Peira 1.34
Περὶ φάκτου ἀγνοίας καὶ νόμου.
Abrir no leitor do IusCommune →1
pr.Βι. β ' τί. δ΄ [κεφ. θ ']· „Κανονικῶς ἡ μὲν τοῦ φάκτου ἄγνοια οὐδένα βλάπτει, ἡ δὲ τοῦ νόμου πάντας βλάπτει, πλὴν τῶν ἀφηλίκων, καὶ ἔν τισι τῶν γυναικῶν, ἔνθα μὴ ἐστὶν ἁμάρτημα, ἀλλὰ νόμου ἄγνοια· καὶ γὰρ ἀφήλιξ δανείσας ὑπεξουσίῳ βοηθεῖται. τοῦ πλάτους· οἷον γυνὴ κατὰ ἰντερκεσίωνα· ἔνοχον κατέστησεν ἑαυτήν· συγγινώσκεται διὰ τὴν φύσιν, κἂν νόμον ἠγνόησε. τότε δὲ ἥττων τῶν κέ ἐνιαυτῶν καὶ ἡ γυνὴ νόμον ἀγνοήσασα οὐ συγγινώσκεται, ὅταν μὴ ἐκ τῆς τοιαύτης ἀγνοίας πλημμελήσαντες ἐλέγχονται. τότε γὰρ ἀσύγγνωστα τούτοις τὰ τῆς ἀγνοίας. τί γὰρ, ὅτι μοιχείαν ἢ κλοπὴν ἐπλημμέλησεν;
2
pr.Καὶ θέ. γ· „Ἡ τοῦ φάκτου ἄγνοια οὐ συγγινώσκεται ἐπὶ τοῦ πάνυ ἀμελοῦς. τί γὰρ, ὅτι πάντες οἱ τῆς πόλεως γινώσκουσιν, ὅπερ αὐτὸς μόνος ἀγνοεῖ; εἴδησιν γὰρ οὐκ ἀπαι-. τοῦμεν ἐπιμελεστάτου ἀνθρώπου, ἀλλ᾽ εἴ τις ἐπιμελὴς ὢν ἐδύνατο ἐπιγνῶναι.
3
pr.Καὶ κεφ. ιδ΄· „Ἡ τοῦ φάκτου ἄγνοια τοῖς τμηθεῖσιν οὐ συμβάλλεται φάκτοις.
4
pr.Καὶ κεφ. ζ΄· „Ἡ τοῦ νόμου ἄγνοια τοὺς μὲν ἀπαι τοῦντας τὰ ἴδια οὐ βλάπτει, ἐπὶ κέρδει δὲ οὐ συμβάλλεται.
5
pr.„Ἡ τοῦ φάκτου ἄγνοια καὶ ἀνδράσι καὶ γυναιξὶ βοηθεῖ. ἐπὶ δὲ ζημίας οὐδένα βλάπτει θέλοντα τὸ ἴδιον ἀπαιτῆσαι.