῦ φαλκιδίου καταλείψει, ταῦτα δύναται καὶ σφραγίζειν καὶ ὑπὸ αἵρεσιν καταλιμπάνειν· ὁ δὲ φαλκίδιος ὡς χρέος ἀπαιτεῖται, καὶ χρεωστεῖται τῷ υἱῷ καὶ μὴ βουλομένων τῶν γεννητόρων, καὶ οὐδεμίαν ἔχουσιν ἐπὶ τούτῳ ἐξουσίαν.

6

pr.Ὅτι οὐ δύνασθαι διδόναι φαλκίδιον ἐν ζωῇ τῶν γεννητόρων. ὅσα γὰρ λάβῃ ὁ παῖς, μετὰ θάνατον τῶν πατέρων πάλιν δύναται κινεῖν κατὰ τῶν κληρονόμων αὐτῶν, κἂν σύμφωνον τυχὸν προέβη καὶ ἐπερώτησις ἀναμεταξὺ τῶν πατέρων καὶ τοῦ υἱοῦ. εἰ δὲ λαβών τι ὁ υἱὸς παρὰ τῶν κληρονόμων διαλύσεται, καὶ μὴ προστεθῇ τῷ συμφώνῳ, ὅτι διαλύομαι καὶ περὶ τοῦ φαλκιδίου τῶν γονέων μου, κάντε ἦἧττον κάντε πλεῖόν μοι ἥρμοζε, δύναται πάλιν κινεῖν περὶ τοῦ φαλκιδίου, καὶ οὐκ ἀποκλείεται τῷ συμφώνῳ.

7

pr.Ὅτι ἐὰν περιόντων πατρὸς καὶ μητρὸς τελευτῶν τις γράψῃ· ἀφίημι τοῖς υἱοῖς μου τὸν μέλλοντα μοὶ ἁρμόζειν παρὰ τοῦ πατρὸς φαλκίδιον, καὶ τῷ δεῖνι ἐξ αὐτοῦ λεγάτον· οὐκ ἔρῥωται τὸ λεγάτον οὔτε ἡ διαθήκη. πρὸ γὰρ τῆς τοῦ πατρὸς τελευτῆς ὁ φαλκίδιος οὐ προεχώρησε. μετὰ οὖν τὴν τοῦ πατρός μου τελευτὴν, εἰ περίεισιν οἱ παῖδες ἤγουν οἱ ἔγγονοι τοῦ πατρός μου, ἐκεῖνοι τότε λήψονται τὸν φαλκίδιον· εἰ γὰρ προαπέλθωσι κἀκεῖνοι τοῦ πάππου, κερδήσει τὸν φαλκίδιον ὁ πάππος.

8

pr.Ὅτι ὁ φαλκίδιος οὕτω γίνεται· εἴπερ ὁ διαθέμενος ἔχει χρέα, ἐξέρχονται ἐκεῖνα καὶ ἡ περὶ τῆς κηδείας δαπάνη καὶ αἱ ἐλευθερίαι τῶν οἰκετῶν, καὶ ἡ λοιπὴ περιουσία γίνεται εἰς οὐγγίας ιβ΄, ὁπόση ἂν καὶ εἴη· καὶ εἰ μὲν εἷς ἐστι παῖς ὁ φαλκιδιούμενος, λαμβάνει τὸ τρίτον· εἰ δὲ καὶ ἕτεροί εἰσιν ἀδελφοὶ μέχρι τῶν δ΄, καὶ φαλκιδιοῦται ὁ εἷς, λαμβάνει τοῦ τρίτου τὸ τέταρτον· εἰ δὲ ἴσως δύο φαλκιδιοῦνται, λαμβάνουσι τοῦ τρίτου [τὸ ἥμισυ· εἰ δὲ τρεῖς λαμβάνουσι τοῦ τρίτου μοίρας] τρεῖς καὶ ἡ τετάρτη καταλιμπάνεται· εἰ δὲ οἱ τέσσαρες φαλκιδιοῦνται, λαμβάνουσι τὸ ὅλον τρίτον. καὶ μέχρι μὲν τῶν δ ' θεωρεῖται τὸ τρίτον. μετὰ δὲ τοὺς δ΄, κἄντε ἑ παῖδες ὦσι κἄντε ἓξ κἄντε πλείονες, διαιρεῖται ἡ περιουσία εἰς δύο μέρη, καὶ ἑ παίδων ὄντων, εἰ φαλκιδιωθῇ ὁ εἷς, λαμβάνει τὸ πέμπτον τῆς [ἡμισείας] περιουσίας· εἰ δὲ ς ' παῖδες ὦσιν, ὁ εἷς φαλκιδιούμενος λαμβάνει τὸ ἕκτον τῆς ἡμισείας περιουσίας· καὶ ὁ ζ΄ τὸ ζ΄, καὶ ὁ ἡ τὸ ἡ΄, καὶ οἱ λοιποὶ καθεξῆς.

9

pr.Ὅτι ὁ φαλκίδιος μετὰ ὑπεξαίρεσιν τῶν χρεῶν δίδο ται. ἀλλ᾽ ὁ ἐξαμυλίτας ἔγράψεν, ἵνα λάβῃ ὁ υἱὸς αὐτοῦ τὸ τρίτον τῆς περιουσίας αὐτοῦ, τὸ δὲ δίμοιρον ἵνα λάβωσιν οἱ ἐπίτροποι καὶ ποιήσωσι τὸ ἱκανὸν τῶν λεγάτων καὶ τῶν λοιπῶν. ἐκ τούτων οὖν δίκης κινηθείσης, καὶ πολλῶν ἀντιλεγόν-· των μὴ ὀφείλειν τὸ τρίτον λαβεῖν τὸν υἱὸν τοῦ ἐξαμυλίτου τῆς καθαρᾶς περιουσίας τῆς μετὰ τὰ χρέα περιττευούσης, ὁ μάγιστρος ἔκρινεν αὐτὸν μὲν λαβεῖν πάσης τῆς περιουσίας τὸ τρίτον καθαρὸν, ἐκ δὲ τοῦ λοιποῦ διμοίρου τὸ ἱκανὸν γενέσθαι τοῖς χρεώσταις, διὰ τὸ τὸν διαθέμενον ἐπισκῆψαι πρῶτον λαβεῖν τὸ τρίτον, ἐκ δὲ τοῦ διμοίρου ποιῆσαι τὸ ἱκανὸν τοὺς ἐπιτρόπους πρός τε τοὺς λεγαταρίους καὶ τοὺς χρεώστας, καὶ τὴν τῶν ἀπελθόντων βούλησιν πανταχοῦ προτιμητέον εἶναι. καὶ ἐνίκησεν ὁ δρουγγάριος μεγάλην νίκην καὶ ἐσημειώσατο.

10

pr.Ὅτι ἐπὶ τοῦ φαλκιδίου τὰ εἰς ταφὴν ἀφορισθέντα οὐ συναριθμοῦνται εἰς τὴν περιουσίαν, ὥσπερ καὶ τὰ τῶν ἐλευθερωθέντων δούλων τιμήματα, τὰ δὲ ὑπὲρ τρίτων καὶ ἐννάτων καὶ τεσσαρακοστῶν συμψηφίζονται καὶ ἀναβιβάζονται εἰς τὴν περιουσίαν. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος, εἰπών· εὑρέθη λίτρα μία χάριν καταλειφθεῖσα τῆς τοῦ λειψάνου κηδείας, ἥτις οὐδὲ συνηριθμήθη τῷ λόγῳ τοῦ φαλκιδίου κρείττονος αἰτίας τυχοῦσα τῶν ὑπὸ τοῦ φαλκιδίου τεμνομένων σωμάτων, καὶ ἑτέρα λίτρα μία ὑπὲρ τῶν ἐννάτων καὶ τεσσαροκοστῶν ἥτις οὐχ ὑπεξῃρέθη.

11

pr.Ὅτι γυναικὸς διαζευχθείσης τοῦ ἀνδρὸς καὶ ἀποκαρείσης, καὶ τὸν ἐγγυητὴν τῆς προικὸς καθελκούσης διὰ τὴν ἀπορίαν τοῦ ἀνδρὸς καὶ τὸ ἱκανὸν τῆς προικὸς αὐτουμένης, ὁ μάγιστρος, εὑρὼν τὴν γυναῖκα ἔχουσαν παῖδα, ἀφώρισε φαλκίδιον ὑπὲρ τῆς παιδὸς, δηλονότι τὸ τρίτον τῆς πάσης προικός. κς ' γὰρ λιτρῶν οὔσης τῆς προικὸς καὶ νομισμάτων ιβ΄, ὀκτὼ λίτρας καὶ νομίσματα νβ΄ ἀφώρισεν, οὕτως τὰ μὲν ἀκίνητα ἐάσας εἶναι παρὰ τῇ μητρὶ, τὸ δὲ χρυσίον ἐκδανεισθῆναι οἰκονομήσας ἐπὶ ὀρφανικοῦ τόκου καταβολῇ; ἵν εἴπερ τυχὸν συμβαίη τἄλλα τῶν παραδοθέντων ἀναλωθῆναι κινητῶν καὶ ἀκινήτων, καὶ ἡ τῶν ἀκινήτων ἐξαρκῇ διατίμησις, τὸ οὖν χρέος περισωζόμενον ἀνενδεῶς ἀναπληροῖ τῷ ἀφήλικι τὸν φαλκίδιον.

12

pr.Ὅτι εἰ καὶ μετὰ τελευτὴν ὁ φαλκίδιος δίδοται, ἀλλ᾽ εἴπερ ὑπόσχηται πατὴρ προῖκα καὶ μὴ εἴπῃ ποσὸν, ἀναγκάζεται τέως ὅσον ποιεῖ ὁ φαλκίδιος δοῦναι ὑπὲρ προικὸς καὶ ἐν ζωῇ. καὶ ἐσημειώσατο ὁ μάγιστρος· εἰ γὰρ καὶ μετὰ τελευτὴν τοῦ γεννήτορος ταύτην δὴ τὴν τοῦ φαλκιδίου μοῖραν παραφυλάττειν τοῖς παισὶν οἱ νόμοι θεσπίζουσιν, ὅμως οὐ παρὰ τοῦτο πόῤῥω τοῦ εἰκότος ὁ δεῖνα ηὐθύνθη παρασχεῖν ἔτι περιὼν τὸ τοῦ φαλκιδίου μέρος τῇ θυγατρί. διὰ δὲ τὴν ἀνάγκην τοῦ συναλλάγματος καὶ τῆς ἀσαφοῦς ὑποσχέσεως δίκαιον ἐκρίναμεν εἶναι καὶ ἀβαρὲς τῷ πατρὶ δοῦναι, ὅπερ [οἱ] νόμοι ἀφορίζουσι τοῖς παισί.

13

pr.Βι. λέ τί. θ ' κεφ. κζ ' 3· „Ἐὰν γράψω σὲ κληρονόμον εἰς τὰ ἐν ἰταλίᾳ πράγματα καὶ ἕτερον εἰς τὰ ἐν ἐπαρχίᾳ, ἢ σὲ μόνον εἰς τὸν γρηγοριακὸν ἀγρὸν, ἕτερον δὲ εἰς τὸν ἑρμογε νιακὸν, κατὰ μὲν ἀκρίβειαν περιαιρεῖται τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐξίσου κληρονομοῦσι· ὁ δὲ τὸν κλῆρον τῆς φαμιλίας διαιρῶν δικαστὴς ὡς ἐξαίρετα λεγατευθέντα τὰ ἑκάστῳ περιλειφθέντα προσκυροῖ. τὰ μέντοι χρέα πρὸς ὁ κατὰ τὸ ἀκριβὲς κληρονομεῖται, τουτέστιν ἀνὰ ἥμισυ, δίδοται, καὶ ἐὰν ὑπερβαίνῃ τὸ κατὰ τοῦ ἑνὸς ἁρμόζον χρέος τὸ καταλειφθὲν αὐτῷ πρᾶγμα, ἀκυροῦται ἡ ἔνστασις. καὶ τοῦ φαλκιδίου δὲ χώραν λαμβάνοντος ἑκάστῳ περιποιεῖται τὸ τρίτον τῆς οἰκείας ἐνστάσεως, τουτέστι τοῦ ἡμίσεως τῆς οὐσίας. εἰ δὲ τέως ἀμφιβάλλεται τὰ περὶ τοῦ φαλκιδίου, ἀλλήλους ἀσφαλίζονται. τὸν θεματισμὸν τοίνυν τοῦ νόμου τοιοῦτον ἐτύπωσεν ὁ μάγιστρος· ἔγραψέ τις· ἔστω μου ὁ δεῖνα κληρονόμος εἰς τὸν ἑρμογενιακὸν ἀγρὸν, ὁ δὲ δεῖνα ἔστω κληρονόμος εἰς τὸν ἀγρὸν τὸν γρηγοριακόν. ἐτιμᾶτο οὖν ὁ μὲν ἑρμογενιακὸς λιτρῶν ν ', ὁ δὲ γρηγοριακὸς λιτρῶν σ΄. ἀνεφάνησαν τοίνυν χρέα τοῦ τεστάτωρος λιτρῶν ρ΄. ἀναγκάζονται οἱ κληρονόμοι ἐπίσης παρασχεῖν τὸ χρέος, ἤγουν ἀνὰ λιτρῶν ν΄. καὶ εὑρίσκεται ὁ ἔχων τὸν ἀγρὸν τὸν ἑρμογενιακὸν πᾶσαν τὴν κληρονομίαν ἀφῃρημένος, καὶ κινεῖ τότε περὶ φαλκίδίου κατὰ τοῦ ἔχοντος τὸν ἀγρὸν τὸν γρηγοριακὸν, καὶ λαμβάνει ἐξ αὐτοῦ φαλκίδιον, οὐχὶ τὸ ἕκτον οὗπερ εἶχεν ἀγροῦ τῶν ν ' λιτρῶν, ἀλλὰ τὸ ἕκτον τῆς τιμῆς τῶν δύο κτημάτων τῆς μετὰ τὸ χρέος καταλειφθείσης· διακοσίων γὰρ πεντήκοντα λιτρῶν ἀμφοτέρων τιμωμένων τῶν κτημάτων, καὶ ρ ' λιτρῶν ἐκνικηθέντων, καταλιμπάνονται λίτραι ρν΄, καὶ τούτων ὁ φαλκίδιός ἐστι λίτραι ν΄· καὶ μερίζονται ταύτας ἐπίσης οἱ δύο κληρονόμοι. οὐ γὰρ δύναται λέγειν ὁ λαβὼν τὸν ἀγρὸν τῶν σ ' λιτρῶν τῷ λαβόντι τὸν ἀγρὸν τῶν ν ' λιτρῶν, ὅτι σὲ ὁ διαθέμενος ν ' λίτρας ἠβουλήθη λαβεῖν, ἐμὲ σ΄, καὶ ἁρμόζει σοὶ ὁ φαλκίδιος τῶν ν ' λιτρῶν, ἤγουν λίτραι ή΄ νομίσματα. κδ. ἀντιτίθησι γὰρ αὐτὸς τὸν νόμον τὸν λέγοντας, ὅτι ὁ τελευτήσας οὐχὶ εἰς τὸ τρίτον τῆς ἰδίας ὑπάρξεως κατέλιπέ με κληρονόμον, οὐδὲ εἰς τὸ δίμοιρον, ἀλλὰ κληρονόμον ἐπί τινι πράγματι, ὥσπερ καὶ σὲ, καὶ ἀμφότεροι ἐσμὲν κληρονόμοι, καὶ τοῦ χρέους ἀναφανέντος οὐχὶ πρὸς ἀναλογίαν τῶν πράγματων ηὐθύνθημεν, ἀλλ᾽ ἐπίσης ἀμφότεροι. ὅτε δὲ μὴ εἰς μέρος ὁ διαθέμενος καταλείψῃ κληρονόμον, οἷον εἰς δίμοιρον ἢ τρίτον, ἀλλ᾽ ὀνομάσει αὐτὸν κληρονόμον ἄριστον ἐπί τινι πράγματι, οὗτος εὐθίνεται καὶ εἰς τὸ ἥμισυ τοῦ χρέους καὶ λαμβάνει καὶ φαλκίδιον τῆς πάσης περιουσίας. ἐστὶ δὲ καὶ ἕτερος νόμος φάσκων ῥητῶς οὕτως· „ἐὰν τινὰ μὲν εἰς τὸ δίμοιρον τῆς οὐσίας μου ἐνστήσω κληρονόμον, ἕτερον δὲ εἰς τὸ τρίτον, κατὰ ἀναλογίαν τὰ χρέα δίδονται.

14

pr.Βι. β΄ τί. β΄ κεφ. θ ' θέ. ε΄δ· „Ὁ ἐν ἀγνοίᾳ νόμου μὴ παρακατασχὼν φαλκίδιον, οὐκ ἀναλαμβάνει, κἂν σώζονται κἂν ἐδαπανήθησαν τὰ χρήματα· ὁ δὲ κατὰ ἄγνοιαν φάκτου καταβαλὼν, ἀναλαμβάνει.

15

pr.Βι. μα τί. α κεφ. γ ' θέ. β '· „Ἐὰν πόλεις λεγατευθῇ ἐτήσιον, καὶ λόγος τοῦ φαλκιδίου γένηται, τοσοῦτον ποσὸν δοκεῖ λελεγατεῦσθαι, ὅσον διὰ τὸν ἀπὸ τρίτου ἑκατοστῆς τόκον συνάγει τὸ λεγατευθὲν κεφάλαιον. σχόλιον· δηλονότι εἰς κέ χρόνους, ὡς φησι κύριλλος.

16

pr.Βι. [μα΄] τί. [α΄ κεφ. οβ] θέ. [γ΄]: Τὸ φαλκίδιον ἰδίῳ δικαίῳ μειοῖ τὸ τρίτον, περιαιρουμένου πρότερον τοῦ ὑπὲρ τὴν οὐσίαν ἀχρήστως λεγατευθέντος. λεληθότος· φησὶ γὰρ ὁ νόμος, ἀναλόγως παρὰ τῶν λαμβανόντων τὶ τὸν φαλκίδιόν ἀπαιτεῖσθαι. εἰπὼν γὰρ τὸν φαλκίδιον μειοῦν τὸ τρίτον, τοῦτο δεδήλωκεν, ὁπόσον ἄν τις ἔχοι, τὸ ἀναλογοῦν αὐτῷ τρίτον δίδοσθαι. καὶ βι. κέ τὸν τοῦ φαλκιδίου λόγον κατὰ παντὸς, πρὸς τὸ μέρος τῶν λεγάτων καὶ τῶν φιδεικομίσσων χώραν Cod. κληρονομ.. habere videbatur. Legerim: ảoἔχειν. φανερὸν οὖν ἐστι τὸ τρίτον τοῦ φαλκιδίου ἐκ πάντων τῶν λεγάτων πρὸς ἀναλογίαν παρακατέχειν.

17

pr.Ὅτι „ἐνεστησάμην τρεῖς κληρονόμους καὶ παρ᾿ ἀλλήλων αὐτοῖς ἐλεγάτευσα, ἐκ δὲ τοῦ ἑνὸς τοσαῦτα καὶ αὐτοῖς καὶ ἐξωτικοῖς, ὥστε χώραν ἔχειν τὸν φαλκίδιον. παρακρατεῖ καὶ ἐκ τῶν συγκληρονόμων αὐτοῦ φαλκίδιον, εἰ μὴ ἄρα κατὰ γνώμην μου μέλλει παρ᾽ αὐτῶν ἀντιλαμβάνειν, ὅσα ἀρκεῖ πρὸς τὸν φαλκίδιον. καὶ βι. [μα] τί. [ε] κεφ. [β΄]· „εἴ τινες κληρονόμοι ὀνομασθεῖεν, κἂν ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτῳ τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι, ὅπερ δ᾽ ἂν ὑπέλαττον αὐτοῖς τῆς ἐκ τῶν νόμων μοίρας καταλειφθῇ, τοῦτο κατὰ τοὺς ἄλλους ἡμῶν νόμους παρὰ τῶν κληρονόμων ἀποπληροῦσθαι. ἐκ τούτων ἐναργές ἐστι καὶ καταφανὲς, ὡς καὶ κατὰ κληρονόμων χώρα τῷ φαλκιδίῳ, καὶ ὡς ἀναλόγως ὁ φαλκίδιος ὁπόσος ἂν εἴη συνίστασθαι πέφυκεν.

18

pr.Ὅτι ὁ φαλκίδιος τὸ ἕκτον ἐστὶν ἢ τὸ δέκατον ἢ τὸ δωδέκατον τῶν τῆς ὅλης οὐσίας σωμάτων, τοῦ οἴκου φημὶ καὶ τοῦ ἀγροῦ καὶ τῶν χρημάτων, καὶ εἰ μὴ ὁ τῇ φαμιλίᾳ τὸν κλῆρον διαιρῶν δικαστὴς αὐθεντήσας τὸ νόμιμον ἀποφλήσει μέρος, δύναται αὐτὸς ὁ φαλκίδιος κατὰ τῶν πραγμάτων, ἔχων ἰσχὺν ἐκείνων αὐτῶν τῶν σωμάτων ἀφαιρεῖσθαι τὸ ἕκτον τυχὸν ἢ τὸ δέκατον ἢ τὸ δωδέκατον.

19

pr.Καὶ βι....... ὅτι ὁ φαλκίδιος· καὶ τόκους εἰ οὖν κατ᾿ ἰσότητα ἀπαιτεῖται, καὶ τοῦτο πρὸς ἀναλογίαν τῆς κληρονομίας. κἂν συμβῇ κληρονομῆσαι τινὰ μὲν ἀγρὸν, ἄλλον χρήματα, ἕτερον οἶκον πλῆρες καθεστῶτα ποσότητος, καὶ οὗτοι πάντες ἐπίσης ἀναγκασθεῖεν δέξασθαι καὶ τοὺς τόκους. καὶ συμβαίνει πάντως τὸν ἀπαιτοῦντα τὸν φαλκίδιον τοῦ μὲν ἀγροῦ καὶ τῶν χρημάτων τὸ ιβ ' μέρος λαβεῖν διὰ τοὺς τόκους, τοῦ δὲ οἴκου πολλῷ ἧττον τοῦ δεκάτου. κἀντεῦθεν εἰς ἀτοπίαν ὁρᾶται τὸ πρᾶγμα περιστάμενον, ὅτι ὁ τὰ χρήματα εἰληφὼς καὶ ὁ τὸν ἀγρὸν, καθ᾽ ὅσον ὑπὲρ τῶν ιβ΄ ὧν εἶχον ἀπῃτημένοι μέρος, καὶ προσόδους προσαπαιτοῦνται. οὐ γὰρ ἁπλῶς ὁ φαλκιδιούμενος τόκους ἐπιζητεῖ, ἀλλ᾽ ἣν τὸ ιβ΄ τοῦ οἴκου ἀποτίκτει πρόσοδον, ἣν τε τὸ τοῦ ἀγροῦ, καὶ ἥνπερ τὸ τῶν χρημάτων· ἐπεὶ εἰ καὶ Basil. XLI, 1, 21. In Cod. post hoc verbum parva lacuna est. Legendum videtur: φαλκιδιούμενος. Cod. παρακρατεῖν. Videtur deesse χωρεῖν vel simile quid. Non invenio. Totum hoc caput ita corruptum ὁ οἶκος καὶ ὁ ἀγρὸς ἰσοτιμῶνται καὶ τὰ χρήματα, οὐ τὴν πρόσοδον ἴσην φέρουσιν.

20

pr.Καὶ βι. [μά] τί. [α] κεφ. [α΄]· „Ὁ φαλκίδιος χώραν ἔχει καὶ ἐπὶ πάντων τῶν ἐκ τῆς οὐσίας δαπανωμένων, εἴτε ἐν δήλῳ σώματι εἴτε ἐν ἀδήλῳ.

21

pr.Ὅτι τὴν τοῦ φαλκιδίου μέθοδον καὶ κληρονόμοι καὶ λεγατάριοι καὶ φιδικομισσάριοι καὶ μόρτις καῦσα δωρεὰν ἔχοντες, πολλάκις δὲ καὶ ἰντερ βίβους, ἐπτόηνται, τὴν δὲ τῶν χρεῶν ἐπάχθειαν οἱ κληρονόμοι μόνοι βαστάζουσιν.

22

pr.Ὅτι έ παίδων ὑπόντων καὶ φαλκιδίου λόγον εἰπὼν ὁ μάγιστρος ἔγραψεν οὕτως· ἐπιβάλλει τοιγαροῦν τῷ φαλκιδιουμένῳ διὰ τοῦ ἡμίσεως, τῶν χρεῶν ὑπεξαιρουμένων, τῶν τιμημάτων τῶν ἐλευθερωθέντων, τῶν περὶ τὴν κηδείαν δαπανημάτων, τὸ τῆς ὅλης ὑπάρξεως δέκατον. καὶ ἐπὶ τοῦ τρίτου γὰρ, εἰ καὶ δοκεῖ πῶς ὁ κληρονόμος δι᾽ αὐτοῦ τοῦ τρίτου τὸν φαλκίδιον ἐκνικᾶν, ὅμως εἰ δ ' εἰσὶ παῖδες, καὶ ἂν δὲ ἐπέκεινα τοῦ ιβ΄ μέρους παρακατέχει. βούλεται δὲ καὶ τὸ θεσπιζόμενον, εἰ μὲν ἑνός ἐστί τις πατὴρ ἢ δυοῖν ἢ γ΄ ἢ δ΄, μὴ τριούγγιον αὐτοῖς καταλιμπάνειν μόνον, ἀλλὰ τὸ τρίτον τῆς αὐτοῦ περιουσίας, τουτέστιν οὐγγίας δ, καὶ τοῦτο εἶναι τὸ διωρισμένον μέτρον ἄχρι τοῦ ῥηθέντος ἀριθμοῦ· εἰ δὲ ὑπὲρ τοὺς δ ' ἔχει παῖδας, τὴν ἡμίσειαν τῆς πάσης περιουσίας αὐτοῖς καταλιμπάνεσθαι μοῖραν, ὥστε ἓξ οὐγγίας εἶναι πᾶν τὸ ὀφειλόμενον ἑκάστῳ κατ᾽ ἴσον, τυχὸν τετραουγγίου ἢ τοῦ ἑξαουγγίου διῃρημένου. τῷ οὖν παρεωραμένῳ υἱῷ ἐπὶ μὲν δ΄ παίδων τὸ ιβ΄ τῆς τοῦ φῦντος οὐσίας δίδοσθαι, ἐπὶ πέντε δὲ τὸ δέκατον· τοῖς δὲ πέντε τὸ ἑξαούγγιον πέφυκεν ἀλλοιοῦσθαι εἰς τὸ δέκατον.

23

pr.Ὅτι τὸ τελευταῖον σύμφωνον ὑπόκειται εἰς ἐκπλήρωσιν τοῦ φαλκιδίου. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος, οὕτω γράψας· πρώτου γὰρ συμφώνου πατρόθεν λίτρας γ ' καὶ ἡμίσειαν ἔχοντος, τοῦ δευτέρου λίτραν μίαν καὶ ἡμίσειαν· τὸ δὲ δεύτερον σύμφωνον ὑπόκειται πρὸς ἔκτισιν τοῦ φαλκιδίου· πέντε γοῦν λιτρῶν εὑρεθεισῶν πατρῴων καὶ παίδων γ΄ ὄντων, τοῦ τρίτου τὸ τρίτον, ἤγουν τῆς πάσης περιουσίας τὸ ἔννατον, παρέχεται τῷ δικαιουμένῳ εἰς φαλκίδιον εἰς νομίσματα μ ' περιστάμενον, ὃ καὶ κατεδικάσθη δοῦναι ὁ ἐναγόμενος. ὅτι φησί· „τὸ ποσὸν τοῦ κλήρου ἐν τῇ τελευτῇ τοῦ διαθεμένου σκοπεῖται. „ἡνίκα ζητεῖται, εἰ παῖς δύναται κινεῖν μέμψιν κατὰ τῆς διαθήκης τῆς πατρώας, θεωρείσθω τὸ τρίτον τῆς περιουσίας τοῦ πατρὸς, ἣν ἐκεῖνος ἐν τῇ τελευτῇ κατέλιπε. καὶ θαλέλαιος [ἐν] παραγραφῇ· „σημείωσαι, ποῖον ὀφείλεις καιρὸν σκοπεῖν ἐπὶ τῆς οὐσίας τοῦ τελευτήσαντος, ὥστε σχεῖν τὸν παῖδα τὸ ἐξ ἀδιαθέτου μέρος.

24

pr.Ὅτι φησὶ βι. [μα τί. ε΄ κεφ. α΄], ἵνα μὴ ἀμέτρους ποιεῖται ὁ πατὴρ εἴς τινας τῶν παίδων δωρεὰς καὶ ἐλαττοῖ τὸν φαλκίδιον, ἀλλὰ συναριθμεῖ καὶ τὰς δωρεὰς καὶ τὴν παρ᾿ αὐτοῦ οὐσίαν καὶ οὕτω καταλιμπάνει τοῖς ἑτέροις παισὶ τοὺς κλήρους. καὶ τοῦτον τὸν νόμον οὕτως ἡρμήνευσεν ὁ μάγιατρος· ἐὰν δωρήσηται πατὴρ δυσὶ παισὶν αὐτοῦ λόγου χάριν λίτρας λ΄, καὶ γράψῃ μετὰ ταῦτα διαθήκην, καὶ διανείμῃ ἑτέροὶς παισὶ δύο κλήρους, μὴ δύναται ἀριθμεῖν μόνην τὴν παρ᾽ αὐτοῦ τυγχάνουσαν ὕπαρξιν, τυχὸν οὖσαν ἑτέρων λιτρῶν λ΄, ἀλλὰ συμβάλλει ταύτῃ καὶ τὴν προεκφορηθεῖσαν διὰ τῶν δωρεῶν ποσότητα, καὶ οὕτω τυποῖ τὸν φαλκίδιον. εἰ μὲν γὰρ ἐκ τῆς ἐνούσης αὐτῷ περιουσίας ἀφορίσει τὸ νόμιμον, ὀλίγος ἔσται τοῖς παισὶ κλῆρος· εἰ δὲ κατὰ τὸ νόμου βούλημα δράσει, μεῖζον οἱ παῖδες μέρος λήψονται.

25

pr.Ὅτι καὶ ὁ συντεμὼν τὰς νεαρὰς φησὶ περὶ τῶν ἀμέτρων δωρεῶν οὕτως· „οὐδὲ διὰ τῆς γενομένης εἴς τινα τῶν παίδων ἀμέτρου δωρεᾶς παρὰ τοῦ γονέως αὐτοῦ μειοῦται ὁ φαλκίδιος τοῖς λοιποῖς παισὶν, εἰ μὴ ἀχάριστοί εἰσιν· ὀφείλει γὰρ αὐτοῖς ἐαθῆναι τὸ νόμιμον μέρος πρὸς τὴν οὖσαν ἀπόστασιν τῷ τελευτῶντι γονεῖ κατὰ τὸν καιρὸν τοῦ θανάτου αὐτοῦ.

26

pr.Ὅτι τὸ ἔσχατον σύμφωνον ὑπόκειται εἰς ἔκτισιν τοῦ φαλκιδίου, καὶ εἴπερ μὴ ἐξαρκείη τοῦτο, ὑπόκειται τὰ λελεγατευμένα καὶ δεδωρημένα τῷ πρὸ αὐτοῦ συμφώνῳ. καὶ τοῦτο ἐσημειώσατο ὁ μάγιστρος· οὐ τὰ ἐποφειλόμενα ἐκ τοῦ φαλκιδίου δίκαιον ἔχουσιν οἱ δικαιωθέντες ἐκ τῶν λελεγατευμένων. καὶ δεδωρημένων τῷ πρὸ αὐτοῦ συμφώνῳ λαβεῖν· ὑπόκεινται γὰρ αὐτοῖς αὐτὰ τὰ πρωτότυπα σώματα τῶν λεγατευθέντων καὶ δωρηθέντων.

27

pr.Ὅτι ἔχουσά τις ἔγγονον ἀπὸ θυγατρὸς, εἶτα εἰς δεύ τερον ἐλθοῦσα γάμον καὶ διαθήκας γράψασα, μικρὸν μὲν μέρος ἀφῆκε τῷ ἐγγόνῳ, τὰ δὲ πλεῖστα τῷ δευτέρῳ ἀνδρί. καὶ κινήσαντος τοῦ ἐγγόνου ἐσημειώσατο ὁ μάγιστρος· δεῖν ᾠήθημεν πρὸς φαλκιδίου λόγον τὸ ἱκανὸν ποιῆσαι τῷ ἐγγόνῳ. ἡ γὰρ μάμμη τὰ τοῦ πρώτου ἀνδρὸς ἀπογραψαμένη καὶ μὴ ἐλεγχομένη ἀποκρύψαι τὶ καὶ σωφρόνως τὸν τῆς χηρείας ἀνύειν χρόνον ἐμαρτυρεῖτο. καὶ συνεψηφίσθη γοῦν ὁ τῇ μητρὶ τοῦ ὀρφανοῦ ἐπιβάλλων φαλκίδιος, καὶ ἐλογίσθησαν μὲν ἐκείνῃ λίτραι δύο, ἃς εἰς προῖκα ἔλαβε, τὸ δὲ λεῖπον κατεδικάσθη ἡ μάμμη δοῦναι ὡς ἐπίτροπος ὑπὸ τοῦ ταύτης ἀνδρὸς γραφεῖσα· ἔπειτα συνεψηφίσθη καὶ ἡ τῆς μάμμης ὑπόστασις, καὶ πάντων τῶν κατὰ νόμους πρὸ τοῦ φαλκιδίου ἐξαιρεθέντων οὕτως ὁ φαλκίδιος ἐποσώθη. εἰ γὰρ καὶ προαπῆλθε τῆς μητρὸς ἡ θυγάτηρ, ἀλλ᾽ οἱ ἔγγονοι εἰς τὸν τῆς μητρὸς ἐπαναβαίνοντες τόπον ἀπαράγραπτον ἔχουσι πρὸς φαλκίδιον δίκαιον· οὐκοῦν καὶ συνανηνέχθη διά τε τῶν πατρῴων καὶ μητρῴων εἰς λίτρας τόσας καὶ ἀπείληφεν ὁ ἔγγονος λίτρας