IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.33

Περὶ τῶν μετὰ τὸ δικάσασθαι ὑποχωρούντων προπετῶς τοῦ δικαστηρίου.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι ὁ μάγιστρος κρίνας τινὰ καὶ εἰς τέλος ἀγαγὼν τὴν δίκην, εἶτα τοῦ δικασθέντος ἀσυντάκτως ὑποχωρήσαντος, ἐσημειώσατο οὕτως· δεδικαίωται ὁ πρωτοσπαθάριος νικηφόρος κατὰ νομῆς λόγον ἀπολαβεῖν τὸ κτῆμα τόδε, ἵνα τούτῳ δὴ τῷ τρόπῳ μαθὼν ὁ ἀντίδικος, ὡς οὐδὲν αὐτὸν ὤνησεν ἡ ὑποχώρησις ὑποχωρήσαντα τοῦ δικαστηρίου ἀσυντάκτως, ἢ ταχέως· ἀπαντήσῃ· μεθ᾽ ὧν ἔχει δικαιωμάτων μηνῶν ἄχρι δ΄ μετὰ τὴν ἐπὶ νομῇ παράδοσιν, καὶ τῶν νόμων καὶ τοῦ δικαίου τύχῃ δικασάμενος, ἢ ἐπὶ τῆς αὐτῆς ἀπειθείας μένων καὶ ὅρους τεταγμένους ὑπερεκπίπτων τελείαν δέξηται καταδίκην, κατὰ μίαν μοῖραν τῆς ὑποθέσεως δικαζομένης, ὡς τοῖς περὶ τῶν τοιούτων διηγόρευται νόμοις.