IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.38

Περὶ πράσεως καὶ ἀγορασιῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ἐξωνήσατό τις ἀκίνητον κτῆσιν νομισμάτων πδ΄. μόνα δὲ κατέβαλε ιθ ', ἐφ᾽ ᾧ ἔγγραφον γενέσθαι πρᾶσιν, καὶ οὕτως ἐπικαταβληθῆναι καὶ τὰ λειπόμενα. εἶτα ἐναγόμενος ἐπὶ τῇ τοῦ λείποντος χρέους ἀπαιτήσει, καὶ προφασιζόμενός τινας αἰτίας καὶ μὴ δεικνὺς ταύτας, αἵρεσιν ἐδέξατο παρὰ τοῦ δικαστοῦ δυοῖν ἑλέσθαι θάτερον, ἢ τὸ λεῖπον χρυσίον καταβαλεῖν καὶ δεσπόζειν τοῦ κτήματος, ἢ ἀναδοῦναι τοῦτο πρὸς τὸν πεπρακότα. καὶ γὰρ συνέδοξεν ἔγγραφον γενέσθαι· οὔπω δὲ τοῦ ἐγγράφου τελεσθέντος, ὁ δικαστὴς εἶπε, μετέωρός ἐστιν ἔτι ἡ τοῦ πράγματος αὐτοτέλεια. φησὶ γὰρ ὁ νόμος· „ἡ διάταξις κελεύει τὰς πράσεις [καὶ] ἐναλλαγὰς καὶ δωρεὰς, ἐλάττονας τῶν φ ' νομισμάτων οὔσας, καὶ δόσεις ἀῤῥαβώνων καὶ πάντα τὰ ἐγγράφως γινόμενα συναλλάγματα, καὶ τὰς ἐγγράφους [δια-] λύσεις μὴ ὅλως ἐῤῥῶσθαι, ἐὰν μὴ καὶ εἰς καθαρὸν ἐνεχθῶσι καὶ ὑπογραφῶσι παρὰ τῶν μερῶν· καὶ εἰ διὰ συμβολαιογράφου γένωνται τὰ ἔγγραφα, λάβωσι καὶ τὸ τοῦ συμβολαιογράφου τέλεσμα. ταῦτα εἰπὼν, καὶ μὴ θελήσαντος τοῦ ἀγοραστοῦ καταβαλεῖν τὸ λεῖπον τίμημα, ἐκρίθης γενέσθαι ἀντὶ τῶν καρπῶν καὶ ἀπολέσαι τοῦτο τὸν ἀγοραστὴν ὑποκείμενον λογισμοῖς· καὶ εἰ μέντοι πλέον τῶν ιθ ' νομισμάτων ἐκαρπώσατο, ἐκτίσειν καὶ τοῦτο· εἰ δὲ τοσοῦτον οἱ καρποὶ εὑρεθῶσιν ἢ ἥττονες, ἀνενόχλητον διαμεῖναι παραδιδόντα μόνον τὸ κτῆμα, ὥσπερ τοῦτο παρέλαβεν. οὐδὲ γὰρ ἰσχυράν τινα δικαιολογίαν ἔδοξεν ὁ πράτης εἰσάγειν, ἐνιστάμενος δεῖν τὸ λεῖπον αὐτῷ καταβληθῆναι τοῦ τιμήματος· πρῶτα μὲν δὴ τὸν νόμον, ὡς δέδεικται, μὴ τελείαν ἡγεῖσθαι τὴν πρᾶσιν ἐκ τοῦ μήπω τὸ ἔγγραφον τελεσθῆναι συμβόλαιον· ἔπειτα ὅτι καὶ τὸ διαπωληθῆναι μέλλον ἐξ᾽ ἀμφισβητήτου δεσποτείας τρόπου προσγέγονε τῷ πράτῃ. τῆς μὲν οὖν πράσεως μήπω τέλος ἐσχηκυίας, τῆς δεσποτείας δὲ ἀμφιβαλλομένης, ἀκόλουθον ἱκανὰ δοῦναι τὸν πράτην εἴτουν ἐγγυητὴν ἀξιόχρεων, εἴπερ ἐβούλετο συστῆναι τὴν πρᾶσιν. συνῆπται γὰρ γυναικὶ; καὶ προικὸς καὶ γαμικῶν κερδῶν ἐνοχαῖς καθυπόκειται, ὁπότε κἂν ἄρτιος ἦν ἡ πρᾶσις καὶ ἐντελὴς, πρὸ δὲ τῆς τοῦ τιμήματος παροχῆς ἡ τοῦ κτήματος ἐστασιάσθη δεσποτεία, καὶ ὁ τὸ τίμημα ποθῶν ἀπενέγκασθαι ὑποβεβλημένος ἐνοχῇ ὡράθη, οὐκ ἄν τις ἠνάγκασε τὸν ἀγοραστὴν κατὰ βυθοῦ ῥῖψαι τὸ τίμημα καὶ μηδὲ τοῦ ἱκανοῦ θέσθαι πρόνοιαν· ἀλλὰ καὶ ψιλῶν ὄντων συμφώνων τῶν ἀγωγὴν μὴ τικτόντων παραγραφὴν αὐτῷ ἐχαρίσατο.

2

pr.Ὅτι ἐπώλησε τίς τινι βλάττιον μὴ λαβὼν τὸ τίμημα, ἀλλ᾽ ὑπὸ ὑπόσχεσιν τοῦ λαβεῖν τοῦτο. εἶτα κινήσαντος τοῦ πράτου περὶ τῆς τιμῆς ἀντέθεικεν ὁ ἀγοραστὴς τὸν παραῤῥεύσαντα πολὺν ἤδη τῆς δεκαετίας χρόνον, καὶ κυριεῦσαι ἔλεγε τῶν κινητῶν διὰ τοῦ χρόνου. ἀλλ᾽ ἔκρινεν ὁ μάγιστρος καὶ οἱ κριταὶ, τῶν μὲν πραγμάτων κυριεῦσαι, δοῦναι δὲ τὸ τίμημα· τὴν γὰρ περὶ τοῦ τιμήματος καὶ τοῦ χρέους ἀγωγὴν διὰ τριακονταετίας σβέννυσθαι.

3

pr.Ὅτι ὅτε τὶς φαμιλίαν ὠνήσεται τυχὸν πατέρα καὶ μητέρα καὶ τέκνα δύο ἢ καὶ τρία, ἐστὶ δὲ καὶ ἕτερον παιδίον αὐτῶν, καὶ τοῦτο πάλιν παρ᾽ ἄλλου ὠνηθῇ, ἐξουσίαν ἔχει ὁ ἔχων τοὺς πλείονας διδόναι τὴν τίμησιν τῶν ἐχόντων τὸν ἕνα καὶ ἐξωνεῖσθαι αὐτόν. ὅτε δὲ ἐλευθερώσῃ τὶς πατέρα καὶ μητέρα καὶ τέκνα δύο ἢ τρία ἢ καὶ πλείονα, παρακατάσχῃ δὲ ἓν ἐξ αὐτῶν παιδίον ἢ καὶ δύο, οὐκ ἔχουσιν οἱ λοιποὶ δίκαιον ἐγκαλεῖν, καὶ λέγειν, ὅτι δεδώκαμεν τὴν τιμὴν τοῦ υἱοῦ ἡμῶν ἢ τοῦ ἀδελφοῦ καὶ ἐλευθερωθήτω καὶ αὐτός. λέγει γὰρ αὐτοῖς ὁ νόμος, ὅτι οὐ χρή τινα ἐξ [ὧν] εὐεργέτησεν ἀδικεῖσθαι· ἀρκετὸν γὰρ ἡμῖν τὸ ἐλευθερωθῆναι παρ᾽ αὐτοῦ.

4

pr.Ὅτι ἐὰν πωλῶν σοι ἀγρὸν ὑποδείξω σοι τοὺς ὅρους καὶ εἴπω εἶναι τὸν ἀγρὸν ἑκατὸν ζευγῶν ἐργασίας· καὶ ἐκνικηθῇ γῆ· εἶτα κινήσω κατά σου περὶ ἐκνικήσεως, καὶ μετρηθέντος τοῦ ἀγροῦ ἡ ποσότης τῶν ρ΄ ζευγῶν τῆς ἐργασίας εὑρεθῇ, οὐκ ἀποκλείεσαι εἰς τὸ ζητεῖν τὸ ἱκανὸν τῶν ἐκνικηθέντων. - τοῖς γὰρ ὅροις πλέον ἐπίστευσας ἤπερ τῇ ποσότητι τῶν ἐργασιῶν, καὶ πρὸς τοὺς ὑποδειχθέντας ὅρους εὐθύνεται ὁ πράτης. ἐὰν δὲ πωλήσω σοι ἀλλότριον ἀγρὸν μὴ εἰδότι, ἀλλὰ καλῇ πίστει ὠνουμένῳ, εἶτα τελευτήσαντος τοῦ δεσπότου τοῦ ἀγροῦ γένωμαι τούτου κληρονόμος, καὶ πωλήσω τὸν ἀγρὸν, ὃν σοὶ ἐπώλησα, πρὸς ἕτερον, καὶ κινεῖ ὁ δεύτερος ἀγοραστὴς κατά σου ὡς ἠγορακότος παρὰ μὴ δεσπότου, αὐτοῦ δὲ ἀγοράσαντος παρὰ δεσπότου· οὐ τὴν νικῶσαν λαμβάνεις καὶ ἔχεις βέβαιον τὸν ἀγρόν. ἐγὼ γὰρ κληρονομήσας τοῦ δεσπότου τοῦ ἀγροῦ αὐτίκα τὸν ἀγρὸν ἐμὸν ἐκτησάμην, καὶ ἐβεβαιώθη ἡ πρώτη πρᾶσις.

5

pr.Ὅτι περιγράφουσιν ἀλλήλους ὅ τε᾿ ἀγοραστὴς καὶ ὁ πράτης μέχρι τοῦ ἡμίσεως, καὶ οὐκ ἀνατρέπεται ἡ πρᾶσις, ἐὰν τυχὸν ν ' νομισμάτων ἦν ἄξιον τὸ πρᾶγμα, ὁ δὲ δέδωκε νομίσματα κέ, καὶ ὡσαύτως ἐπὶ τῷ ἴσῳ κρατεῖ. ἐὰν δὲ κδ νομισμάτων ἐπωλήθη, τότε ἀνατρέπεται ἡ πρᾶσις, καὶ δίδωσιν ὁ ἀγοραστὴς εἴπερ βούλεται ὅλον τὸ τίμημα ἤτοι κς ' νομίσματα, καὶ οὐ τὸ λεῖπον ἓν νόμισμα πρὸς τὸ ἥμισυ. ὁ γὰρ μάγιστρος ἔλεγεν, ὅτι ἐβουλήθη ὁ μυστικός ποτε τυπῶσαι, ἵνα τὸ λεῖπον μόνον ἀπαιτεῖται πρὸς τὸ ἥμισυ τοῦ ὅλου τιμήματος, ἀλλ᾽ ἀντέστη αὐτὸς καὶ ἐνίκησεν· ὁ γὰρ νόμος φησί· δίκαιόν ἐστι τίμημα, ὅπερ ἀξιοῦται ὁλοκλήρως τὸ πιπρασκόμενον.

6

pr.Ὅτις γυνὴ αὐτεξουσία γενομένη ἐν συνεστῶτι τῷ γάμῳ καὶ ἀπολαβοῦσα τὴν προῖκα δύναται τὰ ἀκίνητα ἐκποιεῖν καὶ οὐ δύναται. καὶ πρὸς μὲν τὸν ἄνδρα ἀνισχύρως πωλεῖ· πρὸς δὲ ἑαυτὴν καὶ τοὺς παῖδας ἰσχυρῶς. οἷον ἔλαβεν ἡ γυνὴ οἶκον πρόσοδον ἔχοντα νομισμάτων μ ' καὶ ἐπώλησε τοῦτον· κινεῖ ὁ ἀνὴρ κατὰ τοῦ ἀγοραστοῦ, λέγων ὅτι ἐκ τῆς προσόδου αὐτοῦ ὀφείλει ἡ γυνὴ τρέφειν ἐμὲ καὶ τοὺς παῖδάς μου. τὴν μὲν οὖν πρᾶσιν πᾶσαν ἀκυροῦν οὐ δύναται, τὸ γὰρ μέρος τῆς γυναικὸς καὶ τῶν παίδων ἰσχυρῶς πέπραται· τὸ δὲ ὅσον ἐπὶ τῷ ἀνδρὶ φέρεται ἀνισχύρως, καὶ διὰ τοῦτο ἀναγκάζεται ὁ ἀγοραστὴς τὸ ἐπιλαγχάνον τῷ ἀνδρὶ ἐκ τῆς προσόδου τοῦ οἴκου καταβάλλειν αὐτῷ ἕως ἂν περιῇ, καὶ τότε βεβαίως ἕξει τὸν οἶκον.

7

pr.Ὅτι ὁ ἀνὴρ λαμβάνων χωρὶς ἐγγυητοῦ προῖκα ἔχουσαν ἀκίνητα, ἀπαιτεῖται ἐγγυητὴν μέλλων πωλεῖν τὰ ἀκίνητα, ἐπεὶ ὕστερον ὁ ἀγοραστὴς νικᾶται ὑπὸ τῆς γυναικός. λέγει γὰρ ἡ γυνὴ, ὅτι ἐγὼ βλέπουσα τὸν ἄνδρα μου ἔχοντα τὸ ἀκίνητον τὸ ἀφρόντιστον, καὶ ἐν ἀρχῇ τοῦ γάμου εἰ μὴ εἶχον ἀκίνητον καὶ ἐθάῤῥουν τούτῳ, οὐκ ἂν κατεπίστευσα τῷ ἀνδρὶ τὴν προῖκα, εἰ μὴ ἔλαβον ἐγγυητὴν, ἐξ οὗ ὀφείλω παθεῖν τὸ ἀσφαλὲς ἐξ ἀποτελέσματος. τοιαύτην ὑπόθεσιν ἔκρινέ τις τῶν μεγάλων, καὶ ἐδικαίωσε τὸν ἀγοραστὴν ἀγοράσαντα ἀκίνητον γυναικὸς καὶ ᾠκονόμησε λαβεῖν τὸν ἄνδρα τὸ χρυσίον χωρὶς ἐγγυητοῦ. τὰ δὲ ἀκίνητα ἔλαβε μὲν εἰς προῖκα ὁ ἀνὴρ, ἐξενικήθησαν δὲ παρά τινος ὡς μὴ διαφέροντα τῇ γυναικὶ, ἀλλ᾽ ἡ τιμὴ τούτων·· καὶ ὁ ἐκνικήσας τὰ ἀκίνητα ἐπώλησε ταῦτα πρός τινα, καὶ δέδωκε πρὸς τὸν ἄνδρα τῆς γυναικὸς τὸ χρυσίον, καὶ ἔκρινεν, ὡς εἴρηται, ὁ δικαστὴς, μὴ εὐθύνεσθαι τὸν ἀγοραστὴν ἐξ ἀπορίας τοῦ ἀνδρὸς ὕστερον παρὰ τῆς γυναικὸς, γράψας λογισμὸν, ὅτι ὁ ἐγγυητὴς οὐ δίδοται ἐν τῇ προικὶ, καὶ τὸ χρυσίον νῦν προῖς ἐστι, καὶ καλῶς ὁ ἀνὴρ παραλαμβάνει τοῦτο χωρὶς ἐγγυητοῦ. ἀλλ᾽ ἀντέπιπτεν ὁ βέστης λέγων, μὴ ἁρμόζειν τὸ τοιοῦτον νόμιμον ἐνταῦθα· εἰ μὲν γὰρ ἐξ ἀρχῆς τοῦ γάμου τὸ χρυσίον ἐδίδοτο εἰς προῖκα, χωρὶς συμφώνου ἐγγυητὴν οὐκ ἀπητεῖτο· ἐπεὶ δ᾽ ἐν ἀρχῇ ἀκίνητον μὲν ἐδόθη, νυνὶ δὲ ἐναλλάσσεται, καὶ ἔρχεται εἰς κινητὸν εὐκόλως δαπανᾶσθαι δυνάμενον, ἐπισφαλῶς δίδοται παρὰ τοῦ ἀγοραστοῦ ἄνευ ἐγγυητοῦ· καταδαπανωμένου γὰρ τούτου ἡ γυνὴ τὸν ἀγοραστὴν νικήσει, ἐκνικοῦσα τὰ ἀκίνητα ἢ τὴν τούτων τιμὴν, λέγουσα, ὅτι ἐγὼ ἀκίνητον ἔχουσα ἐν προικὶ καὶ θαῤῥοῦσα τούτῳ οὐκ ἀπέλαβον παρὰ τοῦ ἀνδρὸς ἐγγυητὴν, σὺ δὲ τὸ ἐμὸν λαμβάνων καὶ ἀμείβων τὴν προῖκα ὑπόκεισαί μοι ποιεῖν τὸ ἱκανὸν, θαῤῥήσας τα ἐμῷ ἀνδρὶ καὶ παρασχὼν τούτῳ τὸ χρυσίον· εἰ γὰρ ἐγὼ εἶχον τοῦτο, οὐκ ἂν χωρὶς ἐγγυητοῦ τοῦτο παρέσχον αὐτῷ.

8

pr.Ὅτι ἡ αὐτοτελὴς πρᾶσις πρὸ κομπλατίωνος καὶ ἀπολύσεως ἀνίσχυρος καθίσταται. καὶ ὁ νόμος περὶ τῆς ἡμιγραφοῦς πράσεώς [φησι] μὴ δεῖν τὴν ἔγγραφον πρᾶσιν πρὸ τοῦ κομπλατίωνα προβῆναι ἐῤῥῶσθαι, ἀλλὰ μᾶλλον μεταμελείας χώραν παρέχειν τῷ· τε πράτῃ, τῷ τε ἀγοραστῇ τὸ ἀζημίως ἀναχωρεῖν τοῦ συναλλάγματος. τοῦτο δὲ εἰ καὶ ἐν τοῖς ἰνστιτούτοις περιέχεται, ἀλλὰ τὸ προσδεχόμενον αὐτὸ βι. δ΄ τῶν διγέστων τί. λή κεφ. ιέ, ἧτινι διατάξει καὶ ὁ ἑρμοπολίτης θεόδωρος συμφωνῶν, τὰς παραδόσεις, φησὶ, τῶν πιπρασκομένων ἐπὶ τῶν ἀγράφων πράσεων τὴν ἰσχὺν λαμβάνειν, ἐπὶ δὲ τῶν ἐγγράφων οὐδαμῶς, ἀλλὰ τοῖς προκειμένοις, δηλαδὴ τῇ τε κομπλατίωνι καὶ τῇ τοῦ συμβολαίου ἀπολύσει· ὅπερ νόμιμον τοῦ εἰρημένου ιε κεφ. καὶ ἐν τοῖς βασιλικοῖς προσεδέχθη δέλτοις οὗτωσὶ διαλαμβάνον· „ἡ γὰρ ἔγγραφος πρᾶσις οὐκ ἔῤῥωται, εἰ μὴ πληρωθῇ τὸ· συμβόλαιον καὶ ἀπολυθῇ τοῖς μέρεσιν.

9

pr.Ὅτι ὁ ἀνὴρ προικιμαῖα ἐπώλησεν οἰκήματα καὶ ἐτελεύτησεν· εἶτα ὁ ἀγοραστὴς ἐποίησε τὴν γυναῖκα μετὰ χηρείαν ἐπικυρῶσαι τὴν πρᾶσιν. καὶ μετὰ τελευτὴν ἐκείνης οἱ υἱοὶ ἐνήγαγον κατὰ τοῦ πράτου, καὶ ἀπεβλήθησαν, σημειωσαμένου τοῦ δικαστοῦ οὕτως· τῆς μητρὸς αὐτῶν μετὰ τὴν λύσιν τοῦ γάμου καὶ αὐτεξουσιότητος ἀσφάλειαν τὸ ἀναλλοίωτον τῇ ἐκποιήσει παρασχομένης, οὐδὲ τοῖς υἱοῖς πρόσεστι δίκαιον εἰς τὸ ἐπιφύεσθαι τοῖς συναρέσασι τῇ μητρὶ καὶ ἀπεναντίας τοῖς ἐκείνῃ δόξασι καλῶς ἔχειν χωρεῖν τε καὶ μάχεσθαι.

10

pr.Ὅτι διαθέμενός τις τὰ οἰκήματα αὐτοῦ προσέταξε διαπραθῆναι, δύο δὲ ὑπεκράτησε καὶ τούτων τὴν χρῆσιν δέδωκεν ἑτέρῳ τινὶ, μετὰ δὲ τελευτὴν τοῦ τὴν χρῆσιν ἔχοντος διωρίσατο λαβεῖν τὰ παρακρατηθέντα οἰκήματα τὴν δεῖνα μονὴν εἰς λεγάτον. καὶ τοῦ διαθεμένου τελευτήσαντος ὁ ἐπίτροπος διεπώλησε τὰ οἰκήματα τοῦ ἐπιτροπευομένου παρ᾽ αὐτοῦ. οὐκ ἐμνημόνευσε δὲ ἐν τῇ πράσει, ὅτι τὰ δύο οἰκήματα, ὧν κατέλιπε τὴν χρῆσιν τῷ δεῖνι, ὀφείλοντας περιελθεῖν τῇ δεῖνι μονῇ εἰς λεγάτον, ἀλλ᾽ ἁπλῶς οὕτως, ὡς εἴρηται, ἐποίησε γενικὴν πρᾶσιν τῶν οἰκημάτων· πλὴν δέδωκε καὶ τὰ δικαιώματα καὶ τὴν διαθήκην τοῦ δεσπότου τῶν οἰκημάτων πρὸς τὸν ἀγοραστήν. ὁ δὲ ἀγοραστὴς εὑρὼν κατεκράτησεν ἀμφοτέρων τῶν οἰ-· κημάτων, καὶ εἶχεν, ὡς εἴρηται, καὶ τὴν τούτων χρῆσιν. ἀλλ᾽ οἳ τῆς μονῆς, ἡ κατελείφθησαν τὰ οἰκήματα, ἐκίνησαν δίκην, καὶ ἐζήτουν ταῦτα ὡς λεγάτον· ὁ δὲ ἀγοραστὴς ὑποδεικνὺς τὴν γενικὴν πρᾶσιν ἔλεγε πάντα ἠγορακέναι. ὁ δὲ πατρίκιος εὑρὼν ἐν τῇ πράσει γεγραμμένον, ὅτι ἐδόθη πρὸς τὸν ἀγοραστὴν τὰ δικαιώματα καὶ ἡ διαθήκη τοῦ δεσπότου, ἐπεζήτησε ταύτην, καὶ εὑρὼν ἐν αὐτῇ γεγραμμένον, ὅτι καταλιμπάνω τὰ οἰκήματα εἰς λεγάτον τῇ δεῖνι μονῇ, κατεδίκασε τὸν ἀγοραστὴν, εἰπὼν, ὅτι οὐ πάντα ἠγόρασας τὰ οἰκήματα, ὅσα δηλαδὴ ὁ κύριος τούτων εἶχε· ὅσα δὲ ἑτέροις κατέλιπε, ταῦτα οὐκ εἶχε. εἶχες δὲ σὺ τὴν γνῶσιν καὶ ᾔδεις τὴν μετένεξιν ἐκ τοῦ ἔχειν τὴν διαθήκην, ἐν ᾗ τὸ λεγάτον ἐγγέγραπτο. εἰ γὰρ μὴ εἶχες τὴν διαθήκην, καλῶς προεβάλλου ἄγνοιαν· ἐπεὶ δὲ ἡ διαθήκη ἐδόθη σοι, ὤφειλες ἀναγινώσκειν αὐτὴν, καὶ τὰ ἐξῃρημένα καὶ ἑτέροις καταλελειμμένα μὴ ἰδιοποιεῖσθαι.

11

pr.Ὅτι πρὸ χρόνων ια ἀγοράσας τὶς οἰκήματα διαφέροντα ἑτέρῳ, κατεδικάσθη καὶ ἐξώσθη τῆς πράσεως παραφυλάξας αὑτῷ τὸ δίκαιον τῆς προτιμήσεως ἐκποιουμένων, τοῦτο μὲν καὶ ἐκ τῆς ἀνακοινώσεως, τοῦτο δὲ καὶ ἐκ τῆς μὴ συστατικῶς ἀλλ᾽ ὡσανεὶ ἑκουσίως ἀποποιήσεως τῶν ἠγορασμένων. ὁ δὲ δικαιωθεὶς προσποιητὴν δωρεὰν τῶν οἰκημάτων πρὸς ἕτερον ἐποιήσατο, καὶ ἐνίσταται ἁπλὴν ποιήσασθαι δωρεάν. ἀλλ᾽ ὁ δικαστὴς ἐζήτει τὸ ἔγγραφον, καὶ ὁ λαβὼν τοῦτο οὐκ ἐπείσθη προκομίσαι, ἀλλ᾽ εἶπεν, ὅτι ἀπώλετο, τὴν δὲ δύναμιν αὐτοῦ ἔλεγε τοιαύτην, ἵνα συνοικῇ τῷ ἔχοντι τὰ οἰκήματα, καὶ ποιῇ τὴν πρόνοιαν αὐτοῦ πᾶσαν, καὶ μετὰ θάνατον αὐτοῦ παρέχῃ πρὸς οὓς ὁρίσει χρυσίου λίτρας ε. ἀλλ᾽ ὁ ἀντίδικος καίτοι βαρυνόμενος παρέστησε τὸν ταβουλάριον, καὶ οὕτω προεκόμισε τὸ σχεδάριον, ἐξ οὗ ἡ τελεία μετεγράφη, καὶ εὑρέθη ὁ λεγόμενος δωρήσασθαι συμφωνήσας χρῆσιν καταμονῆς ἔχειν εἰς ἓν τῶν οἰκημάτων, συνδιαιτᾶσθαι δὲ τῷ πρωτοσπαθαρίῳ, καὶ ἐπιχορηγεῖσθαι αὐτῷ παρ᾽ αὐτοῦ τὰς ἐνδυμενίας, καὶ διατρέφεσθαι ἄχρι περίεστι, καὶ ἀποροῦντος δίδοσθαι χρυσίου λίτρας ὁ ἐν οἷς ὁρίσει, μὴ βουλόμενον δὲ ἀποτρέφεσθαι καὶ ἐνδύεσθαι παρ᾿ αὐτοῦ παραυτίκα κομίζεσθαι παρ᾽ αὐτοῦ ἀπροφασίστως τὰς έ΄ λίτρας, καὶ ἔκτοτε μὴ ὑποκεῖσθαι τὸν πρωτοσπαθάριον πρὸς διατροφὴν καὶ ἐνδυμενίαν, καὶ τῆς χρίσεως δὲ τοῦ οἰκήματος ἀφιστάμενον λαμβάνειν λίτραν μίαν. ἐντεῦθεν [συνάγεται], ὡς ψευδῆ ἦσαν ἃ ἔλεγεν ὁ πρωτοσπαθάριος, ἡ δὲ δύναμις τοῦ ἐγγράφου δείκνυσιν ἀναμφήριστον κατασχηματισθῆναι δωρεὰν αἰτίᾳ πράσεως ἐπὶ περιγραφῇ καὶ νόμων καὶ προσώπων, διόπερ καὶ πρᾶσις [μᾶλλον] ἤπερι δωρεά τὸ τοιοῦτον ἔγγραφον. ἡ μὲν γὰρ σχηματισθεῖσα δωρεὰ ἐκ τοῦ προσποιητοῦ τρόπου ἐν ἴσῳ τοῖς μὴ πεπραγμένοις ἢ παραπεποιημένοις νενόμισται, ἡ δὲ δόσις· τοῦ χρυσίου, εἰ καὶ ἀνώνυμον ἢ καὶ ἀγνοούμενον ἔχει τὸ συνάλλαγμα, πρᾶσιν οὐ συνίστησι. φησὶ γὰρ ἐν τοῖς ἀποῤῥητοτέροις βι. κ ' τί. δ΄ κεφ. α καὶ β΄· Ἐὰν δανείσω σοι νομίσματα, ἵνα δῷς μοι πρᾶγμα, ὠνή ἐστι. καὶ „ὅτε ἀνώνυμον εἴη τὸ συνάλλαγμα· ἢ ὑπὲρ τὰ ὀνόματά ἐστι τὰ συναλλάγματα· δίδωμί σοι ἐπὶ τῷ λαβεῖν ἢ ἐπὶ τῷ ποιῆσαί τι, ἢ ποιῶ ἵνα λάβω, ἢ ποιῶ ἵνα ποιήσῃς. καὶ ἔνθα μὲν δίδωμι χρήματα διὰ τὸ λαβεῖν πρᾶγμα [ἀγορασία ἐστίν. ἔνθα δὲ δίδωμι πρᾶγμα διὰ τὸ λαβεῖν πρᾶγμα], περμουτατίων, τουτέστιν ἀνταλλαγή. ἔδοξεν οὖν πρᾶσις τὸ ἔγγραφον διὰ τὸ γινώσκεσθαι τοῖς νόμοις. φησὶ γὰρ ὁ νόμος εἰς βι. ιθ΄ τί. α κεφ. λβ'· „Εἰ μὲν εἰς τὸ παντελὲς γένηται πρᾶσις δωρεᾶς αἰτίᾳ, οὐκ ἔῤῥωται· εἰ δὲ δωρεᾶς αἰτίᾳ πραθῇ τι ἥττονος τιμήματος, ἰσχύει. ὅτι ἡ μὲν ἁπλῆ δωρεὰ ἀπηλλαγμένη ἐστὶ παντὸς τοῦ δοῦναί τι καὶ ποιῆσαι· ἡ δὲ μὴ τούτων ἀπηλλαγμένη, ἀλλὰ πρὸς δόσιν χρυσίου ἢ δωρεᾶς προσποίησιν κατασχηματισθεῖσα πρᾶσις καθαρά ἐστιν.

12

pr.Ὅτι ὁ ἥττονος τιμήματος ὠνούμενος κτῆμα καὶ μὴ τὸ δίκαιον διδοὺς τίμημα, ἐντὸς τετραετίας κινουμένης τῆς δίκης, ἐπιλογὴν ἔχει ἢ τὸ ὅλον τίμημα καταβαλεῖν καὶ τοὺς τόκους τοῦ μὴ καταβληθέντος τιμήματος καὶ παρακατασχεῖν τὸ κτῆμα, ἢ ἀντιστρέφειν μὲν τὸ κτῆμα, ἀναλαμβάνειν δὲ τὸ τίμημα, ὃ κατεβάλετο, ἀποδιδοὺς ἐκ τοῦ τιμήματος πρὸς τὸν πράτην καθαροὺς καρποὺς τοῦ περιττῶς κατεχομένου μέρους τοῦ κτήματος καὶ τὴν τιμὴν τῶν ἴσως παρ᾽ αὐτοῦ γεγονυιῶν καινοτομιῶν. καὶ ἡ τοιαύτη δίκη ἐκρίθη, ἐξωνησαμένου τοῦ πρωτοβεστιαρίου κτῆμα τῆς μονῆς δαβὶδ εἰς λίτρας έ· καὶ ἐτιμήθη ὕστερον λιτρῶν ιγ '. ἀλλὰ διὰ τὸν τόκον τοῦ μὴ καταβληθέντος τιμήματος καὶ τοὺς καρποὺς τοῦ περιττῶς κατ εχομένου μέρους τοῦ κτήματος παρὰ τοῦ ἀγοραστοῦ διαμφισβήτησαν οἱ κριταὶ τῷ μαγίστρῳ, διὰ τὸ μὴ ῥητῶς περὶ αὐτῶν λέγειν τὸν νόμον. ὁ δὲ συνεστήσατο τοῦτο ἐξ ἑτέρων νομίμων, καὶ τέλος ἔδοξε τοῦτο, ἵνα ὁ μὲν ἥττονος ἀγοράσας, γνωσθείσης τῆς περιγραφῆς, εἰ ἀποστῆναι βουληθῇ τοῦ κτήματος, μὴ εὐθύνεσθαι εἰς καρπούς· εἰ δὲ βουληθῇ ἐῤῥωμένην εἶναι τὴν πρᾶσιν· καθώς φησι τὸ νόμιμον ἤγουν κεφ. ξδ τοῦ ἱ τί. τοῦ ιθ΄ βι.· „Ἐάν τις τὸ ἴδιον πρᾶγμα ἐλαχίστου τιμήματος πωλήσῃ, δύναται τὸ τίμημα διδοὺς ἀναλαμβάνειν τὸ ἴδιον πρᾶγμα. ἐλάχιστον δὲ τίμημά ἐστὶ τὸ μὴ εἰς ἡμίσειαν διατίμησιν ἀναφερόμενον. ἐὰν δὲ ὁ ἀγοραστὴς ἐπιλέξηται τὸ λεῖπον τῷ δικαίῳ τιμήματι δοῦναι, ἔχειν αὐτὸν τὸ πεπραμμένον πρᾶγμα. τὸ αὐτὸ δὲ δίκαιον καὶ ἐπὶ τοῖς παισὶ τοῦ πράτου προβαινέτω.

13

pr.Ὅτι οἱ κληρικοὶ τοῦ ἁγίου πολυεύκτου, πωλουμένων οἰκημάτων, ἐφ᾽ οἷς εἶχεν ἡ ἐκκλησία ἀνακοίνωσιν, ἐδανείσαντο παρά τινος χρυσίον, καὶ δεδώκασιν ὑπὲρ ἀῤῥαβῶνος νομίσματα κδ΄, καὶ ἔλαβον τὰ οἰκήματα, ὅρον θέμενοι εἰς τὸ ἀποδοῦναι τὸ λεῖπον τίμημα. τοῦ δὲ ὅρου παρελθόντος, ἐπεὶ μήτε τὸ τίμημα ἴσχυον παρασχεῖν καὶ τῆς ἀγορασίας ἀποστῆναι ὤκνουν, καταδίκην ἐπενεγκεῖν αὐτοῖς ὠήθη δεῖν τὸ δικαστήριον εἴτ᾽ οὖν στέρησιν τοῦ ἀῤῥαβῶνος. οὐ γὰρ ἐνῆν εἰς ἀπέραντον θελήμασιν ἀστηρίκτοις καὶ ἰδιωτικοῖς τὸν νόμον ἕπεσθαι, τουναντίον δὲ μᾶλλον ἐχρῆν τοῖς νόμοις εἴκειν τὸν ἰδιώτην, καθ᾽ οὓς ὁ ἀγοραστὴς μὴ εὐσυνθετεῖν βουλόμενος τοῖς συνδόξασι μηδὲ θέλων τελειοῦν τὸ συνάλλαγμα τοὺς ἀῤῥαβῶνας ἀπόλλυσιν. πλὴν καὶ ἡ τοιαύτη ζημία εὐμεθόδως ἐκουφίσθη. ὁ γὰρ δανειστὴς θελήσας τὸ πᾶν καταβάλλεσθαι τίμημα τῶν οἰκημάτων, προσεκρούσθη ἀγοράσαι ταῦτα, ἐφ᾽ ᾧ ἐξεῖναι τοῖς κληρικοῖς καταβάλλουσι τίμημα ἄχρι μηνῶν δ΄ κυριεῦσαι τῶν οἰκημάτων· καὶ ὅρος ἐδόθη μῆνες δ΄, ἵνα εἰ μὴ ἐντὸς τούτων παράσχωσιν οἱ κληρικοὶ τὸ τίμημα, ἐκπέσωσι τῆς κεχαρισμένης αὐτοῖς προτιμήσεως, καὶ ὁ χαρτουλάριος ἀμετακινήτως δεσπόζη τῶν οἰκημάτων τούτων. καὶ τὸ τῆς ἐκκλησίας μέρος μηδεμίαν ἰσχὺν ἔχειν κατ᾿ αὐτοῦ ὡς ἐκ τῆς δυνάμεως τῆς ἀῤῥαβωνικῆς, συμφωνίας· ἤδη γὰρ αὕτη διὰ τὰς πολλὰς ὑπερθέσεις ἀνατέτραπται καὶ ὡς μηδὲ τὴν ἀρχὴν γεγονυῖα λελόγισται.

14

pr.Ὅτι ἐνδιαθήκως τὶς κατέλιπε τὴν χρῆσιν τοῦ οἴκου αὐτοῦ τῷ ἀδελφῷ μετὰ τὴν τελευτὴν αὐτοῦ μετὰ ἀποκατάστασιν τοῖς τοῦ ἑτέρου ἀδελφοῦ παισὶν, ἐπισκήψας, ῾εἰ μόνον μετὰ τελευτὴν τοῦ ἀδελφοῦ οἱ ἀδελφόπαιδες μὴ δυνατῶς ἔχοιεν περιέχεσθαι τοῦ οἴκου καὶ τὰ διατεθειμένα πληροῦν, ἐκποιεῖσθαι· καὶ οὕτως τὸν οἶκον καὶ περιόντων αὐτῶν οὐκ ἠθέλησεν, οὔτε ὁ ἀδελφὸς τοῦ οἴκου τὴν χρῆσιν λαβεῖν ἢ τὸ διὰ ταῦτα ἐπίταγμα προσίκατο, οὔτε δὲ ὁ τῶν ὑποκαταστάτων πάτὴρ νηπιαζόντων ἢ τῆς χρήσεως μεταποιήσασθαι ἠβουλήθὴ ἢ τοσοῦτον ἄχθος ἐπιφορτήσασθαι. καὶ ὁ μάγιστρος τὴν ἐκποίησιν ἐπέτρεψεν, εἰπών· τοῖς ἐπιτρόποις ἐξουσία τῶν οἰκημάτων ἐφεῖται, πρὸς ἀνάγκης ἔχουσι τοῖς ὡρισμένοις πέρας ἐπάγειν. καὶ τὰ λεγάτα κατὰ τοὺς τεθέντας ὅρους παρ᾽ ὁ αὐτοῦ καὶ καιροὺς διδόναι. οἵγε καὶ καλῶς τὸν οἶκον ἀποδώσουσι, μὴ τὸ σύνολον ἐκ τῆς διαθήκης εἰργόμενοι, ἀλλὰ τοὐναντίον ἐξ ἀποτελέσματος καὶ ἐπιτετραμμένοι τὴν ἐκποίησιν. οὐ γὰρ ἦν τὴν ἐντελῆ τῶν ὑποκαταστάτων ἡλικίαν ἀναμένειν τοὺς ἐπιτρόπους, ἵνα μὴ ἐτησίους δόσεις ἀργῆσαι συμβῇ· ἀλλ᾽ οὐδὲ ὁ διαθέμενος οὕτω τοῦτο γενέσθαι βεβούλοιτο, τὴν ἐν καιρῷ τῆς τῶν παίδων ἀφηλικιότητος ἀδυναμίαν σκοπεῖν τοὺς ἐπιτρόπους διαταξάμενος καὶ τὴν τοῦ οἴκου διάπρασιν ἐκτελεῖν.

15

pr.Ὅτι ὑπεσχέθη κτῆσις εἰς ὑπόβολον γυναικὶ, εἰς ἀπορίαν δὲ τοῦ ἀνδρὸς ἐληλακότος ἀφωρίσθη πρὸς αὐτὴν τὸ κτῆμα δικαστικῇ διαγνώσει εἰς μερικὴν ἱκάνωσιν τῆς προικός. καὶ ἡ γυνὴ μετὰ συναινέσεως τοῦ ἀνδρὸς διεπώλησε τὸ κτῆμα, καὶ ἐκ τοῦ τιμήματος τὸ μὲν τρίτον αὐτὴ παρακατέσχε, τὰ δὲ δύο μέρη παρέσχε πρὸς τοὺς υἱούς. καὶ ἐκινήθη δίκη παρὰ τῶν υἱῶν λεγόντων τὴν πρᾶσιν ἐν συνεστῶτι τῷ γάμῳ γεγονέναι, αὐτοὺς δὲ λαβεῖν μὲν τὰ νομίσματα προστάξει τῶν ἐχόντων αὐτοὺς ὑπεξουσίους, ἐκείνοις δὲ ταῦτα παρασχεῖν. ἔκρινε τοίνυν ὁδικαστὴς εἰπὼν, ἀνάγκην ἔχειν τὸν ἀγοραστὴν ἢ δεῖξαι ὡς [εἰς] ἱκάνωσιν προικὸς τὸ κτῆμα δικαστικῇ κρίσει παρελήφθη τῇ γυναικὶ, καὶ πάσης ἀπαλλαγείσῃ δίκης, εἰ καὶ ὁ ἀνὴρ τὸν βίον ἀπέλιπε, δι᾽ ὃν ἀνάγκην εἶχεν ἕως περιῆν τὸ κτῆμα ἀνεκποίητον τηρεῖν· ἢ ὡς πρὸς τοῦτο ἀτονήσει, ἐκεῖνο γοῦν συστῆσαι, ὡς τῆς τοῦ πατρὸς ἦσαν ἐλευθερούμενοι χειρὸς οἱ παῖδες, ὅτε τὰ νομίσματα πρὸς αυτοὺς ἐνεχειρίζοντο. οὕτως εἰπόντος τοῦ δικαστοῦ, ὁ μὲν εἷς τῶν παίδων κατεδικάσθη, προκομισθείσης ἀποδείξεως αὐτοῦ διεξιούσης; ὡς αὐτὸς τὸ χρυσίον ἀπείληφεν αὐτεξούσιος ὤν· ὁ δὲ δεύτερος παῖς ἐδικαιώθη λαβεῖν τὸ τρίτον τοῦ κτήματος, ὅρκον ὑποσχὼν, [ὡς] οὐκ ἀπελύθη τῆς τοῦ πατρὸς ἐξουσίας, οὐδὲ τὰ νομίσματα οἰκεῖον ἔθετο κέρδος.

16

pr.Ὅτι τοῦ πεπραμμένου παρά τινος ἐκνικηθέντος, καὶ μὴν κινοῦντος τοῦ ἀγοραστοῦ κατὰ τοῦ πράτου περὶ ἐκνικήσεως, ὁ πράτης δεδιὼς τὸν περὶ τῶν τόκων λόγον ἐκίνησε κατὰ τοῦ ἀγοραστοῦ τῶν ἐπιτρόπων, ἵνα προθήσουσι τὰς οἰκείας δικαιολογίας. καὶ ὁ μάγιστρος ἐσημειώσατο, καὶ ἡ δίκη ἐτμήθη τυχοῦσα νομίμου ἀποφάσεως. καὶ γὰρ οὔτε ἄκοντας τοὺς ἐπιτρόπους ἐν ἀλλοτρίῳ τόπῳ τὰς ὑπὲρ τοῦ ἀφήλικος ἐγγυμνάζειν ἠνάγκασεν ἀγωγὰς μὴ ἐπιφερομένους δικαιώματα, οὔτ᾽ αὖ πάλιν λέγοντας ἔχειν δίκην περὶ δεφενσίωνος καὶ ἀπειλοῦντας ἐκ παντὸς μέλλειν ταύτας κινεῖν εἴασεν ἡσυχάζειν ἐπὶ περιγραφῇ τοῦ πράτου. ἀλλὰ τοῖς μὲν ἀφῆκε τὴν δεδομένην αὐτοῖς ἐξουσίαν τοῦ κινεῖν τὴν δίκην ὅτε βούλοιντο κατὰ [τὸ] τοῖς νόμοις δοκοῦν· ἐκ τῶν ἐνόντων δὲ τοῖς ἐναγομένοις ἐβοήθησε, δοκιμάσας, εἰ μὴ ἀπὸ τοῦ δεῖνος μηνὸς κινήσαιεν οἱ ἐπίτροποι τὴν δίκην κατὰ τοῦ πράτου ἐντὸς δ΄ μηνῶν, ἐλεύθερον αὐτὸν εἶναι τῆς εἰς τὸ ἑξῆς περὶ καρπῶν ἢ τόκων εὐθύνης, ὡς οὐ παρ᾽ αἰτίαν αὐτοῦ τῆς δίκης παρεκτεινομένης. ὅπερ μέντοι ἀπὸ τοῦ καιροῦ τῆς ἐκνικήσεως τοῦ κτήματος προσγέγονε δίκαιον τῷ ἀγοραστῇ μέχρι τῆσδε τῆς ἡμέρας, εἴτε ὡς ἐκ τοῦ τῆς πράσεως συμφώνου εἴτε ἄλλοθεν, τοῦτο ἔχειν ἀπαράτρωτον καὶ ἀμείωτον τὸν κληρονόμον καὶ τὸ μέρος αὐτοῦ.

17

pr.Ὅτι καὶ „ὁ ἀγοράζων ἐνέχυρον οὐκ ἔχει κατὰ τοῦ πράτου περὶ ἐκνικήσεως. ὁ μέντοι δανειστὴς πωλήσας ἐξ ἑτέρας αἰτίας [οὐ] δύναται αὐτὸ ἐκδικεῖν. πλατέως· τοῦτό φησιν, ὅταν μὴ τοῦτο ἰδικῶς συνεφώνησε, καὶ ἔνθα τὶς ὡς ἀλλότριον αὐτὸ ἐκδικεῖ, οὐ μὴν ὡς προγενέστερος δανειστής· τότε γὰρ ὑπόκειται ἐκνικήσει. πρὸς τούτοις καὶ ὁ εἰδὼς ἐλάττωμα τοῦ πράγματος καὶ μὴ προμηνύσας, κατέχεται τῷ ἀγοραστῇ. ὡς βι. ἡ τοῦ κώδ. τί. με διάτ. α΄ καὶ β΄.

18

pr.Κεφ. ιβ '· „Ἐὰν ὁ δανειστὴς ἀλλότριον ὑποτεθὲν αὐτῷ πωλήσει, μὴ ὁμολογήσας περὶ ἐκνικήσεως, ἐλευθεροῦται ὁ χρεώστης· εἴ τι γὰρ κατὰ πρόφασιν αὐτοῦ λάβῃ ὁ δανειστὴς, αὐτῷ λογίζεται. τυχὸν γὰρ πλείονας καρποὺς ἀπῄτησε τὸν ὑποθήσαντα. εἰ δὲ καὶ τὸ ὑποτεθὲν ἀλλότριον ὂν ἐκδικήσει παρὰ τοῦ δεσπότου, ὀφφικίῳ τοῦ δικαστοῦ ἀναγκάζεται τὸ χρέος λαμβάνων ἀποκαταστῆσαι τῷ χρεώστῃ τὸ πρᾶγμα: ἐλευθερούμενος δὲ ὁ χρεώστης ἐνέχεται τῷ δεσπότῃ τοῦ πράγματος ἢ τῷ ἀγοραστῇ μετὰ τὴν ἐκνίκησιν. εἰ δὲ ὁ δανειστὴς ἐπὶ τῇ ἀποκαταστάσει τοῦ τιμήματος ἐνέχεται, ἤρτηται ἡ ἐλευθερία τοῦ χρεώστου, καὶ οὐδὲν ἀπαιτεῖται, ἕως ἂν ἐναχθεὶς ὁ δανειστὴς τῇ ἐπὶ τῇ πράσει ἀγωγῇ παράσχῃ.

19

pr.Κεφ. ιζ'ι· „Τὸ ἀπὸ τῆς καταδίκης ἐνέχυρον ἡ τάξις πιπρασκέτω. εἴγε οὖν μηδεὶς εὑρεθῇ ὁ ἀγοράζων, εἴτε ἥττονος εὑρεθῇ, καὶ βουληθῇ ὁ νενικηκὼς ὑπερθεματίζων ἀγοράσαι, ἐξέσται αὐτῷ τοῦτο ποιῆσαι ὥσπερ ἐξωτικῷ.

20

pr.Καὶ βι. κβ΄ τί. α κεφ. πβ· „Ἐὰν ὁ ἀνὴρ βουλόμενος δωρήσασθαι τῇ γυναικὶ τοιαύτην εὗρε μέθοδον, ἵνα ἀγοράσῃ πρᾶγμα καὶ γένηται τὸ ἔγγραφον ὡς δῆθεν τῆς γυναικὸς ἀγορασάσης, οὐ πιστεύομεν τῷ ἐγγράφῳ ἀλλὰ τῇ ἀληθείᾳ· καὶ δύναται ὁ ἀνὴρ ὡς ἀπὸ δωρεᾶς ἀνυποστάτου τὸν ἀγρὸν ἐκνικῆσαι παρὰ τῆς γυναικός.

21

pr.Καὶ βι. ιθ ' τί. ί κεφ. α΄ θέ. δ΄'· Τὰ προφανῆ πάθη καὶ τὰ αἴτια προλέγειν [οὐκ ἐστὶν] ἀναγκαῖον. τοῦ πλάτους· ἔνθα δύνανται διὰ τεκμηρίων δηλοῦσθαι. ἐνταῦθα γὰρ αὐτὸς ἑαυτὸν ὁ ἀγοραστὴς ἀπατᾷ, καὶ οὐχ ὁ πράτης.

22

pr.Καὶ κεφ. [α΄]· „Τὰ σωματικὰ αἴτια τὴν ἀναστρέφουσαν τὸ πραθὲν εἰσάγει· [ἐπὶ] δὲ τοῖς ψυχικοῖς ἡ κατὰ τῆς πράσεως ἐπὶ μειώσει τοῦ τιμήματος ἀγωγὴ ἁρμόζει. σωματικὰ πάθη εἰσὶ τὰ φαινόμενα, ὡς ἡ τύφλωσις, ἡ φθίσις καὶ τὰ ἐμποδίζοντα τῇ χρήσει καὶ τῇ ὑπουργίᾳ· ψυχικὰ δὲ οἷον δειλὸς, ἐπιθυμητὴς, κωφός, δεισιδαίμων, ὀργίλος, καταφρονητὴς καὶ τὰ ὅμοια.

23

pr.Κεφ. δ΄ θέ. έ· „Τὰ δειλὰ καὶ λακτιστικὰ τῶν ζώων οὐκ εἰσὶν ἐμπαθῆ· ψιχικὰ γάρ εἰσιν αἴτια. ἐὰν οὖν μόνον ψυχικόν ἐστι τὸ αἴτιον, οὐκ ἔχει [χώραν] ἡ ἀναστρέφουσα τὸ πραθὲν ἀγωγὴ, εἰ μὴ προεῖπεν ὁ πράτης ἀπεῖναι αὐτό· ἁρμόζει δὲ τὸ μειωθῆναι τὸ τίμημα. εἰ δὲ σωματικόν ἐστιν ἢ κοινὸν ψυχῆς καὶ σώματος, χώρα τῷ ἀντιστραφῆναι τὸ πραθέν.

24

pr.Ὅτι « δύναται ὁ πράτης ἓν πάθος ὑπεξελεῖν καὶ περὶ τῶν λοιπῶν τῆς ὑγείας ἐπαγγέλλεσθαι. εἰ μέντοι τὸ πάθος εἰδὼς ἐπίτηδες σιωπήσει, ἐκβάλλεται τῇ τοῦ δόλου παραγραφῇ. σχόλιον· Κεχρημένος γὰρ τῇ τῆς ὑπεξαιρέσεως εὑρίσκει ἀν τιτιθεμένην αὐτῷ δόλου παραγραφήν. δοκεῖ γὰρ δόλον ποιεῖν ἐν ᾧ τὸ πάθος εἰδὼς μὴ εἶπε τοῦτο ἐν τῇ ὑπεξαιρέσει. καὶ κανών ἐστιν ὁ λέγων· ἡ ἀσάφεια τὸν μὲν πράτην βλάπτει, τὸν δὲ ἀγοραστὴν ὠφελεῖ.

25

pr.„Ἐπὶ νόσου προφανοῦς ὁ πράτης οὐκ εὐθύνεται, οἷον ἐὰν τυφλὸς πραθῇ ἢ ἐπικίνδυνον οὐλὴν ἔχων ἐν φανερῷ κατὰ τῆς κεφαλῆς ἢ ἄλλου μέλους. τὸ γὰρ δόγμα περὶ ἐκείνων διαλαμβάνει τῶν παθῶν καὶ αἰτίων, ἅτινά τις ἠγνόησε ἢ ἀγνοῆσαι ἐδύνατο.

26

pr.Καὶ κεφ. [ιζʹ]· „Φυγάς ἐστιν ὁ ἐπὶ τὸ φυγεῖν ἔξω τῆς οἰκίας τοῦ δεσπότου [κρύψας ἑαυτὸν], κἂν μεταμεληθεὶς ὑπέστρεψε. τοῦ πλάτους· „τὸ γὰρ πταῖσμα καὶ τὸ αἴτιον τῆς φυγῆς οὐ λύει μετάμελος, καὶ ἡ διάθεσις κρίνεται ἐπὶ τῆς φυγῆς καὶ οὐ τὸ πρᾶγμα.

27

pr.Θέματι τελευταίῳ· „Ἐάν τι προσεῖναι τῷ δούλῳ χρήσιμον ὁ πράτης διαβεβαιώσηται, τυχὸν ὅτι σπουδαῖος ἢ ποριστικὸς, οὐκ εἰς ἄκρον ἀπαιτοῦμεν αὐτὰ προσεῖναι, ἀλλὰ μέσως. εἰ μέντοι τὰ ἐναντία τῶν βεβαιωθέντων ἔχων εὑρεθῇ, κινεῖ ὁ ἀγοραστὴς τὴν ἀντιστρέφουσαν τὸ πραθὲν ἢ τὴν μειοῦσαν τὸ τίμημα ἀγωγήν. σχόλιον· „τὰ αὐτὰ λέγει καὶ ἐπὶ παντὸς, ὅπερ ὁ πράτης ἐπαγγελλόμενος ἔτυχεν.

28

pr.Καὶ κεφ. ιή θέ. β΄. „Ὁ εἰπὼν ἄριστον μάγειρον εἶναι τὸν δοῦλον, χρεωστεῖ ἄριστον μάγειρον παρασχεῖν. ὁ δὲ μάγειρον ἁπλῶς εἰπὼν, καὶ μέσον δίδωσι. καὶ ἐπὶ τῶν λοιπῶν τεχνῶν τὸ αὐτό. καὶ ἐὰν ἁπλῶς εἴποι τὸν δοῦλον ἔχειν πεκούλιον, ἀρκεῖ γὰρ καὶ τὸ ἐλάχιστον ἔχειν.

29

pr.Θέ. γ΄ 2· „Τὰ εἰς ἔπαινον τοῦ δούλου λεγόμενα τὸν πράτην οὐκ ἐνοχοποιεῖ, οἷον ὅτι χρηστὸς ὁ δοῦλος καὶ ἀπαθής· εἰ μέντοι εἶπεν μὴ εἶναι αὐτὸν κοττιστὴν ἢ κλέπτην, ἢ μηδέποτε πρὸς ἀνδριάντα πεφευγέναι, χρεωστεῖ τοιοῦτὸν αὐτὸν δοῦναι.

30

pr.Θέ. δ΄· „Οὐ τὰ ἐπὶ κομπασμῷ λεγόμενα ἢ ἐπαγγελλόμενα δοκεῖ λέγεσθαι, ἀλλὰ τὰ λεγόμενα ἐπὶ τῷ παρασχεθῆναι.

31

pr.Καὶ θέ. ε· „Ὁ ἐπαγγελλόμενος τεχνίτην οὐκ ἄκρον, ἀλλὰ μεμιημένον τεχνίτην λέγει. ἐκ τοῦ πλάτους· „ἀλλ᾽ οὔτε τουναντίον ἀμαθῆ καθάπαξ τῆς τέχνης τῆς ἐπηγγελμένης τῷ ἠγορακότι.

32

pr.Καὶ θέ. ς΄· „Ἡ ἀγωγὴ ἁρμόζει καὶ τῷ ἀγοραστῇ καὶ πᾶσιν οἷς διαφέρει καὶ τοῖς εἰς ὁλόκληρον διαδόχοις αὐτοῦ. ἀγοραστὴς δὲ ἐστιν ὁ τὸ τίμημα δούς. ἐπὶ δὲ τῆς ἀνταλλαγῆς ἑκάτερος καὶ ἀγοραστὴς καὶ πράτης ἐστὶ, καὶ κινεῖ ἐκ τοῦ παρόντος νόμου.

33

pr.Θέ. ζ΄. Εἴσω ἓξ μηνῶν συναπτῶν, ἀριθμουμένων ἀπὸ τοῦ καιροῦ τῆς πράσεως, ἡ ἀναστρέφουσα τὸ πραθὲν ἀγωγὴ κινεῖται, ἡ δὲ μειοῦσα τὸ τίμημα ἐντὸς συναπτοῦ ἐνιαυτοῦ. εἰ δέ τι ἐλέχθη ἢ ἐπηγγέλθη, ἔκτοτε ἁρμόζει. „εἰ μέντοι πρὸ τῆς πράσεως γέγονεν᾽ ἐπαγγελία, μετὰ δέ τινας ἡμέρας ἐπερώτησις, ἐκ τῆς προτέρας αἰτίας παραχρῆμα δύναται κινεῖν. τοῦ πλάτους· „ἐκ τοῦ καιροῦ τῆς ἐπαγγελίας τρέχει ὁ χρόνος. ἐπὶ δὲ τῆς μετὰ τὴν ἐπαγγελίαν ἐπερωτήσεως τῆς πρὸ τῆς πράσεως γενομένης, τότε οὐκ ἐκ τοῦ καιροῦ τῆς πράσεως τρέχει ὁ χρόνος· ἀπὸ γὰρ τοῦ καιροῦ τῆς ἐπερωτήσεως ἔνοχος ἐκ τῆς προτέρας αἰτίας ὁ πράτης ἤρξατο γίνεσθαι. προτέρα δέ ἐστιν αἰτία ἡ πρὸ τῆς ἐπερωτήσεως. ζήτει κεφ. ιθ ' καὶ κθ ' λέγον τὰ ὅμοια καὶ περὶ ὑποζυγίων.

34

pr.Καὶ κεφ. κ΄΄ θέ. ζ· „Ἡ ἀναστρέφουσα τὸ πραθὲν ἀγωγὴ τρόπον τινὰ καὶ τὸν πράτην καὶ τὸν ἀγοραστὴν εἰς ἀκέ-, ραιον ἀποκαθίστησιν. ὅθεν ἐὰν ἐκ τοῦ ἀγοραστοῦ κλέψῃ τὶ ὁ δοῦλος ἢ ἐξ ἑτέρου, καὶ παράσχῃ τὶ διὰ τοῦτο ὁ ἀγοραστὴς, οὐκ ἄλλως ἀποδοῦναι τὸν δοῦλον κελεύεται, εἰ μὴ τὸ ἀζήμιον ὑποστῇ παρὰ τοῦ πράτου. εἰ δὲ μὴ θέλει αὐτὸν ἀναλαβεῖν ὁ πράτης, οὐκ ἀναγκάζεταί τι παρασχεῖν, οὔτε περαιτέρω τῆς τιμῆς αὐτοῦ ζημιωθῆναι. πταῖσμα γάρ ἐστι τοῦ ἀγοραστοῦ, ὃς δυνάμενος εἰς θεραπείαν τῆς ζημίας ἐκδοῦναι τὸν δοῦλον δέδωκε τὴν ἀποτίμησιν τῆς δίκης.

35

pr.Κεφ. κδ΄· Ὅτι „γενικῶς εἴ τι ὁ ἀγοραστὴς διὰ τοῦ δούλου ἐκτήσατο μὴ ἐκ τῶν πραγμάτων αὑτοῦ, ἀναστρέφων πρὸς τὸν πράτην αὐτοῦ ἀποδίδωσιν.

36

pr.Καὶ κεφ. κζ· „Οὐ μόνον καὶ τὴν τιμὴν καὶ τοὺς τόκους λαμβάνει, ἀλλὰ καὶ εἴ τι χάριν τῆς ἀγορασίας τέλος φερόμενον πρὸς τὸν ἀγοραστὴν ἔδωκεν, λαμβάνει αὐτό. ἀζημίως γὰρ ἀναχώρεῖ.

37

pr.Καὶ κεφ. ιθ΄΄· „Εἰ μὴ ὁ πράτης ἠσφαλίσατο περὶ τῶν κεφαλαίων τῆς αἰδιλικίας, ἐνάγεται τῇ ἀναστρεφούσῃ τὸ πραθὲν ἀγωγῇ εἴσω δύο μηνῶν, ἢ τῇ τὸ τίμημα μειούσῃ εἴσω ἓξ μηνῶν. ζήτει καὶ κεφ. ιε τοῦ κθ ' τί. θέ. α΄.

38

pr.„Ἐὰν πολλοὶ τοῦ πράτου κληρονομήσουσιν, ἑκάστῳ πρὸς τὴν κληρονομίαν ἀναστρέφεται. εἰ δὲ καὶ πολλοὶ δοῦλον ἀγοράσουσιν ἢ πωλήσουσιν, εἰ μὲν εἰς ὁλόκληρον ὡς πολλοὶ ὑπεύθυνοι, ἑκάστῳ εἰς ὁλόκληρον ἀναστρέφεται καὶ ἕκαστος ἀναστρέφει· εἰ δὲ εἰς ἀνὰ μέρος ἠγόρασαν ἢ πεπράκασι, πρὸς τὰ μέρη κινοῦσι, καὶ δύναται ὁ μὲν τὴν ἀναστρέφουσαν τὸ πραθὲν, ὁ δὲ τὴν μειοῦσαν ἀγωγὴν κινεῖν.

39

pr.Θέ. τελευτ. Καλῶς συμφωνεῖ ὁ ἀγοραστὴς εἴσω προθεσμίας ἢ καὶ διηνεκῶς ἀναδοῦναι τὸ ἀγορασθὲν ἀπαρέσκον αὐτῷ. εἰ δὲ μὴ λεχθῇ χρόνος, ἔχει ἀγωγὴν εἰς τὸ ἀναδοῦναι ἐντὸς ξ΄ ἡμερῶν συναπτῶν, καὶ μετὰ τὰς ξ΄ ἡμέρας ἐξ εὐλόγου αἰτίας. εἰκὸς γὰρ [ὑπέρθεσιν] ἐποίησεν ὁ πράτης ἢ οὐ παρῆν ἀναλαβεῖν ὀφείλων ἢ εὔλογόν τι παρενέπεσε. καὶ ἐν ταύταις δὲ ταῖς ἀγωγαῖς παραφυλάττομεν τὰ εἰρημένα περὶ τοκετοῦ καὶ καρπῶν καὶ τῶν προσθηκῶν καὶ τοῦ θανάτου τοῦ δούλου. τὸ αὐτὸ καὶ ἐπὶ ὑποζυγίων. ζήτει κεφ. ιθ΄.

40

pr.Ὅτι᾿ ὅταν πραθῶσιν ἀγροὶ καὶ τὰ ἐν τούτοις ἀνδράποδα, ἤτοι ἀγροὶ καὶ οἱ ἐν τούτοις πίθοι, καὶ τὰ λοιπὰ ὁμοίως ῥητῶς πωλούμενα καὶ αἱ προσθῆκαι τούτων, τότε ἀναγκάζεται ὁ πράτης ἐπερωτᾶσθαι ἢ προλέγειν περὶ τῆς προσθήκης· οἷον, ἐὰν πωλήσω δοῦλον μετὰ τοῦ πεκουλίου αὐτοῦ, ὑγιεινὰ παρασχεῖν τὰ ἐν τῷ πεκουλίῳ ἀνδράποδα. ἐπὶ δὲ τῶν οἱωνδήποτε ἐστὶν, ὅτι, εἰ πωλήσει τὶς κληρονομίαν ἢ ἀγρὸν μετὰ τῆς ἐξοπλίσεως αὐτοῦ, οὐδὲ τὰ ἐν τῷ ἐξοπλισμῷ τοῦ ἀγροῦ [] ἐν τῇ κληρονομίᾳ ἀνδράποδα χρεωστεῖ ὑγιεινὰ παρᾶσχεῖν. ζήτει κεφ. κγ΄.

41

pr.Καὶ κεφ. κέ΄ σ· Ὅτι ὅταν πολλὰ πράγματα τοῦ [αὐτοῦ] γένους πραθῇ, οἷον κωμῳδοὶ, χορὸς, τέθριππον, τότε διὰ τὸ πάθος τοῦ ἑνὸς ἀναστρέφονται πάντα, κἂν διηρημένως τιμηθῇ. ἀνωφελῆ γάρ εἰσι διαιρούμενα καὶ τῷ πράτῃ καὶ τῷ ἀγοραστῇ· καὶ ὅτε [διὰ] διάθεσιν ἢ εὐσέβειαν οὐ δύναται χωρισθῆναι, οἷον ἀδελφὸς ἀπὸ ἀδελφοῦ, υἱὸς ἀπὸ γονέων, ἀνὴρ ἀπὸ γυναικός.

42

pr.Κεφ. κέ·, Εάν τις ὡς νεώνητον πωλήσῃ τὸν ἤδη δουλεύσαντα, ὑπόκειται τῇ ἀναστροφῇ. σπεύδουσι γὰρ οἱ ἄνθρωποι τοὺς νεωνήτους λαμβάνειν, ὡς δυναμένους διδάσκεσθαι, καὶ πρὸς ἄλλους μεταφέρεσθαι τρόπους.

43

pr.Κεφ. μέ· „Εἰ μὲν μὴ ἀποδίδωσιν ὁ πράτης τὸ τίμημα καὶ τὰς προσθήκας καὶ ἐλευθεροῖ τὸν δ᾽ αὐτὸν ἐνοχοποιηθέντα, εἰς τὸ διπλοῦν τοῦ τιμήματος καὶ τῆς προσθήκης καταδικάζεται τῇ περὶ τῆς ἀναστροφῆς ἀγωγῇ. εἰ δὲ ταῦτα ποιεῖ, εἰς τὸ ἁπλοῦν καταδικάζεται. Σχόλιον· „Προσθήκας τὰς μετὰ τὴν δουλείαν προστεθείσας φησὶν, οἷον πεκούλιον ἢ φέλωνην ἢ ἕτερον τοιοῦτον ἐνοχοποιηθὲν ἢ τὰ κατ᾿ ἐντολὴν τοῦ ἀγοραστοῦ ἐρωτηθέντα᾽ αὐτῷ περὶ τοῦ τιμήματος, ἢ τυχὸν εἰ ἐναχθέντος τοῦ ἀγοραστοῦ διὰ τὸν δοῦλον οὐ πείθεται ὁ πράτης ἀσφαλίσασθαι ποιῆσαι τὸ ἀζήμιον αὐτῷ.

44

pr.Κεφ. λές θέ. γ· „Ὁ τῇ παραδρομῇ τῶν ἓξ μηνῶν τῆς περὶ ἀναστροφῆς ἀγωγῆς ἐκβληθεὶς δύναται κινεῖν τὴν περί τῆς μειώσεως τοῦ τιμήματος ἐντὸς ἐνιαυτοῦ. Τοῦ πλάτους· „τοῦτο νόησον· ἐν ᾧ ὁ πράτης ἠσφαλίσατο ἐπὶ τοῖς ἐκνικήσεως κεφαλαίοις. μὴ ἀσφαλισαμένου γὰρ αὐτοῦ ἰδικῶς ἀλλὰ σιωπήσαντος, τότε τὴν ῥεδνιβιτορίαν ἐντὸς δύο μηνῶν εἶχεν ὁ ἀγοραστής.

45

pr.„Ἐὰν παρ᾽ ἐμοῦ κλέψῃ ὁ δοῦλός μου, οὐκ ἐστὶν ἀναγκαῖον τοῦτο προλέγειν ἐν τῇ πράσει· οὔτε ἐκ τούτου ἁρμόζει ἡ ἀναστροφή. εἰ δὲ εἴπω, μὴ εἶναι αὐτὸν κλέπτην, ἐνέχομαι.

46

pr.„Ὁ καλῇ αἱρέσει πραθεὶς καὶ φυγὼν οὐ ποιεῖ χώραν τῇ ἀναστροφῇ, εἰ μὴ καὶ πρὸ τούτου ἔφυγεν.

47

pr.„Ἐπειδὴ ὡρισμένος ἐστὶ χρόνος ἓξ μηνῶν τῆς περὶ ἀναστροφῆς ἀγωγῆς, οὐ δοκεῖ εὐχέρειαν ἐσχηκέναι τοῦ κινῆσαι ὁ τὸ λανθάνον αἴτιον τοῦ φυγάδος ἀγνοήσας. ἡ μέντοι [ἀνειμένη] ἄγνοια τοῦ ἀγοραστοῦ οὐ βοηθεῖται. Τοῦ πλάτους· „Ἐφ᾿ ὅσον τὶς ἠγνόει τὸν οἰκέτην ὄντα φυγάδα, οὐ τρέχουσιν αὐτῷ οἱ χρόνοι. πῶς γὰρ ἐδύνατο κινεῖν ὁ μηδὲ γινώσκων τὸ πάθος; τοῦτο δὲ τότε [οὐ] κρατεῖ, ὅτε ἐπιμελὴς ἀνὴρ δύναται γνῶναι τὸ αἴτιον, αὐτὸς δὲ ῥᾴθυμος ὢν ὁ ἀγοραστὴς οὐκ ἔγνω. οἱ γὰρ ἓξ μῆνες συναπτοί εἰσιν καὶ ἐξ ἐκείνου τρέχουσι τοῦ χρόνου, ἐξ οὗ τις ἐπιμελὴς ἀνὴρ ἐδύνατο γνῶναι τὸ πάθος.

48

pr.„Ἐὰν ὁ φυγὼν συλληφθεὶς παρουσίᾳ τινῶν ἀξιοπίστων εἴπῃ ἐρωτώμενος, καὶ παρὰ τῷ πράτῃ τοῦτο πεποιηκέναι, πιστεύεται συντρεχόντων καὶ ἑτέρων τεκμηρίων.

49

pr.„Ἐάν τις πωλήσῃ φυγάδα δοῦλον μὴ ἀγνοήσας αὐ τὸν φυγάδα εἶναι, κατέχεται εἰς τὴν τιμὴν καὶ εἰς τὴν ἔξωθεν βλάβην.

50

pr.„Ἡ μετὰ τὴν πρᾶσιν φυγὴ, εἰ μὴ δείκνυται καὶ πρὸ τῆς πράσεως πεφευγὼς, οὐδὲν τὸν πράτην βλάπτει. ἐὰν δὲ ὁ πράτης ἐπηγγείλατο, μηδὲ μετὰ τὴν πρᾶσιν ὑπαίτιον εἶναι τὸν οἰκέτην, εἰ καὶ ἀδύνατόν ἐστιν, ὅμως διὰ τὴν τοῦ συναλλάγματος δύναμιν κατέχεται ὁ πράτης περὶ τούτου τοῦ συμφώνου. εἰ δὲ ὁ φυγὼν οἰκέτης πρὸς τὸν πράτην ἀναστρέψει, ὁ δικαστὴς τὴν ἀλήθειαν ἐκζητήσας δίδωσιν ἀπόφασιν.

51

pr.„Ὁ κατὰ βίαν πρᾶγμα πεπρακὼς δύναται ἀναδιδοὺς ὅπερ ἔλαβε τίμημα τὴν κατὰ βίαν γενομένην πρᾶσιν ἀνατρέπειν· καὶ οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ὁ κληρονόμος αὐτοῦ.

52

pr.„Κἂν τὰ μάλιστα διπλάσιον προσφέρει ὁ πράτης τῷ ἀγοραστῇ εἰς τὸ ἀναστρέψαι τὴν πρᾶσιν, ὅμως ἄκων οὐ συνωθεῖται.

53

pr.„Ἐὰν ἐξ ἀρχῆς φανερὸν μὲν τίμημα ὁρισθῇ, ἐν δὲ τῇ καταβολῇ ἕτερον ἀντὶ τοῦ τιμήματος καταβληθῇ, ἔῤῥωται ἡ πρᾶσις. οὐδὲ γὰρ ζητοῦμεν φανερὸν καταβληθῆναι τίμημα, ἀλλὰ συμφωνηθῆναι· ἐν δὲ τῇ καταβολῇ ἔξεστι τῷ πράτῃ ὃ βούλεται λαβεῖν.

54

pr.„Ὁ πράτης τὸν δόλον τοῦ ἀγοραστοῦ ἐν τῷ καιρῷ τοῦ συναλλάγματος ἀγνοήσας, δύναται ἀναλαμβάνεσθαι. εἰ δὲ εἰδὼς συνήλλαξεν, οὐκέτι δύναται βοηθεῖσθαι. ἐὰν δὲ τὸ συναρέσαν τίμημα μὴ δείκνυται καταβληθὲν ἢ ἐχειρογραφήθη ἀντιλογισθῆναι αὐτῷ εἰς ποσότητα χρέους κατὰ πλάνην γενομένου, τοῦτο ἀποδοθῆναι ὀρθῶς αἰτεῖται.

55

pr.„Εἴ τις ὡς μεῖζον τῶν κέ ἐνιαυτῶν καὶ ἐπιτηδείως διοικῆσαι τὴν ἰδίαν φαμιλίαν δοκιμασθεὶς κτήματα, εἰ καὶ πόῤῥω διακείμενα, πωλήσει εὐτελεστέρου τιμήματος ὀνόματι ἀναλήψεως τοῦ πραθέντος πράγματος εὐπορίαν μηδαμῶς ἐπικτάσθω, μηδὲ ματαίαις συντρίβειν ἀγωγαῖς συγχωρείσθω, ἵνα αἰτιᾶται ἀγνώστους ἑαυτῷ τὰς τῶν τόπων δυνάμεις, ὅστις τῆς οὐσίας αὐτοῦ τὴν δύναμιν εἰδέναι καὶ τὰ ἀξιώματα καὶ τὰ κέρδη ὀφείλει.

56

pr.„Ὅτε διὰ χρέα δημόσια πρᾶσις γίνεται, τὸ ἀληθὲς τίμημα τῷ πράτῃ παρέχεσθαι ὀφείλει.

57

pr.Εάν τις ἐκφεύγων δημοσίας λειτουργίας πόλεως πωλήσῃ ἴδια πράγματα, ἵνὰ ἥττονα λειτουργήσῃ, καὶ τὸ συνάλ λαγμα ἄχρηστον, καὶ ὁ ἀγοραστὴς τὸ τίμημα, ὅπερ ἐπηγγείλατο παρέχειν, τῇ πόλει καταβάλλει.

58

pr.Τοῦ δημοσίου πιπράσκοντος ἢ ἄργυρον ἢ ἐσθήματά τινα μὴ ἐξέστω τοῖς παλατίνοις ἀγοράζειν· εἰ δὲ ἀγοράσωσι, τὸ τίμημα ζημιούσθωσαν.

59

pr.Βι. ιθ ' τί. ιά κεφ. γ΄λ· „Τὸ πεκούλιον οὐκ ἀκολουθεῖ τῷ πιπρασκομένῳ δούλῳ.

60

pr.Κεφ. ια· „Ἐὰν τὸν πραθέντα σοι ἀγρὸν φιλοτιμήσηταί τινι ὁ βασιλεὺς ἢ κελεύσῃ πραθῆναι, οὐκ ἔχεις ἐπὶ τῷ τιμήματι ἀγωγήν. αἱ γὰρ μετὰ τὴν πρᾶσιν συμβαίνουσαι τυχηραὶ τῆς ἐκνικήσεως αἰτίαι πρὸς τὸν πράτην οὐ φέρονται.

61

pr.„Ὁ ὁμολογήσας μὴ ὑποκεῖσθαι ἐνοχῇ τὸν δοῦλον, οὐκ ἐνέχεται διὰ τὰ δημόσια ἁμαρτήματα.

62

pr.Τοῦ πλάτους· „Ὅτι ὁ πιπρασκόμενον τὸ ἴδιον ὁρῶν καὶ μὴ ἀντιλέγων αὐτὸς πρωτοτύπως πιπράσκειν δοκεῖ, καὶ ὑπόκειται τῇ ἐκνικήσει τοῦ πράγματος.

63

pr.„Ἡ καλλονὴ τοῦ ἐκνικηθέντος μέρους σκοπεῖται, ἥτις ἦν ἐν τῷ καιρῷ τῆς πράσεως, οὐ μὴν τῆς ἐκνικήσεως. εἰ δὲ μετὰ ταῦτα γέγονε πρόσκλυσις ἤτοι προσθήκη, τῷ καιρῷ τῆς προσθήκης προσέχομεν. δουλείας δὲ ἐκνικηθείσης τοῦ ἀγροῦ χρὴ τιμᾶσθαι, πόσου γέγονεν ὁ ἀγρὸς ἥττων, καὶ καταδικάζε σθαι τὸν πράτην ἐπὶ τοσοῦτον.

64

pr.Καὶ οἴκου καὶ πλοίου πραθέντος οὐ δοκεῖ τὰ καθ᾽ ἕκαστον, οἷον λίθοι ἢ σανίδες, πιπράσκεσθαι. διὸ οὐδὲ περὶ ἐκνικήσεως αὐτῶν ὁ πράτης ἐνέχεται εἰς τὸ διπλάσιον ὡσανεὶ μέρους ἐκνικηθέντος.

65

pr.„Ὁ υἱὸν ἴδιον ἢ οἱονδήποτε ἐλεύθερον ἀγνοῶν πω λήσας ὡς δοῦλον, ὑπόκειται περὶ ἐκνικήσεως.

66

pr.„Ἐὰν ἔγκυος δούλη πραθῇ, καὶ τὸ τεχθὲν ἐκνικηθῇ, οὐκ ἐνέχεται ὁ πράτης. οὐδὲ γὰρ ὁ τοκετὸς ἐπράθη. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ μετὰ τὴν πρᾶσιν τεχθέντος μόσχου. Τοῦ πλάτους· „Ὑπόθου τινὰ λεγατεῦσαί τινι τὸ ἀπὸ τῆς θεραπαίνης μέλλον τίκτεσθαι καὶ ὁ λεγατάριος βούλεται μετὰ τὸν τοκετον ἐκδικῆσαι τὸ βρέφος.

67

pr.„Πωλήσας ἀγρὸν ρ΄ ζευγῶν ὑπέδειξα τοὺς ὅρους πλείονος μέτρου· ἐὰν τίποτε ἐκ τῶν ὅρων ἐκνικηθῇ, πρὸς τὴν καλλονὴν ὑπόκειμαι, εἰ καὶ τὸ περιλειφθὲν ἔχει τὰ ρ΄ ζεύγη.

68

pr.„Ἐὰν κατὰ πλάνην ἢ ἄγνοιαν ἢ ῥυπαρίαν τοῦ δικαστοῦ ἡττηθῇ ὁ ἀγοραστὴς, οὐκ ἐνέχεται ὁ πράτης.

69

pr.„Ἐὰν ὁ πράτης γνώμῃ τοῦ ἀγοραστοῦ ταφῇ ἐν τῷ πραθέντι τόπῳ, ἀπόλλυται ἡ περὶ ἐκνικήσεως ἀγωγή. τὴν δεσποτείαν γὰρ ὁ ἀγοραστὴς ἀπόλλυσιν. Τοῦ πλάτους· „Ἱε ρὸς γὰρ γέγονεν ὁ τόπος.

70

pr.„Ἐὰν πολλῶν εἰς ὁλόκληρον ἐνεχομένων μοι περὶ ἐκνικήσεως ἐνάγω τῷ ἑνὶ, μετὰ ταῦτα κινῶν τοῖς ἄλλοις ἐκβάλλομαι παραγραφῇ. Τοῦ πλάτους· „Θὲς γὰρ [πολλοὺς] οἰκέτην πωλῆσαι κοινῶς.

71

pr.Κεφ. νγ· „Ἐὰν ὑπὲρ ἑκάστου ζεύγους ἐργασίας συμφωνηθῇ [τὸ] τίμημα τοῦ ἀγροῦ καὶ μέρος ἐκνικηθῇ, οὐ πρὸς τὴν καλλονὴν ἀλλὰ πρὸς τὸ μέρος τῶν ἐκνικηθέντων ὁ πράτης ὑπόκειται, κἂν τὰ καλλιστεύοντα ἐκνικηθῇ.

72

pr.„Ἐὰν δυνάμενος ὁ ἀγοραστὴς μὴ παραγγείλῃ καὶ ἐξ ἀγνοίας ἡττηθῇ, οὐ κινεῖ τὴν ἐπὶ τοῖς συμφώνοις ἀγωγήν.

73

pr.Ὅτι „μετὰ τὴν διὰ χρήσεως κυριότητα ἢ τὴν τοῦ μακροῦ χρόνου παραγραφὴν οὐκ ἐνέχεται περὶ ἐκνικήσεως ὁ πωλήσας ἀλλότριον. Τοῦ πλάτους· „Καὶ ὅτε δυνάμενος....

74

pr.Ὅτι ὀφφίκιόν τις ἐπώλησεν εἰς νομίσματα ιή΄, τὸ δὲ ὀφφίκιον ἦν δουλεία εἰς λοῦμα, ἐξ οὗ μικραὶ πρόσοδοι προσποριζόμεναι δι ἐνιαυτοῦ εἰς νομίσματα ις΄ ἀναβιβάζονται. ἐντὸς δὲ τῆς τετραετίας ἐκίνησε τὴν περιγραφὴν κατὰ τοῦ ἀγοραστοῦ, καὶ ἠκριβώθησαν αἱ πρόσοδοι, καὶ ἐτύπωσεν ὁ μάγιστρος οὕτως εἰπών· ὅτι ἐπεὶ τὰ ἐνοίκια τὰ μὴ αὐτουργικὰ ἀλλ᾽ ὑπὸ ἔξοδον ὄντα ἓξ νομίσματα εἰς τὴν λίτραν πιπράσκεται, καὶ ὁ δημόσιος τὰς ῥόγας ἓξ νομίσματα εἰς λίτραν πωλεῖ,· ἀντίκειται δὲ ὁ τοῦ διηνεκοῦς λόγος· συμφύρεται γὰρ τὸ ὀφφίκιον τῷ ἀγοραστῇ· ἐτυπώθη τιμηθῆναι τὴν χρῆσιν τῆς προσόδου, καὶ ἐστὶν ἡ χρῆσις τὸ ἥμισυ ἤγουν νομίσματα ή΄, καὶ τιμῶνται ταῦτα λίτρας μιᾶς νομισμάτων κδ. εὑρίσκεται δὲ δοὺς ὁ ἀγοραστὴς νομίσματα ιή΄· ἐπιτίθεται αὐτῷ αἵρεσις ἢ τὸ λεῖπον τῷ δικαίῳ τιμήματι ἀποδοῦναι καὶ ἔχειν τὸ ὀφφίκιον ἢ ἀντιστρέψαι τὸ ὀφφίκιον καὶ λογαριασθῆναι εἰς τὰς προσόδους ὑποκρατοῦντα τὸν τόκον. αἱρετισαμένου τοίνυν τοῦ πράτου δοῦναι τὸ λεῖπον κατεδίκασεν αὐτόν· καὶ δέδωκε λίτραν μίαν νομίσματα 5΄, καὶ ὑπὲρ τόκου ἑκάστου χρόνου νομίσματα δ΄, καὶ οὕτως ἔλυσε τὴν δίκην.

75

pr.Βι. ιθ΄ τί. ια΄ κεφ. [νε΄]· Ὅτι „παρόντι τῷ πράτῃ δεῖ παραγγέλλειν. εἰ μέντοι ἀπέστι ἢ παρεμποδίζει παραγγελθῆναι, βεβαιοῦται ἡ τοῦ διπλοῦ ἐπερώτησις.

76

pr.„Ἐὰν παρὰ αἱρετοῦ δικαστοῦ καταδικασθῇ ὁ ἀγοραστὴς, οὐκ ἔχει περὶ ἐκνικήσεως. οὔτε γὰρ ἀνάγκην εἶχεν· ἑλέσθαι αἱρετὸν δικαστήν.

77

pr.„Ἐὰν δυνάμενος ὁ ἀγοραστὴς μὴ διὰ χρήσεως κυριεύσῃ καὶ ἐκνικηθῇ τὸ πρᾶγμα, οὐκ ἔχει κατὰ τοῦ πράτου.

78

pr.„Ἐὰν ὁ νικήσας τὸν ἀγοραστὴν καὶ μήπω λαβὼν τὸ πρᾶγμα τελευτήσῃ ἀδιάδοχος, καὶ μήτε ὁ δημόσιος μήτε οἱ δανεισταὶ λάβωσι τὴν οὐσίαν αὐτοῦ, ὁ ἀγοραστὴς ὡς ἀναφαίρετον ἔχων τὸ πρᾶγμα οὐ κινεῖ κατὰ τοῦ πράτου τὴν ἐπὶ τοῖς συμφώνοις ἀγωγήν. τὸ αὐτὸ ἐστὶν, ἐὰν ὁ νικήσας, πρὶν ἢ λάβῃ τὸ πρᾶγμα, δωρήσηται ἢ λεγατεύσῃ αὐτὸ τῷ ἀγοραστῇ. λαβόντος γὰρ βεβαιοῦται ἡ ἐπερώτησις καὶ οὐ λύεται διὰ τῆς δωρεᾶς ἢ τοῦ λεγάτου.

79

pr.Δοῦλος γενικῶς ἐλεγατεύθη μοι, καὶ δέδωκέ μοι ὁ κληρονόμος ἕνα ὁμολογήσας περὶ δόλου· ἐὰν ἐκνικηθῇ, ἔχω κατὰ τοῦ κληρονόμου τὴν ἐκ διαθήκης βοήθειαν, κἂν ἠγνόησεν αὐτὸν ἀλλότριον εἶναι. Τοῦ πλάτους· „Εἰ γὰρ εἶπεν ὁ διαθέμενος· λεγατεύω τόνδε τὸν οἰκέτην, καὶ δέδωκεν ὁ κληρονόμος τοῦτον, κἂν ἐξενικήθη, οὐκ ἐνέχεται· ὃν γὰρ ὡρίσθη, τοῦτον δέδωκεν. [π΄.] „Εἰ μὴ λεχθῇ ἐν τῇ πράσει, πόσον ὑπὲρ ἐκνικήσεως ὀφείλει παρασχεῖν ὁ πράτης, τὸ ἁπλοῦν μόνον διὰ τὴν ἐκνίκησιν δίσωσι· καὶ κατὰ τὴν φύσιν τῆς ἐπὶ τῇ πράσει ἀγωγῆς τὸ διαφέρον. Τοῦ πλάτους: „Τί γὰρ, ὅτι ἔχρησά σοι αὐτὸ ἢ παρεθέμην; [πα΄.] „Ἐὰν πολλοὶ κληρονομήσουσι τοῦ πράτου, μία ἐστὶν ἡ περὶ ἐκνικήσεως ἐνοχὴ, καὶ πάντες παραγγέλλεσθαι καὶ πάντες διεκδικεῖν ὀφείλουσι. εἰ δὲ τῶν λοιπῶν κατὰ ῥαθυμίαν μὴ ἐρχομένων· ὁ εἷς δικάσεται, τοῖς πᾶσι νικᾷ καὶ ἡττᾶται, καὶ καλῶς αὐτοῖς ἡττηθεῖσιν ὁ ἀγοραστὴς ἐνάγει. [πβ΄.] „Ἐὰν ὁ ἀγοραστὴς ἐκκαλέσηται καὶ καλοῦ ὄντος τοῦ πράγματος ἐξ οἰκείου βιτίου διὰ παραγραφῆς ἐκβληθῇ, οὐκ ἔχει κατὰ τοῦ πράτου. Τοῦ πλάτους· „Ὅτι τυχὸν γὰρ οὐκ ἐφυλάξατο τοὺς καιροὺς τῆς ἐγκλήτου. [πγ΄.] „Ὁ πράτης μετὰ χρόνον τοῦ ἐκνικηθῆναι τὸ πρᾶ γμα προσφέρων αὐτὸ τῷ ἀγοραστῇ, οὐκ ἐκκλίνει τὴν εἰς τὸ διαφέρον καταδίκην. [πδ΄.] „Ἐὰν ὁ πράτης εἰδὼς τὴν αἵρεσιν τῆς ἐλευθερίας κρύψῃ αὐτὴν ἀγνοοῦντος τοῦ ἀγοραστοῦ, καὶ ἁπλῶς εἴπῃ ὑπὸ ὅρον ἐλεύθερον τὸ πιπρασκόμενον, ἐξιούσης τῆς αἱρέσεως οὐ τῇ ἐκνικήσει, ἀλλὰ τῇ ἐπὶ τῇ πράσει ἀγωγῇ ὑπόκειται. ὥσπερ ὁ παραδιδοὺς τὸν ἀγρὸν τὰς δουλείας εἰδὼς ἐὰν εἴπῃ ἁπλῶς· αἱ δουλεῖαι οἷαι εἰσὶν ἔστωσαν, τῇ ἐπὶ τῇ πράσει ἀγωγῇ ἐνέχεται, οὐ τῇ ἐκνικήσει. [πέ.] „Ἐκνικωμένου τοῦ πράγματος, οὐ μόνον ἐπὶ ἀναλήψει τῆς τιμῆς ἁρμόζει [ἡ] ἐπὶ τῇ πράσει ἀγωγὴ, ἀλλὰ καὶ εἰς τὸ διαφέρον. ὅθεν ἐὰν ἥττονος γέγονεν, ὁ ἀγοραστὴς ζημιοῦται. [πς΄.] „Ἐὰν πολλοὶ ἀγροὶ ἰδικῶς πραθῶσιν ἐν ἑνὶ συμβολαίῳ ἢ πολλὰ πράγματα ἢ πολλοὶ δοῦλοι, οὐκ ἐστὶν ὁ εἷς μέρος τοῦ ἄλλου, καὶ δύναται ὁ ἀγοραστὴς ἐφ᾽ ἑκάστῳ ἐκνικωμένῳ κινεῖν τὴν ἐπὶ τοῖς συμφώνοις ἀγωγήν. [πζ.] „Ἐὰν σιωπηρῶς ἐπακολουθοῦσιν αἱ δουλεῖαι τῷ ἀγρῷ, οὐκ ἐνέχεται ὁ πράτης· ὁ δὲ παραδιδοὺς ἀγρὸν ὡς κάλλιστον, ἐλεύθερον δουλειῶν ὀφείλει παρέχειν αὐτὸν, οὐ μὴν καὶ δουλευόμενον, εἰ μὴ ῥητῶς συνεφωνήθη. [πη΄.] „Ὁ τὸ παραδοθὲν αὐτῷ πρᾶγμα ἐξ ἀγορασίας ἀπρο νόητον ἐῶν, ἀπόλλει τὴν περὶ ἐκνικήσεως ἀγωγήν. [πθ΄.] Βι. ιθ΄ τί. ιβ΄ κεφ. α΄· „Ἐὰν ἀλλότριον πρᾶγμα πωλήσας καὶ μετὰ ταῦτα κυριεύσας αὐτοῦ ἀπαιτεῖς αὐτὸ, ἐκβάλλῃ τῇ παρούσῃ παραγραφῇ, ἢ καὶ ἐὰν κατὰ ἐντολὴν πωλήσῃς πρᾶγμά [μου, χώρα] κατ᾿ ἐμοῦ τῇ παραγραφῇ, εἰ μὴ δείξω, ὡς ἐνετειλάμην σοὶ μὴ παραδοῦναι πρὸ τῆς τοῦ τιμήματος καταβολῆς. [ς΄.] Τοῦς ἐλευθέρου καὶ τοῦ ἱεροῦ καὶ τοῦ μνημείου συνίσταται πρᾶσις, ἐὰν ἀγνοῇ ὁ ἀγοραστής. δυσχερῶς γὰρ ὁ ἐλεύθερος ἀπὸ τοῦ δούλου διακρίνεται. [ξα΄.] „Οἱ πωλοῦντες καὶ οἱ ἀγοράζοντες ἐὰν διχονοήσωσι περὶ τὸ τίμημα ἢ τὸ πρᾶγμα ἢ τὴν ὕλην, οὐκ ἔῤῥωται ἡ πρᾶσις· τυχὸν γὰρ ἐγὼ πέτρον ἐνόμιζον πωλεῖν καὶ σὺ παῦλον ἀγοράζειν. ἡ δὲ περὶ τὴν προσηγορίαν τοῦ πιπρασκομένου πλάνη οὐ βλάπτει τὸ συνάλλαγμα. οἷον [ἐὰν] ἀντὶ παρθένου γυναῖκα ἀγοράσω, οὐ μὴν ἔνθα ἀντὶ ἀνδρὸς ἀγορασθῇ γυνή. τῆς γὰρ πλάνης περὶ τὸ σῶμα γενομένης ἀσύστατος ἡ πρᾶσις. συναινεῖ δὲ περὶ τὸ σῶμα καὶ τυφλὸς καὶ ὁ μὴ ἀκριβῶς τὰς ἵλας εἰδώς. ἐπὶ δὲ τῶν τοιούτων τὸ πρόσωπον σκοπεῖται τῶν συναλλασσόντων, καὶ οὐχ οἷς ἡ ἀγωγὴ προσπορίζεται. εἰ γὰρ ἐμοῦ παρόντος ὁ υἱός μου ἀγοράσῃ ὀνόματι αὐτοῦ, οὐχ ἡ ἐμὴ ὑπόνοια ἀλλ᾽ ἡ αὐτοῦ σκοπεῖται. εἰ δὲ τῷ δούλῳ μου ἢ τῷ διοικοῦντι τὰ πράγματά μου πωλήσεις δοῦλον φυγάδα ἀγνοοῦντι, ἐμοῦ γινώσκοντος, οὐκ ἐνέχῃ τῷ νόμῳ.