IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.40

Περὶ τῶν ἐπὶ νομῇ παραδόσεων.

Abrir no leitor do IusCommune →

1

pr.Οἱ καρποὶ τῶν δοθέντων κτημάτων ἐπὶ νομῇ προστάξει δικαστικῇ οὐκ ἀπαιτοῦνται. ἀλλ᾽ εἰ μὲν ἐντὸς ἐνιαυτοῦ κινήσει ἐκεῖνος, ὅστις δι᾽ ἀπείθειαν κληθεὶς εἰς δίκην ἀφαίρεσιν ὑπέστη τοῦ κτήματος, παραδοθήσεται τῷ ἐγκαλοῦντι ἐπὶ νομῇ, καὶ ἀπολαμβάνων τὸ οἰκεῖον ἀγωνίζεται καὶ ἀπαναγκάζεται κινῶν δεικνύειν. εἰ δὲ μετὰ τὸν ἐνιαυτὸν κινήσει, ἡ μὲν νομὴ αὐτῷ οὐκ ἀποκαθίσταται, ἐγγυμνάζει δὲ τοὺς οἰκείους ἀγῶνας. περὶ δὲ χρόνου τοῦ μετασχηματίζοντος τὴν ἐπὶ νομῇ παράδοσιν΄ εἰς δεσποτείαν ὁ νόμος ῥητῶς οὐκ εἶπε. καὶ διὰ τοῦτο ὁ πατρίκιος ἔλεγε φιλαγάθως τὸν διηνεκῆ χρόνον ἀρκεῖν, τουτέστι τὴν τριακονταετίαν. πλὴν ἐὰν δι᾽ ὑπέρθεσιν ἢ ἑτέραν τινὰ αἰτίαν πεμφθῇ τις εἰς νομὴν, καὶ τοὺς καρποὺς ἀντιστρέψει καὶ οὐδὲ τρέφεται ἐξ αὐτῶν. ὡς βι. θ΄ τί. ς ' κεφ. 5΄ καὶ ἡ΄.

2

pr.Ὅτι ἐπὶ τῶν ἐπὶ νομῇ παραδόσεων οὐκ ὀφείλει τὶς λαμβάνειν οὐδ᾽ ἄχρι τοῦ ἡμίσεως ἐκταγὴν ἀλλ᾽ οὐδὲ ὅλως.

3

pr.„Ὁ] εἰδὼς σὺν ἑτέρῳ κοινὸν ἔχειν ἀγρὸν, καὶ τοὺς καρποὺς ἄκοντος ἢ ἀγνοοῦντος τοῦ κοινωνοῦ λαμβάνων, οὐ δεσπόζει αὐτῶν, εἰ μὴ κατὰ τὸ ἀναλογοῦν αὐτῷ μέρος, ὅστισδήποτε εἰ ἔσπειρεν αὐτούς. οἱ γὰρ καρποὶ οὐ τῷ σπόρῳ, ἀλλὰ τῇ γῇ ἕπονται. καὶ ὁ καλῇς πίστει γὰρ νομεὺς τῶν ὁπωσοῦν σπαρέντων καρπῶν οὐ δεσπόζει.

4

pr.Θέ β '· „Ὁ καλῇ πίστει νομεὺς τοὺς καρποὺς λαμ βάνων δεσπόζει αὐτῶν, κἂν ἄλλος αὐτοὺς ἔσπειρεν. ἔοικε δὲ τοῖς ἐκ τῶν ὑπηρεσιῶν τῶν δούλων προσποριζομένοις, καὶ ἐν τῇ λήψει τῶν καρπῶν δίκαιον ἔχει δεσποτείας τοῦ ἀγροῦ. ὁ δὲ δεσπότης λαμβάνει τοὺς καρποὺς, κἂν ἀλλότριον σῖτον σπείρῃ. μεῖζον δὲ δίκαιον ὁ καλῇ πίστει νομεὺς ἔχει παρὰ τῶν τὴν χρῆσιν ἐχόντων· εἰ μὴ γὰρ αὐτὸς ὁ τὴν χρῆσιν ἔχων λάβοι τοὺς καρποὺς, οὐ δεσπόζει αὐτῶν· οἱ δὲ ὁπωσοῦν ληφθέντες τοῦ καλῇ πίστει [νομέως] εἰσίν.

5

pr.Θέ. γ΄λ· „Κἂν μετὰ τὸ σπεῖραι καὶ μὴ λαβεῖν τοὺς καρποὺς γνῷ ἀλλότριον τὸν ἀγρὸν ὁ καλῇ πίστει νομεὺς, τῇ λήψει δεσπόζει αὐτῶν· ὅσον γὰρ ἦκεν εἰς τὴν λῆψιν τῶν καρπῶν, ἕως οὗ ἐκνικηθῇ ὁ ἀγρὸς, καλῇ πίστει ἀγοραστής ἐστιν. τὰ αὐτὰ καὶ ἐπὶ τῶν προσποριζομένων τῷ καλῇ πίστει ἀγοραστῇ διὰ τοῦ δούλου ἀπὸ πράγματος ἢ ἐξ ἐργασιῶν.

6

pr.Κεφ. κς'· „Ὥσπερ τὸ γάλα καὶ αἱ τρίχες καὶ τὸ ἔριον, οὕτω καὶ ἡ γονὴ τῶν θρεμμάτων καρπὸς αὐτῶν ἐστι, καὶ δεσπόζει αὐτῶν ὁ καλῇ πίστει νομεὺς καὶ ὁ τὴν χρῆσιν τῶν καρπῶν ἔχων. ὁ δὲ τοκετὸς τῆς δούλης οὐκ αὐτοῖς, ἀλλὰ τῷ δεσπότῃ διαφέρει. ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι καρπὸς, ὡς τῆς φύσεως δ᾽ αὐτὸν εὐτρεπισάσης πάντας τοὺς καρπούς.

7

pr.Βι. ιθ΄ τί. ί κεφ. κβ ' θέ. τελευτ.· „Καλῶς ἀγοραστὴς συμφωνεῖ εἴσω προθεσμίας ἢ καὶ διηνεκῶς ἀναδοῦναι τὸ· ἀγορασθὲν ἀπαρέσκον αὐτῷ. εἰ δὲ μὴ λεχθῇ χρόνος, ἔχει ἀγωγὴν εἰς [τὸ] ἀποδοῦναι ἐντὸς ξ΄ ἡμερῶν συναπτῶν, καὶ μετὰ τὰς ξ΄ ἡμέρας ἐξ εὐλόγου αἰτίας. τυχὸν γὰρ ὁ πράτης ὑπέρθεσιν ἐποίησεν ἢ οὐ παρῆν ὁ μέλλων ἀναλαβεῖν αὐτὸ ἢ ἑτερόν τι εὔλογον παρενέπεσεν.

8

pr.Βι. β΄ τί. δ΄ κεφ. δ· „Ἐν ταῖς διὰ χρήσεως δεσποτείαις ἡ τοῦ φάκτου ἄγνοια συμβάλλεται, οὐ μὴν ἡ τοῦ νόμου. οἷον ὁ κατὰ τραδιτίωνος λαβὼν πρᾶγμα παρὰ μὴ δεσπότου, οἷα φάκτον ἀγνοήσας καὶ νοήσας δεσπότην εἶναι τὸν τραδιτεύσαντα, δύναται αὐτὸ οὐσουκαπιτεύειν· ὁ δὲ θεραπαίνης ἔχων οὐσούφρουκτον, κἂν νομίζῃ τὸν πάντα τοκετὸν εἰς ἑαυτὸν ἀνήκειν καὶ βόνα φίδε αὐτὸν νεμηθῆναι, οὐ δύναται οὐσουκαπιτεύειν, οἷα δὴ καὶ νόμον ἀγνοήσας.

9

pr.Ὅτι ὁ νεμόμενος καὶ βιασθεὶς παρ᾽ ἑτέρου τῆς ἀποκαταστάσεως τυγχάνει, κἂν αὐτὸς τυχὸν ἕτερον ἐβιάσατο. καὶ ὡς φησι βι. [ξ΄] τί. [ιζ΄ κεφ. ζ΄]· „δ βιαίως νεμόμενος,· εἰ ἐξ ἄλλου βίᾳ ἐκβληθῇ, καλῶς κινεῖ. καὶ βι.... „πρῶτον ὁ περὶ νομῆς, εἶτα ὁ περὶ δεσποτείας κρίνεται λόγος. καὶ βι. [ιε΄ τί. α΄ κεφ. ρή΄]· „κἂν τὸ ἀλλότριόν τις νέμηται, ὅμως ὁ ἐνάγων εἰ μὴ ἀποδείκνυσιν ἴδιον εἶναι, νικᾷ ὁ ἐναγόμενος.

10

pr.Ὅτι ὁ μάγιστρος κατεδίκασε τινὰ εἰς χρέος, καὶ ἀποροῦντος ἐκείνου παραδέδωκε τὰ τούτου οἰκήματα πρὸς τὸν δανειστὴν ἐπὶ νομῇ, χρόνου δὲ παρῳχηκότος καὶ μηνῶν ἓξ καὶ κατὰ δεσποτείαν βεβαίως ἂν ἔχειν αὐτὸν τὰ οἰκήματα.

11

pr.Ὅτι βι. τί. κεφ... βούλεται οὕτως τοῖς ἀγαθῇ πίστει νομεῦσι παρέχεσθαι τίμημα βελτιώσεως· εἰ μὲν ὀλίγα τὶς ἀναλωκὼς πολλοῦ τιμώμενον ἀμπελῶνα ἢ ἐλαιῶνα ἢ τι ἄλλο κατέστησε, μόνον δίδοσθαι τὸ ἀνάλωμα, ὡς τὸ ὑπὲρ τούτου βελτίωμα τῆς γῆς προσενεγκούσης ὑπὸ τῆς ἑαυτῆς γενναιότητος. ὅτε δέ τις πολλὰ δεδαπανηκὼς ὀλίγα ἐβελτίωσε, τοῦ βελτιωθέντος βραχέος μόνον τὸ τίμημα δίδοσθαι. ἐγκαλεῖται γὰρ ἄνοιαν ὁ καμὼν, ὡς οὐ λελογισμένως κατακενώσας χρυσίον ἐν γῇ τυχὸν λυπρᾷ καὶ ἀπόρῳ καὶ μὴ δυναμένῃ καλῶς τρέφειν τὰ πιστευόμενα ταύτῃ· εἰ δὲ καὶ περὶ τὴν γεωργίαν ἐσφάλη, αὑτῷ καὶ τοῦτο ἐγκλητέον.

12

pr.Ὅτι δυνατοὶ πενήτων κατέχοντες γῆν καὶ μὴ βουλόμενοι δικάσασθαι διὰ τὸ ἀφηλικιότητα προβάλλεσθαι καὶ τοὺς ἐπιτρόπους μὴ βούλεσθαι ὑπελθεῖν τὴν δίκην, κατεδίκασεν ὁ μάγιστρος ἐπὶ ἐκπτώσει τῆς νομῆς, γράψας οὕτως· ἔσται παρὰ τοῖς πένησιν ὁ τόπος ἄχρι περατώσεως τῆς δίκης, καὶ οὐκ αἰτήσουσιν ἀναλαβεῖν τοῦτον καὶ οὕτω δικάσασθαι οἱ ἀπαρχῆς τῆς δίκης διαδράντες, ἀλλὰ διαγωνίσονται τῆς νομῆς οὔσης ὑπὸ τοὺς πένητας· κατέχοντες μὲν γὰρ τὴν γῆν γενναιότερον ἀνταιρήσουσιν, ἀφαιρούμενοι δὲ ταύτην ὀκλάσουσι καὶ καταραθυμήσουσι τὴν δυναστείαν εἰδότες ἐκ πρώτης αὐτῶν περιγενομένην.