Peira 1.35
Περὶ ἀρνήσεως [καὶ] ἐλέγχων.
Abrir no leitor do IusCommune →1
pr.Τῷ ἀρνουμένῳ χρεωστεῖν καὶ ἐλεγχομένῳ αἱ διπλάσιαι εἰς ποινὴν ἐπιτέθεινται.
2
pr.Ὅτι ἐὰν ἀρνήσηταί τις μὴ δανείσασθαι, εἶτα ἐλεγχθῇ δανεισάμενος, καὶ προκομίσει ἀποδείξεις μερικῶν καταβολῶν, οὐδὲν αὐτὸν ὀνήσουσιν, ἀλλ᾽ ἅπαν τὸ χρέος ἀπαιτηθήσεται.
3
pr.Ὅτι εἰ ἐνάγω κατά τινος, ὡς λαβόντος παρ᾽ ἐμοῦ νομίσματα, ὁ δὲ ἀρνεῖται, αἰτήσομαι δὲ ἐγὼ ὀμνύειν αὐτὸν περὶ τούτων, ἀπαιτοῦμαι πρῶτον ὀμνύειν αὐτὸς τὸν περὶ συκοφαντίας, εἶτα ἐκεῖνος τὸν ἐντελῆ. εἰ δὲ παραγάγω μάρτυρας ἐπὶ τούτῳ, εἰ μὲν ὀμώσουσιν οἱ μάρτυρες, ἀπαιτεῖται ἐκεῖνος τὸ χρέος· εἰ δὲ μὴ, ἐπιλογὴν ἔχει ὁ ἐναγόμενος ἢ τοὺς μάρτυρας αἰτεῖν ὀμνύειν ἢ τὸν ἐνάγοντα. τότε δὲ ὁ ἐνάγων ἀντεπάγει, ὅτε μὴ δύναται ὁ κατηγορούμενος αἰτεῖν τὸν περὶ συκοφαντίας.
4
pr.Βι. κβ΄ τί. α΄ κεφ. κδ ' 3· „Εἰ λέγει τὶς μὴ χρεωστῶν ποιῆσαι γραμματεῖον, καὶ ἐστὶν ἀφανὲς, ὁ λαβὼν αὐτὸ δείκνυσιν· εἰ δὲ ῥητῶς ὁ τὸ γραμματεῖον ἐκθέμενος εἴπῃ τὰς αἰτίας, δι ἃς συνεγράψατο, στοιχεῖν ἀναγκάζεται, εἰ μὴ προφανῶς δι ἐγγράφων δείξει μὴ χρεωστῶν ὁμολογῆσαι.
5
pr.Ὅτι ἐναγόμενός τις, ὡς οἰκετικὰ πρόσωπα παρακατέχει, ἠρνεῖτο. καὶ ὁ μάγιστρος ἔκρινε, δεικνυμένου τοῦ ἀληθοῦς ἀποδιδόναι τοῦτον τά τε οἰκετικὰ πρόσωπα καὶ καθ᾽ ἕκαστον τούτων νομίσματα κ΄.