Peira 1.37
Περὶ ὅρων καὶ διαιρέσεων.
Abrir no leitor do IusCommune →1
pr.Ἐπὶ τῶν συγχύσεων τῶν ὅρων δεῖ τοὺς αἰτίους τῆς συγχύσεως αὐτοὺς ἐκείνους, ἐναγομένους παρ᾽ ὧν ὑπέστησαν τὴν ἀδηλίαν τῶν ὅρων, ἐξ ἐγγράφων καὶ συστατικῶν δικαιωμάτων διαχωρίζειν τὰ ὅρια, καὶ τότε πρὸς τὴν ποσότητα τοῦ δημοσίου ἑκάστου προσώπου, ἀναγνώσεως δηλονότι τῶν ἐμφιλονείκων γενομένων, διαιρεῖσθαι καὶ τὴν ἐπιβάλλουσαν ἑκάστῳ δημοσίῳ γῆν. εἰ δὲ μηδὲ τοῦτο αἱροῖντο οἱ ἐναγόμενοι, τότε τοὺς ἐνάγοντας διαιρεῖν ταύτην μετὰ τῶν ἀχράντων εὐαγγελίων.
2
pr.Ὅτι ἐὰν ἔχωσι πολλοὶ νομάδια, καὶ μὴ ἔχῃ φανεροὺς τοὺς ὅρους τοῦ οἰκείου ἕκαστος, εἰ μὲν ἐστὶ δυνατὸν, δεῖ διαιρεῖσθαι διὰ ποσοῦ τοῦ δημοσίου, ἐὰν ὑπάρχῃ ἐξ ἑνὸς ὑποτεταγμένου ἀμφοτέρων τὸ δημόσιον· εἰ δὲ οὐ δύνανται οἱ ὅροι διαιρεθῆναι, δεῖ πάντας τοὺς ἔχοντας κτήνη παρέχειν ἑκάστου κτήνούς εὐνόμιον, καὶ συνάγεσθαι πάντα, καὶ τότε μερίζεσθαι τὸ· συναχθὲν εἰς πάντας κατὰ τὸ δημόσιον. πολλάκις γὰρ ὁ μὲν ἔχει πολλὰ κτήνη, ὁ δὲ ὀλίγα, ὁ δὲ τῶν χωριτικῶν οὐδ᾽ ὅλως εἰσήγαγε κτῆνὸς εἰς τὴν νομήν. καὶ χρὴ τοῦτον [οὐ] διὰ τοῦτο ἐκβάλλεσθαι διὰ τὸ μὴ δοῦναι δεκάτην, ἀλλὰ δεῖ καὶ τοῦτον κατ᾿ ἰσότητα τοῖς ἄλλοις λαμβάνειν· τὰ γὰρ ἑαυτοῦ νομάδια ἕτερος ἐνεμήθη '.
3
pr.Βι. κβ ' τί. α κεφ. κζ ' 2· „Ὅτε περὶ καινοτομίας ἢ ὅρων γίνεται ζήτησις, οὐκ ἀπαιτοῦμεν τοὺς περιόντας εἰδέναι πάντως, ἐπὶ ποίων ὑπάτων ἢ πότε τὸ ἔργον γεγένηται, ἀλλ᾽ εἰ ἀκηκόασι παρὰ τῶν ἐπισταμένων ἢ ἀκουσάντων, πότε τὸ ἔργον ἐγένετο.