Peira 1.39
Περὶ ἐννόμου ἀγωγῆς καὶ περὶ μεταθέσεως νομῆς καὶ νομῆς ἀγαθῆς ἢ κακῆς.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν [τις] ͵ ἐντὸς ἐνιαυτοῦ κινήσῃ μετὰ τὸ μετατεθῆναι τὸ κτῆμα ἀπ᾿ αὐτοῦ καὶ παραδοθῆναι ἑτέρῳ, ἀναλαμβάνων τὴν κτῆσιν δικάζεται· μετὰ δὲ τὸν ἐνιαυτὸν μενούσης τῆς ἐπὶ νομῇ παραδόσεως ἐπὶ σχήματος δικάζεται.
2
pr.Ὅτι ἀπὸ ἡμέρας εἰς ἡμέραν καταμετρεῖ ὁ νόμος τὰς τῆς χρονίας νομῆς περιόδους, φάσκων· „ἐν ταῖς διὰ χρονίας νομῆς δεσποτείαις ὅλην τὴν τελευταίαν ἡμέραν δεσπόζομεν. διὸ [ὁ] ἐν ἕκτῃ ἡμέρᾳ τῶν ἰαννουαρίων καλανδῶν [ἀρξάμενος νέμεσθαι, ὥρᾳ ἕκτῃ νυκτερινῇ τῶν αὐτῶν καλανδῶν] πληροῖ τὴν διὰ χρονίας νομῆς δεσποτείαν.
3
pr.Ὅτι τὰ ὄρη καὶ τὰ ἄλση ψυχῇ νεμόμεθα. ὁ γὰρ ψυχῇ νεμόμενος, ἕως ἂν ἐξωθῇ ἢ ἀναχωρήσῃ, νέμεται. καὶ νόμος· „ψυχῇ δὲ τὰ χειμερινὰ καὶ τὰ θερινὰ δάση νεμόμεθα.
4
pr.Ὅτι τὸ κωλύσαι τινὰ τὸν δεσπότην ἐρχόμενον ἐπὶ ξυλίαν τοῦ ἰδίου ὅρους, ἅπαξ ἢ δὶς ἢ πολλάκις διακεκομμένως, οὐκ ἀφαιρεῖται τὴν νομὴν, ἀλλὰ τὸ ἐπὶ τριακονταετίᾳ συναπτῇ τοῦτο ποιῆσαι.