Peira 1.36
Περὶ δημοσίου καὶ προνομίων αὐτοῦ.
Abrir no leitor do IusCommune →1
pr.᾿Απὸ τότε δοκεῖ τις ἔνοχος εἶναι τῷ δημοσίῳ, ἀφότου καιροῦ μεταχειρίζεται τὴν τοῦ δημοσίου δουλείαν, οὐκ ἀφ᾿ οὗ τυχὸν φωράσει.
2
pr.Ὅτι ὁ μάγιστρος τὸν λέγοντα νόμον· „ὁ ἀγοράζων ἀπὸ τοῦ δημοσίου εὐθὺς τὸ ἀμέριμνον ἔχει, καὶ μόνη τετραετία δίδοται ἐνάγειν κατὰ τοῦ φίσκου. μετὰ μέντοι τὴν τετραετίαν οὐδὲ κατὰ τοῦ φίσκου ἔχει τὶς ἀγωγὴν, οὕτως ἡρμήνευσε λέγων· ὅτι τοῦτο εἴρηται περὶ τῶν ἰδικῶν πραγμάτων τοῦ βασιλέως καὶ τῆς αὐγούστης, οἷα εἰσὶ τὰ τῶν κουρατωρικείων καὶ τὰ τῶν ἐπισκέψεων. ταῦτα γὰρ εἰσὶ τοῦ βασιλέως ἰδικὰ, καὶ μετ᾿ ἐπιτάγματος αὐτοῦ πωλοῦνται, καὶ οὐκ ἔχει τὶς ἀγωγὴν κατὰ τοῦ ἀγοράσαντος ἢ τοῦ λαβόντος τὴν δωρεὰν, ἀλλὰ κατὰ τοῦ δημοσίου. καὶ τὰ δημόσια δὲ ἐκεῖνα ἔλεγεν εἶναι δημόσια ', ἅπερ τὸ πάλαι πρὸ τοῦ γενέσθαι βασιλέα εἶχεν ὁ δη· μόσιος καὶ ἐκαρποῦτο, τῆς δὲ βασιλείας κατασταθείσης προσεγένοντο αὐτῇ· ὁμοίως καὶ τὰ κλάσματα καὶ τὰ ἐξ ἀδοριῶν. καὶ παρῆγε τῆς ἑρμηνείας μάρτυρα τὸν θαλέλαιον λέγοντα δημόσια τὰ τοῦ δήμου ὄντα, τὴν διάταξιν ζήνωνος ἑρμηνεύοντα, ἤτοι ἐν τῷ ί βι. τί. λέ. τὰ μέντοι πιπρασκόμενα παρὰ τῶν σεκρετικῶν, ἔνθα κατὰ δόλον γίνονται ἢ ἀδίκως, ἔλεγεν ἰσχυρῶς ἀνατρέπεσθαι· καὶ παρῆγε τοὺς νόμους μάρτυρας, οἳ περὶ ἀποκαταστάσεως διαλαμβάνουσι· καὶ ἐνταῦθα μὴ ἔχειν χώραν τὸ νόμιμον τὸ λέγον, μὴ εἶναι μηδεμίαν ἀγωγὴν κατὰ τοῦ ἀγοραστοῦ, ἀλλὰ τὸν μὲν ἀγοραστὴν ἔφασκε λαμβάνειν τὸ τίμημα, ὅπερ κατεβάλετο, παρὰ τοῦ πωλήσαντος ἢ τοῦ ἐνάγοντος, ἔνθα τυχὸν περιγραφή τις περὶ τὴν πρᾶσιν ἐγένετο· εἰ δέ γε βελτιώσεις τινὰς ἐποίησεν ἂν τῷ ἀγορασθέντι, πάντας ἀπολαμβάνειν ἐκ παντὸς ἤτοι τὴν τούτων τιμὴν παρὰ τοῦ ἐνάγοντος εἴπερ καλῇ πίστει ἠγόρασεν· εἰ δὲ κακῇ πίστει, μὴ τὸ τίμημα ἀπαιτεῖν, ἀλλὰ μόνας τὰς ὕλας λαμβάνειν μὴ ποιοῦντα τὸ ὑποκείμενον χεῖρον. ἐκ παντὸς μέντοι τὸν ἐνάγοντα τὸ οἰκεῖον λαμβάνειν, μὴ ἔχοντος ἐξουσίαν τοῦ ἀγοραστοῦ παρέχειν τὴν τιμὴν καὶ παρακατέχειν τὸ κτῆμα ἢ τὸ πρᾶγμα, εἰ καὶ ὑπὲρ τὴν τιμὴν τούτου βελτιώσεις ἐν αὐτῷ ἐποίησεν.
3
pr.Βι. ί τί. ιθ ' κεφ. ιγ ' φησίν· Ὅτι „ὅτε πωλήσει ὁ δημόσιος χρέους ἕνεκε πράγματα τοῦ ἐλάσσονος, οὐ δέχεται ζήτησιν, διότι οὐδὲ τῇ τοῦ μάρκου διατάξει ὑπεξήρηνται τὰ τοῦ ἐλάττονος πράγματα. ὅτε δὲ ὁ πωλῶν καθολικὸς τὰ πράγματα συμπαιγνίαν καὶ ἀπάτην ποιήσει ἢ ἐλαχίστου τιμήματος πωλήσει, τότε ὁ ἥττων τὸ ἱκανὸν τῷ δημοσίῳ ποιῶν ἀνακαλεῖται τὴν πρᾶσιν. καὶ τὸ ἐπὶ ταύτῃ τῇ διατάξει σχόλιόν φησιν, ὅτι τότε τὰ ὑπὸ τοῦ δημοσίου πωλούμενα εἴσω πενταετίας δύναται ὁ δεσπότης αὐτῶν διεκδικῆσαι, ὅτε μὴ ὡς δανειστὴς ὁ δημόσιος πωλεῖ· εἰ γὰρ δανειστὴς ὢν ταῦτα πωλήσει, κατ᾿ οὐδένα καιρὸν δύναται ὁ χρεώστης ταῦτα ἐκδικῆσαι. καὶ εἰκότως· εἰ γὰρ ὅτε ἰδιώτης δανειστὴς πιπράσκει τὰ ὑποκείμενα αὐτῷ, οὐ δύναται ὁ χρεώστης οὐδὲ προσφορὰν ποιεῖν τῷ ἀγοραστῇ καὶ ἀναλαμβάνειν τὸ πεπραμμένον. ἐὰν δὲ κατὰ συμπαιγνίαν καὶ ἀπάτην τοῦ καθολικοῦ πολὺ ἐλαχίστου τιμήματος γέγονεν ἡ πρᾶσις, δύναται ὁ χρεώστης προσφέρειν τὸ χρέος καὶ ἀναλαμβάνειν τὸ ἴδιον. καὶ ὁ τίτλος τῶν ἰνστιτούτων, πρὸς ὃν παραπέμπει ἡ προγεγραμμένη διάταξις, λέγει, ὅτι ἡ διάταξις τοῦ μάρκου τὸν ἀλλότριον πρᾶγμα ἀγοράζοντα παρὰ τοῦ δημοσίου διὰ πενταετίας ἔλεγε γίνεσθαι δεσπότην, καὶ ὅτι ἡ τοῦ ζήνωνος διάταξις λέγει· ὁ ἀγοράσας παρὰ τοῦ δημοσίου ἢ κατὰ δωρεὰν δεξάμενος ἢ κληρονομίαν, παραχρῆμα μὲν ἔχει τὸ ἀμέριμνον, ὁ δὲ τοῦ πράγματος κύριος μέχρι τετραετίας ἔχει τὴν ἀγωγὴν κατὰ τοῦ δημοσίου· τοῦτο δὲ καὶ ἐπὶ ὑποθήκης, ὥστε μήτε τὸν δεσπότην τοῦ πράγματος ἔχειν ἀγωγὴν κατὰ τοῦ ἀγοραστοῦ, ἀλλὰ μηδὲ κατὰ τοῦ δημοσίου μετὰ τὴν τετραετίαν τὴν ἀπαιτητικὴν ἀγωγὴν, μήτε δὲ τὸν δανειστὴν ὁμοίως κινεῖν τὴν περὶ ὑποθήκης ἀγωγήν. τὴν ὁμοίαν δὲ διάταξιν ἔφη κρατεῖν καὶ ὁ ἰουστινιανὸς καὶ περὶ τῶν ἐκποιουμένων ἢ παρὰ τῆς αὐτοῦ γαληνότητος ἢ παρὰ τῆς αὐγούστης.
4
pr.Καὶ τοῦ ί βι. τί. λγ κεφ. έ· „Ἡνίκα ὁ δημόσιος πιπράσκει τὸ τοῦ ἀνήβου πρᾶγμα ἢ τὸ τοῦ διὰ πρᾶγμα δημόσιον ἀπολιμπανομένου ἢ ἑτέρου τινὸς καθ ' οἱονδήποτε τρόπον ἀποκαταστῆναι δυναμένου, μὴ ἀντικεῖσθαι τῆς τοῦ πράγματος δεσποτείας τὸν τετραετῆ χρόνον τὸν βεβαιοῦντα τὰς γινομένας ὑπὸ τοῦ δημοσίου πράσεις τῶν ἀλλοτρίων πραγμάτων.
5
pr.Καὶ βι. ν ' τί. ιγ΄ κεφ. β΄, ὃ λέγει, ὅτι πάντες, ὅσοι ἠγόρασαν ἢ κατὰ δώρεὰν ἔλαβον ἐκ τῶν θειοτάτων θησαυρῶν, ἀπολαυέτωσαν τῶν δεδωρημένων προνομίων, ὡς μὴ δύνασθαι τοὺς δεσπότας τῶν πραγμάτων κατὰ τῶν ἀγοραστῶν ἐνάγειν, ἀλλ᾽ ἐντὸς τετραετίας κατὰ τοῦ δημοσίου δύνασθαι κινεῖν. καὶ κεφ. γ ', ὃ λέγει, ὅτι ἡ διάταξις τοῦ ζήνωνος τοὺς παρὰ τοῦ δημοσίου ἀγοράσαντας ἢ λαβόντας κατὰ δωρεὰν ἢ κατά τινα τρόπον ἕτερον κτησαμένους μὴ ὑπομένειν τινὰ ζημίαν, ἀλλὰ τοὺς δεσπότας τῶν πραγμάτων κατὰ τοῦ δημοσίου μόνον κινεῖν ἐντὸς τετραετίας· καὶ νομοθετεῖ καὶ αὐτὸς ', ὅτι τὸ τοιοῦτον φυλάττεται ἐπὶ τῶν δημοσίων ἐκποιήσεων, καὶ φυλάττεται δὲ καὶ ἐπὶ τῶν ἐκποιουμένων ἀπὸ τῆς ἰδικῆς περιουσίας τοῦ βασιλέως καὶ ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως παρέχοντός τινα πρός τινας κατά τινα τρόπον, καὶ διὰ τοῦτο θεσπίζει ὁμοίως καὶ ἐπὶ τῶν τοιούτων τὴν αὐτὴν κρατεῖν διάταξιν, ὅτε δηλονότι κατ᾿ ἐπιταγὴν βασιλέως διαπραθῶσιν ἢ δωρηθῶσι ἢ ἄλλως τῆς δεσποτείας μετενεχθῶσι πράγματα τῆς ἰδικῆς περιουσίας τοῦ βασιλέως, τὸν λαμβάνοντα ταῦτα μένειν ἀνενόχλητον, τὸν [δὲ] λέγοντα ἔχειν δίκαιον ἐπὶ τῷ ἐκποιηθέντι ἐντὸς τετραετίας προσέρχεσθαι τῷ βασιλεῖ καὶ ἐγκαλεῖν.
6
pr.Καὶ βι. ιθ ' τί. δ ' κεφ. κγ ' 2· „Ὁ ἀγοράσας κληρονομίαν παρὰ τοῦ δημοσίου, αὐτὸς ἀναγκάζεται τοῖς κληρονομιαίοις δανεισταῖς ἀποκρίνεσθαι, καὶ ἔχει ὁ πεπρακὼς τὸ ἀφρόντιστον.
7
pr.. Καὶ βι. νς ' τί. β΄ κεφ. γ '· „Ἐν ταῖς δημοσίαις πράσεσιν ἡ πίστις καὶ ἡ ἐπιμέλεια ζητεῖται τοῦ φροντιστοῦ τοῦ βασιλέως.
8
pr.Καὶ κεφ. κέ΄ 3· „Εἰ τὸ τριπλοῦν ὁμολογήσει ὁ δημόσιος, μόνον τὸ ἁπλοῦν δίδωσιν.
9
pr.Καὶ θέ. β΄΄· „Ἐὰν ἀπὸ τοῦ ἔχοντος ἐξουσίαν πραθῇ δημόσιον πρᾶγμα, παραχρῆμα γίνεται τοῦ ἀγοραστοῦ, καταβαλλομένου τοῦ τιμήματος.
10
pr.Καὶ κεφ. β'δ· „Τὸ φιλονεικούμενον πρᾶγμα πιπράσκειν ὁ δημόσιος οὐκ ὀφείλει. Σχόλιον· ἀλλ᾽ ὑπερτίθεται ἡ πρᾶσις αὐτοῦ.
11
pr.Καὶ κεφ. μζ΄· „Ἐὰν τὰ ὑποκείμενα τῷ δημοσίῳ πράγματα ἐκ προφανοῦς ἀπάτης ἢ κατὰ χάριν τοῦ ἀγοραστοῦ ἥττονος τιμήματος ἐπράθη, ἔξεστι τῷ δεσπότῃ αὐτῶν προσαγαγεῖν τῷ δημοσίῳ τὰ παρ᾽ αὐτοῦ χρεωστούμενα, καὶ ἀναλαβεῖν τὰ πεπραμένα πράγματα.
12
pr.Ὅτι ὅτε βασιλεὺς δωρήσεται ἰδιόκτητον πρᾶγμα, ἤτοι τὸ περιελθὸν αὐτῷ ἀπὸ εἰσκομιδῆς, οὐκ ἀνατρέπεται ἡ πρᾶσις. τοῦτο δὲ ἔλεγεν ἐξεργαστικωτέρως· οἷον ἔχων τὶς ἀγρὸν ἢ προάστειον ἐπελάβετο καὶ συνήνωσε περιδραξάμενος καὶ τὸν τοῦ γείτονος· εἶτα ἐδημεύθη ὁ τοιοῦτος καὶ ὁ ἀγρὸς τούτου σύν γε τῷ ἁρπαγέντι τῷ δημοσίῳ προσαφωρίσθη. δύναται ὁ τὴν βίαν ὑποστὰς κινεῖν κατὰ τοῦ δημοσίου ἄχρι τριακονταετίας περὶ τῆς ἁρπαγῆς, καὶ οὐκ ἀποκλείεται. ἐὰν δὲ μὴ κινήσαντος ἐκείνου ὁ βασιλεὺς τυχὸν πωλήσῃ τὸν ἀγρὸν μετὰ τοῦ ἁρπαγέντος ἢ δωρήσηται, αὐτίκα ὁ λαβὼν παρὰ τοῦ βασιλέως τὸ πρᾶγμα ἔχει τὸ ἀφρόντιστον, καὶ οὐκ ἀνατρέπεται ἡ πρᾶσις· μέχρι δὲ τετραετίας δύναται ἐκεῖνος κινεῖν κατὰ τοῦ δημοσίου καὶ οὐ κατὰ τοῦ ἀγοραστοῦ, μετὰ δὲ τὴν τετραετίαν κατ᾿ οὐδενὸς κινεῖν δύναται, ὡς ἤδη πανταχόθεν ἀποκλεισθείς. ὅπερ οὖν ἐστὶν ἐπὶ τῶν καλῇ πίστει, ἀγοραζόντων ἡ δεκαετία, ὅτι ἐὰν νεμηθῇ ἐπὶ ί χρόνοις ὁ ἀγοραστὴς ἀνεπιφωνήτως δεσπόζει, τοῦτο ἐστὶν ἐπὶ τῶν ἰδιοκτήτων τοῦ βασιλέως καὶ κυρίως δημοσίων καὶ κρατουμένων ὑπὸ τοῦ δημοσίου ἡ γινομένη παρὰ τοῦ βασιλέως πρᾶσις ἢ δωρεά· μετὰ γὰρ τὴν πρᾶσιν εὐθὺς ἔχει ὁ ἀγοραστὴς τὸ ἀφρόντιστον. ὅπερ δὲ ἡ τριακονταετία ἐπὶ τῶν ἄλλων, τοῦτο ἐπὶ τῶν τοιούτων πράσεων ἡ τετραετία, δι ' ἧς δύναται κινεῖν, οὐ κατὰ τοῦ ἀγοραστοῦ, ἀλλὰ κατὰ τοῦ πωλήσαντος.
13
pr.Τὸ νόμιμον τὸ λέγον, ὅτι ἐν τοῖς ἀμφιβόλοις κατὰ τοῦ δημοσίου ἀποκρινόμεθα, οὕτως ἡρμήνευσεν ὁ πατρίκιος· ἐν τοῖς ἀμφιβόλοις πόροις τουτέστιν ἐν τοῖς ἐπικερδέσιν, ἐν οἷς ἐπικερδὴς αἰτία γίνεται τῷ δημοσίῳ, οἷον ἐπὶ τῶν κλεπτοτελωνημάτων, ἔνθα τυχὸν ἐνάγεται ὡς κλεπτοτελωνήσας· τότε γὰρ κατὰ τοῦ δημοσίου ἑρμηνεύεται, ὅτε ἐστὶν ἀμφίβολον, εἴτε κλεπτοτελώνης ἐστὶν εἴτε καὶ μή· καὶ οὐ συγχωρεῖται ἐκ τούτου κερδῆσαι τὸν δημόσιον. ἐν δὲ τοῖς ἄλλοις ὑπὲρ τοῦ δημοσίου χρὴ ἀποκρίνεσθαι, ἔνθα δηλαδὴ ζημία τῷ δημοσίῳ ἐκ τῆς ἀμφιβολίας φέρεται.
14
pr.Ὅτι ἐπὶ τῶν λαβόντων δημόσια χρήματα ἤγουν ἀπολογαριασμοὺς, ὁ χρόνος οὐ σβέννυσι τὴν ἀγωγήν. εἰ γὰρ παρα᾿κατάσχωσί τι τῶν δημοσίων, οὐκ ἔχουσι χρόνον βοηθὸν ἢ ἀποκλείουσι τοὺς ἐνάγοντας, ἀλλὰ καὶ αὐτοὶ ἐὰν τελευτήσωσιν, οἱ παῖδες τούτων, κἂν μηδὲν ἐξ αὐτῶν ἐκέρδησαν ἢ εἰς κλῆρον ἔλαβον, κρατούμενοι ἀπολογοῦνται τοῖς ἐνάγουσιν.
15
pr.Ὅτι ἐάν τις πωλήσῃ οἶκον αὐτοῦ ἐπὶ τῷ καταλυθῆναι ἢ ἐποίκιον, ἀκυροῦται ἡ πρᾶσις, καὶ ὁ μὲν ἀγοραστὴς και ταβάλλει τὸ τίμημα διπλοῦν τοῦ ἀγορασθέντος οἴκου τῷ δημοσίῳ, ὁ δὲ πράτης ἐὰν ἔτυχε λαβὼν τὸ τίμημα, ἀναδίδωσι πάλιν τοῦτο τῷ ἀγοραστῇ· καὶ ζημιοῦνται ἀμφότεροι, ὁ μὲν πράτης τυχὸν ἀναδιδοὺς τὸ τίμημα, ὅπερ ἔλαβεν, εἰ δὲ μὴ ἔλαβε τὸ τίμημα, ζημιούμενος τὰς ὕλας τοῦ οἴκου· εἰ μὴ γὰρ κατεβλήθη τὸ τίμημα, ταῦτα τῷ δημοσίῳ ὤφειλον οἰκειοῦσθαι. ὁ δὲ ἀγοραστὴς κἂν τὸ διπλάσιον ἀπαιτηθῇ παρὰ τοῦ δημοσίου, ἀλλ᾽ οὖν ἀναλαμβάνων τὸ τίμημα, ὃ κατέβαλε τῷ πράτῃ, δοκεῖ εἰς τὸ ἁπλοῦν ζημιοῦσθαι. τὸ δὲ ἐποίκιον ὁ μὲν κύριλλος καὶ Θεόφιλος κώμην ἑρμηνεύουσι, τουτέστιν οἰκοπροάστειον. ὁ δὲ στέφανος ἐν ταῖς παραγραφαῖς τὸ τοῦ οἴκου μέρος· ὁ δὲ ἐξάκτωρ ἔλεγε τὸ αὐτὸ ἐνοίκιον καὶ ἐποίκιον ἤγουν τὰ ἐνοικιακὰ λεγόμενα.
16
pr.Ὅτι ἐάν τις λέγηται κατέχειν πρᾶγμα τοῦ δημοσίου, ὀφείλει ἐνάγεσθαι καὶ ἐλεγχόμενος ἀποδιδόναι εἰς τὸ διπλοῦν τὸ κατεχόμενον προστίμου ἕνεκε. πρὸ δὲ ἐλέγχου οὐ χρὴ τοῦτον στερεῖσθαι τῶν ἰδίων ἢ ἀποκλείεσθαι. ὁ δὲ παρὰ ταῦτα ποιῶν ἄρχων, οἷος ἂν καὶ εἴη, δημοσιεύεται καὶ περιορίζεται κατὰ τὸ κέ βι. τί. έ κεφ. να΄ 4.
17
pr.Ὅτι οἱ χρεῶσται τοῦ δημοσίου χρέους εἰ μὲν ὁμολογοῦσιν, ἀπαιτοῦνται, εἰ δὲ ἀμφιβάλλουσιν, οὐκ ἀπαιτοῦνται. ἐν γὰρ τοῖς ἀμφιβόλοις ὁ νόμος κατὰ τοῦ δημοσίου ἀποκρίνεται κατὰ τὸ νς ' βι. τί. ε΄ο κεφ. ή΄. τοῦτο δὲ ἄλλως ἡρμήνευσεν ὁ μάγιστρος κατὰ τὸ δ΄ κεφ. τούτου τοῦ συντάγματος.
18
pr.Ὅτι ὁ πατρίκιος ὁ τριακοντάφυλλος κτῆμα ἔχων κατὰ τὴν ἀχειροποίητον ἐπισυνῆψε τοῦτο καὶ ἑτέρῳ πένητος, μὴ δοὺς τὴν ὑπὲρ τούτου τιμήν. εἶτα ἔθανε καὶ ὁ πένης προσῆλθε τῷ βασιλεῖ περὶ τοῦ τιμήματος, καὶ ἐπέμφθη πρὸς τὸν ἐξάκτωρα, καὶ τῆς δίκης ζητουμένης ἀνεφύη δημοσιακὴ ἐνοχὴ κατὰ τῆς περιουσίας τοῦ πατρικίου, καὶ γίνεται τὸ κτῆμα δημόσιον ᾧ συνήφθη [τὸ] τοῦ πένητος. καὶ ἐσημειώσατο ὁ ἐξάκτωρ οὕτως· εἰργόμεθα τοῦ δικάζειν περὶ τῆς δεσποτείας ἡμεῖς· οὐ γὰρ ἐνῆν τῷ δημοσίῳ δικαιοδοτεῖν. ἐκκεχωρήκαμεν δὲ ἀγωγὴν κατὰ τῆς ὑπάρξεως τοῦ πατρικίου τῷ πένητι, ἵνα, εἰ δυνατῶς, ἕξῃ εὐπορίαν.
19
pr.Βι. κέ τί. γ΄ κεφ. ιή· „Ἐὰν τοῦ δημοσίου πωλοῦντος ἑτέρῳ τινὶ ὑποκείμενον ἐφησυχάσῃ ὁ δανειστὴς, ἀπόλλυσι τὴν ἐπὶ τῇ ὑποθέσει ἀγωγήν. οὐδὲ γὰρ αἱ γενόμεναι πράσεις παρὰ τοῦ δημοσίου...... γενομένην πρὸ χρόνων ἓξ, ἐβεβαίωσε ταύτην καίτοι τοῦ ἐνάγοντος περικοπῆς ἔχοντος ὑπόμνημα διηγούμενον, ὅτι καὶ πρὸ τοῦ πραθῆναι τὸ κτῆμα ἐνήχθη ὁ πρῶτος δεσπότης ὡς ἀγοράσας παρ᾽ ἑτέρου τὸ προικὶ ὑποκείμενον.
20
pr.Βι. κγ΄ τί. γ΄ κεφ. ις'΄· „Ὁ δημόσιος ἐξ ἰδίων μὲν συναλλαγμάτων οὐ δίδωσι τόκον· ἰδιώτην δὲ διαδεχόμενος δίδωσι τόκον. αὐτὸς δὲ τόκους ἀπαιτεῖ ὡς ἀπὸ τῶν ἐκληπτόρων τῶν φόρων καὶ τῶν τελωνῶν βραδέως καταβαλλόντων.
21
pr.Ὅτι ὁ τόκους ἐλαφροτέρους χρεωστῶν ἰδιώτης ἡμιεκατοστιαίους δίδωσι, μεθ᾽ ὃ τὸ χρέος εἰς τὸν δημόσιον περιέλθῃ.
22
pr.„Οἱ τὰ πολιτικὰ διοικήσαντες καὶ οἱ γενόμενοι κουράτορες τῶν ἔργων τόκους διδόασι τῶν παρ᾽ αὐτοῖς μεινάντων χρημάτων, οὐ μὴν τῶν δοθέντων τοῖς ἐργολάβοις, κἂν ἀμελῶς δεδώκασιν· εἰ μὴ ἄρα δόλον ἥμαρτον.
23
pr.Ὅτι στίχον δημόσιον ἡρμήνευσεν ὁ μάγιστρος ἔχοντα οὕτω· „στάσις κειμένη εἰς τὸ αὐτὸ χωρίον σὺν γῇ ἀποσπασθείσῃ ἀπὸ τοῦ αὐτοῦ χωρίου ἕνδομα, καὶ στάσις πλησίον τοῦ ὁροφίσσου καθὼς περιωρίσθη σὺν νομῇ τοῦ ὕδατος καὶ τόπῳ, καὶ στάσις τοῦ ὁμαλοῦ καὶ τοῦς ἐπισκόπου σκευγένης κυροῦ ἀγαθονίκου, καὶ στάσις θεοδοσίου καὶ στάσις φίλη τοῦ ἀδελφοῦ αὐτοῦ κειμένη ἐν τῷ αὐτῷ χωρίῳ τοῦ πλαστοῦ, καὶ στάσις μιτζοῦ στάσις χρυσοῦ καὶ μέρος στάσεως θεοφίλου καὶ ἀβραμίου υἱοῦ αὐτοῦ, καὶ στάσις καλλίστου πρα.τ.. ὄγδοον ἐν τῷ αὐτῷ χωρίῳ παμφίλου, περιβολὴ κειμένη ἐν τῷ αὐτῷ χωρίῳ διὰ βασαακίου σὺν τόπῳ λεγομένῳ πηγαδίῳ. οὕτω τοῦ στίχου φράζοντος διεγνώσθη, ὅτι τοποθεσίαι κεχωρισμέναι ἀλλήλων συνεγράφησαν, καὶ δηλοῦται ἑκάστη πῶς ὠνόμασται καὶ ποῦ διάκειται· καὶ πρώτη στάσις αὕτη· κειμένη ἐν τῷ αὐτῷ χωρίῳ σὺν γῇ ἀποσπασθείσῃ ἀπὸ τοῦ αὐτοῦ χωρίου εὔδομα· ἐν ταύτῃ [τῇ] μερίδι ἡ „σὺν πρόθεσις τὴν ἕνωσιν ἀπεργάζεται. δευτέρα δὲ στάσις πλησίον τοῦ ὁροφίσσου καθὰ περιωρίσθη σὺν νομῇ τοῦ ὕδατος καὶ τόπῳ. τρίτη στάσις τοῦ ὁμαλοῦ καὶ τοῦ ἐπισκόπου σκευγένης. τετάρτη στάσις θεοδοσίου καὶ φίλη τοῦ ἀδελφοῦ αὐτοῦ κειμένη ἐν τῷ χωρίῳ τοῦ πλαστοῦ. ὁ στάσις μιτζοῦ καὶ στάσις χρυσίου΄ καὶ στάσις καλλίστου κειμένη ἐν τῷ αὐτῷ χωρίῳ...... διὰ βασαακίου σὺν τόπῳ λεγομένῳ πηγαδίῳ· προωνομασμένου γὰρ τοῦ παμφίλου ἐν τῇ προηγουμένῃ στάσει εὐθὺς ἕπεται στάσις κειμένη ἐν τῷ χωρίῳ. οὕτως διαιρέσας τὰς στάσεις, καὶ τοῦ στίχου τέλος τὰ τρία νομίσματα μιλλιαρήσια δ΄ φόλλεις ιή΄ εἰς ἓξ ἐμέρισεν, εἴτ᾽ οὖν ἀνὰ νόμισμα ἥμισυ φόλλεις ιθ΄.
24
pr.Ὅτι περὶ τέλους δημοσίου ἐκινήθη δίκη ἐπὶ μέσου τῆς μητροπόλεως ἐφέσου καὶ τῆς μονῆς τῶν καμψῶν καὶ οὐκ ἐτμήθης. εἶτα ἐπὶ τοῦ μαγίστρου πάλιν ἐκινήθη, καὶ περὶ τῶν ὀπισθοτελειῶν ἐσημειώσατο οὕτως· τὰς ὀπισθοτελείας δεῖ παρασχεῖν, καὶ κατεδικάσθη ἀπὸ τοῦ καιροῦ τῆς πρὸς τὸν αἱρετὸν προκατάρξεως τῆς δίκης.