Peira 1.30
Περὶ μαρτύρων [καὶ μαρτυριῶν].
Abrir no leitor do IusCommune →1
pr.Δίκης κινηθείσης, ὡς ἄρα τὶς ἀπώλεσε χρυσίον, καὶ μαρτύρων παραχθέντων καὶ μαρτυρούντων, ὅτι ἀνελάβετο τὸ χρυσίον ὁ ἀντίδικος· τοῦ δὲ ἐναγομένου παράγοντος ἑτέρους μάρτυρας, μαρτυροῦντας, μὴ ἰδεῖν, ὅτι ἀνελάβετο τὸ χρυσίον '. εἰκὸς γὰρ αὐτοὺς μὴ ἰδεῖν· ἀλλὰ τοῦτο ὀμόσαι, ὅτι ἀληθῶς γινώσκουσιν, ὅτι οὐκ ἀπώλετο τὸ χρυσίον, ἀλλ᾽ οὐδὲ ἐκέρδησε τοῦτο ὁ ἀντίδικος. ἀλλ᾽ εἰ καὶ τοῦτο ὀμόσαιεν, ἔλεγεν αὐτοὺς ψεύδεσθαι· πῶς γὰρ ἂν εἰδεῖεν, ὅπερ οὐκ οἴδασιν᾽; ἐν γὰρ ταῖς μαρτυρίαις τὸ λέγειν· οὐκ οἶδα, ἔλεγεν ὁ μάγιστρος μὴ εἶναι ἰσχυρὸν εἰς ἐκβολὴν δικαιολογίας.
2
pr.Ὅτι τὸ ἐπιτήδευμα, ἐξ οὗ τις προσπορίζεται αὑτῷ τὰ χρειώδη, ἀρκεῖ πρὸς εὐπορίαν. ὁ γὰρ μάρτυς εἴτε ἀξιωματικὸς ὀφείλει εἶναι, εἴτε στρατείαν ἰδίαν ἔχειν, εἴτε ἐπιτήδευμα, εἴτε νομισμάτων ν ' περιουσίαν.
3
pr.Ὅτι ὅτε μαρτυρεῖ τις περὶ πράγματος πρὸ ν ' χρόνων γενομένου, αὐτὸς ξθ ' χρόνων εἶναι. εἰ μαρτυρῶν περί τινος ὀφείλει προέχειν αὐτοῦ, τουτέστι τοῦ πράγματος, εἰ μὲν ἐγκληματικὸν εἴη, κ΄ χρόνων· εἰ δὲ χρηματικὸν εἴη, χρόνων ιή. οὐ γὰρ πιστευτέον τῷ μαρτυροῦντι ἐλάττονι ὄντι τῶν ὡρισμένων καιρῶν ἀτελεῖ γε ὄντι τὴν φρόνησιν, καὶ μηδὲ τῶν αὐτοῦ ῥᾳδίως συνιέναι τυχὸν δυναμένῳ, μήτιγε δὴ τῶν τοῦ πέλας.
4
pr.Ὅτι ἐπὶ λ ' λίτραις χρυσίου καὶ δύο ἀρκοῦσι πρὸς μαρτυρίαν, καὶ μέχρι δὲ ν ' λιτρῶν τρεῖς ἀρκοῦσι. καὶ φησὶ βι. κγ ' τί. α΄ κεφ. νή θέ. β΄· „Ὁ ποιήσας χειρόγραφον ὑπὲρ ν ' χρυ σίου λίτρας ὀφείλει τριῶν μαρτύρων ὑπογραφὰς ἐντάττειν. ἄλλως γὰρ οὐ χρὴ τὸ τοιοῦτον ἐῤῥῶσθαι χειρόγραφον. καὶ περὶ καταθέσεως ὑπὲρ ν ' λιτρῶν τὸ αὐτὸ νομοθετεῖ.
5
pr.Ὅτι ἐπὶ τῆς καθοσιώσεως καὶ ἀνὴρ κατὰ γυναικὸς καὶ γυνὴ κατὰ ἀνδρὸς καὶ δοῦλος κατὰ δεσπότου καὶ υἱὸς κατὰ πατρὸς μαρτυρεῖ. ἵνα γὰρ μὴ ἐξῇ τῇ γυναικὶ καὶ τοῖς λοιποῖς τοῦ ἀνδρὸς ὑπεξουσίοις [λέγειν], ὅτι δεδιότες τὴν ἐξουσίαν τοῦ τῆς φαμιλίας πατρὸς ἐσιώπων, ἐδίδαξεν αὐτοὺς ὁ νόμος, ὅτι πρὸς τὸ τοῦ βασιλέως κράτος οὐδέν ἐστιν ὁ τῆς φαμιλίας πατὴρ, ἀλλὰ καὶ ὑπεξούσιοι τούτου συνυπεξούσιοί εἰσιν αὐτῷ. δοῦλος δὲ τὴν τοῦ συνδούλου κατὰ τῆς δεσποτείας ἐπιβουλὴν, καὶ ὑπεξούσιος τὴν τοῦ ὑπεξουσίου ἐπαινετῶς καταμηνύει· ἐν γὰρ τῷ σιγῆσαι τὴν πρᾶξιν συγκατακρίνεται.
6
pr.Ὅτι γυνὴ κατὰ τοῦ ἀνδρὸς οὐ μαρτυρεῖ οὔτε ἄκουσα, οὔτε ἑκοῦσα εὐσχημόνως τοῦτο τελεῖ. εἰ γάρ τις τρυφῶν καὶ ἐκδεδιῃτημένος καὶ τὴν ὄψιν οὐκ ἀγενὴς παρέλθῃ κινῶν δίκην κατά τινος, εἶτα τὴν ἐκείνου καλέσει γυναῖκα πρὸς μαρτυρίαν, ἡ δὲ ἀναίδην εἰς τὸ μέσον φοιτήσασα ὑπὲρ τοῦ ξένου κατηγοροίη τοῦ ἀνδρὸς, τίς αὐτὴν ἐξελεῖται μεγάλης μέμψεως, καὶ λογίσαιτο ἂν τὰ πρὸς τὸν ξένον αὐτῆς ἀναμάρτητα '; ἢ πῶς τοῦ λοιποῦ συμβιώσεται τῇδε ὁ ἀνὴρ, καὶ οὐ καινὴ τοῦτο πρόφασις διαζυγίου γενήσεται παρὰ τὰς διηγορευμένας τῷ νόμῳ;
7
pr.Βι. με τί. γ΄ κεφ. δ΄· Ὅτι συμβάλλεταί τινι γινώσκειν τὴν τάξιν τῆς συγγενείας καὶ ἀγχιστείας, ἐπειδὴ τῷ πλησιάζοντι συγγενεῖ καὶ ἡ κληρονομία καὶ ἡ ἐπιτροπὴ καταφέρεται, καὶ ὅτι οὐ μαρτυρεῖν ἀναγκάζεταί τις κατὰ τῶν συγγενῶν ἢ ἀγχιστῶν. καὶ βλέπε τὸ διάφορον τῆς συγγενείας, ὅσον πρὸς μαρτυρίαν, ὥστε οὐδὲ γυνὴ ἀκουσίως καταμαρτυρεῖ τοῦ ἀνδρός.
8
pr.Ὅτι „ἄκων οὐδεὶς μαρτυρεῖ ἐπὶ ἐγκληματικῷ δικαστηρίῳ κατὰ ἰδίου πενθεροῦ ἢ πατρώου ἢ γαμβροῦ ἢ προγονοῦ ἢ ἀνεψιοῦ ἢ ἀνεψιᾶς ἢ τῶν ἐξ αὐτῶν τεχθέντων ἢ τῶν ἐνδοτέρου βαθμοῦ ὄντων· οὔτε κατὰ πάτρωνος ἢ πατρωνίσσης ἢ παίδων αὐτῶν ἢ γονέων αὐτῶν ἢ γυναικὸς πάτρωνος ἢ ἀνδρὸς πατρωνίσσης· οὔτε πάτρων ἢ πατρώνισσα κατὰ ἀπελευθέρου. βλέπε τὸν νόμον πανταχοῦ οὐ μόνον τὴν φυσικὴν συγγένειαν τιμῶντα, ἀλλὰ καὶ τὴν δόξασαν νόμῳ συγγένειαν. νόμῳ δὲ συγγένειά ἐστιν οἵ τε πάτρωνες συγγενεῖς πρὸς τοὺς ἀπελευθέρους· οὗτοι οὖν μὴ ἀναγκαζόμενοι δοῦναι μαρτυρίαν κατὰ τῶν εἰρημένων προσώπων, οὐδὲ ἔγγραφα ἀπαιτοῦνται κατ᾿ αὐτῶν προκομίζειν.
9
pr.Καὶ βι. κα τί. α΄ κεφ. δ΄΄· Ὅτι „περὶ βίας οὐ μαρτυρεῖ ἀπελεύθερος κατὰ πάτρωνος.
10
pr.. Ὅτι ἡ ἀπελευθέρα κατὰ πάτρωνος οὐ μαρτυρεῖ, καὶ διὰ τοῦτο ἐκδικεῖ καὶ τὸν φόνον αὐτοῦ.
11
pr.Ὅτι οἱ μῖμοι καὶ οἱ θηριομάχοι καὶ οἱ ὀρχησταὶ, οἱ ἐπὶ τῆς θυμέλης ἀναστρεφόμενοι, καὶ οἱ κατακριθέντες ὡς συκοφάνται ἢ μοιχοὶ ἢ κλέπται ἢ ἕτερον ἀτόπημα ἐργασάμενοι, καὶ οἱ πάνυ πένητες, καὶ αἱ γυναῖκες καὶ οἱ ἄνηβοι ἀπείργονται μαρτυρεῖν. αἱ δὲ γυναῖκες μαρτυροῦσιν, ἔνθα ἡ τῶν ἀνδρῶν θέα ἀπείργεται. ἀνάγνωθι βι. κα΄ τί. α΄.
12
pr.Ὅτι εἰσὶν ἕτερα πρόσωπα ἃ ἑκουσίως μὲν δύνανται μαρτυρεῖν, ἀκουσίως δὲ οὐχ ἕλκονται οὔτε ἄκοντες μαρτυροῦσιν, ἀλλ᾽ εἴπερ ὅλως δεηθεῖεν τῆς αὐτῶν μαρτυρίας, προκειμένων τῶν θείων λογίων οἴκοι ἐρωτῶνται· καὶ οἱ ἀσθενεῖς καὶ οἱ γέροντες.
13
pr.Ὅτι οἱ μὴ ἀναγκαζόμενοι κατά τινων μαρτυρεῖν, οὐδὲ δικαίωμα ἀναγκάζονται κατ᾿ αὐτῶν προκομίσαι.
14
pr.Ὅτι᾽ οὐ πάντοτε ἀναγκάζονται καὶ ἐπὶ χρηματικῶν καὶ ἐγκληματικῶν μαρτυρεῖν, οἷς ἐκ τοῦ νόμου μαρτυρεῖν ἐφεῖται· ἀλλ᾽ ἐπὶ τῶν περιστατικῶν, οἷον ὅταν δικαζόμενός τις μετὰ ἄρχοντος πολὺ ὑπερβαίνοντος αὐτὸν καὶ οἱ μάρτυρες δέει τοῦ ἄρχοντος μὴ ἔρχονται εἰς δικαστήριον, τότε ἀναγκάζονται ὑπὸ τοῦ δικαστοῦ καὶ ἄκοντες μαρτυρεῖν ἢ ὀμνύειν.
15
pr.Ὅτι κ΄ χρόνων ὀφείλουσιν εἶναι καὶ ν ' νομισμάτων περιουσίαν ἔχειν οἱ ἐπὶ τῶν ἐγκλημάτων μαρτυροῦντες.
16
pr.Ὅτι αἱρετικὸς ἢ ἑβραῖος κατὰ ὀρθοδόξου οὐ μαρτυρεῖ· κατὰ ἀλλήλων δὲ μαρτυροῦσιν. ἀνάγνωθι βι. κα τί. α κεφ. μέ.
17
pr.Ὅτι ἐὰν τὸ ἓν μέρος μάρτυρας προκομίσῃ, τὸ δὲ ἕτερον ἐκμάρτυρον, τοὺς μάρτυρας μᾶλλον προσιέμεθα. εἰ γὰρ ὁ νόμος λέγει, ὅτι „κατὰ ἐγγράφου μαρτυρίας ἄγραφος οὐ προσφέρεται, ἀλλὰ τοῦτο ἐπὶ συμφώνων γαμικῶν καὶ πράσεων καὶ δωρεῶν καὶ τῶν τοιούτων εἴρηται. ἐπὶ δὲ τῶν ἐκμαρτύρων ἡ ἄγραφος μαρτυρία τῶν παραγομένων μαρτύρων εὐπιστοτέρα ἐστὶ, καθὸ τὰ μὲν ἐκμάρτυρά εἰσι ψιλὰ γράμματα καὶ ἀβέβαια, ἡ δὲ τῶν παρισταμένων καὶ ἐρωτωμένων μαρτυρία ἰσχυρὰ καὶ ζῶσα. καὶ κεφ. κγ΄ τ·, Κατὰ ἐγγράφου μαρτυρίας ἄγραφος οὐ προσφέρεται. τοῦτο δὲ νόει μὴ ὅτε ἔγγραφοι μαρτυρίαι προσφέρονται· τότε γὰρ ἡ ἄγραφος φωνὴ τῶν νῦν παραγομένων μαρτύρων εὐπιστοτέρα· ἀλλ᾽ ὅτε κατὰ ἑτέρων τινῶν ἐγγράφων δικαιωμάτων ἄγραφοι προσφέρονται μαρτυρίαι.
18
pr.Καὶ δε τοῦ αὐτοῦ βι. καὶ τί. Ὅτι ἐπὶ τῶν δικῶν οἱ μάρτυρες μέχρι τρίτης παραγωγῆς καὶ ἀντιπαραγωγῆς δίδονται, εἰ μήγε θάτερον μέρος φράσει τὰς φωνὰς ἐκβάλλεσθαι καὶ διαμελετῆσαι ἢ τὰς παραγραφὰς τοῦ ἀντιδίκου. ἔκτοτε γὰρ οὐ δύναται ἑτέραν παράγειν μαρτυρίαν. εἰ δὲ μὴ αὐτὸς ἀντέχῃ ταῖς φωναῖς, ἀλλ᾽ ὁ συνήγορος αὐτοῦ, δίδωσιν αὐτῷ ὁ νόμος καὶ τετράκις παράγειν μάρτυρας. „εἰ δὲ ὁ παραγαγὼν μὴ ἐκλάβῃ καὶ ἑξῆς, ὅτι καὶ τετράκις δίδονται· μετὰ δὲ τὸ ἐκλαβέσθαι τινὰ τὰς μαρτυρίας ἢ τὰς παραγραφὰς οὐ κέχρηται ἑτέρᾳ μαρτυρίας παραγωγῇ.
19
pr.Ὅτι ἐὰν διὰ ἀπείθειαν οὐ παραγίνεταί τις εἰς τὸ δικαστήριον ἐπὶ τῷ ἀκοῦσαι τῶν μαρτύρων, καὶ μονομερῶς δέχονται οἱ μάρτυρες. ὕστερον δὲ ἔχει πάσας τὰς παραγραφὰς, ἃς ἔμελλεν ἔχειν κατ᾿ αὐτῶν, εἰ παρὼν ἐτύγχανε· πρὸς τοῦτο μόνον ἡττᾶται τὸ μὴ ἀπαιτεῖν πάλιν ἐλθεῖν τοὺς μάρτυρας καὶ ἐνώπιον αὐτοῦ μαρτυρῆσαι.
20
pr.. Ὅτι εἰ προκομίσει τὶς μάρτυρας, εἶτα οὗτοι ἐν ἑτέρᾳ δίκῃ κατ᾿ αὐτοῦ παραχθῶσι, οὐκ ὀφείλει οὗτος αὐτοὺς διαβάλλειν ὡς εὐτελεῖς καὶ πένητας.
21
pr.Καὶ κεφ. λη ' 2· Ὅτι ἐὰν προκομισθῇ ἐκμαρτύριον καὶ ἀποβληθῇ, οἱ ἐν αὐτῷ μάρτυρες οὐκ ἀτιμοῦνται διὰ τὸ μὴ αὐτοπροσώπως ἐρωτηθῆναι.
22
pr.Ὅτι περὶ ὅρων ζητήσεως καὶ καινοτομίας κτήματος ἐξ ἀκοῆς μαρτυροῦντας δεχόμεθα μάρτυρας.
23
pr.Φησὶ βι. κβ ' τί. α΄ κεφ. κη΄ 5· Ὅτι περὶ συγγενείας μάρτυρες ἐξ ἀκοῆς οὐ δίδονται.
24
pr.Φησὶ βι. κβ΄ τί. α κεφ. μς΄· Συγγένειαν οὐ συνίστησι ψιλὴ βεβαίωσις καὶ φήμη καὶ ἑξῆς.
25
pr.Ὅτι παραλαύριον μαρτυροῦν ὑπὲρ τῆς λαύρας ἀπρόσδεκτον. καὶ ὁ δικαστὴς ἔφησεν, ὅτι μέρος αὐτοῦ ἐστίν· εἰ γὰρ ἰδιάζον ἐστὶ τὸ παραλαύριον, ἀλλά γε τῆς λαύρας ταύτης ἐστὶ παραλαύριον, ταύτης δὲ ὂν, μέρος αὐτῆς ἐστιν ἐξ ἀνάγκης, καὶ ὑπὸ τοῦ νόμου κεκώλυται. λέγει γάρ· οὐδεὶς εἰς ἴδιον πρᾶγμα δύναται μαρτυρῆσαι, εἰκότως οὐδὲ δικάσαι.
26
pr.Ὅτι ὁ μισθωτὸς εἰς μαρτυρίαν τοῦ μισθωσαμένου ἐρχόμενος ἀπεβλήθη. καὶ ὁ δικαστὴς ἔφησε· καθαρεύειν ὑποψίας τοὺς μάρτυρας δεῖ· ὁ φίλος δὲ οὐ καθαρὸς ὑποψίας, μεστὸς δέ· ἄρα ὁ μισθωτὸς καὶ διὰ τοῦτο ἀπόβλητος.
27
pr.Ὅτι ἀποταξάμενός τις τῇ ἱερωσύνῃ μοναχὸς ἐλθὼν εἰς μαρτυρίαν οὐ παρεδέχθη. καὶ ὁ δικαστής· οὐκ εὐπαράδεκτος οὗτος, ὅτι μήτις ἄλλος ἱερωσύνης ἐστερημένος καὶ ταῦτα μονάζων.
28
pr.Ὅτι οἱ τὸ ἀμφισβήτητον ὡς ἀμφισβητήσιμον μαρτυροῦντες καὶ τοῖς ἐγγράφοις ἐναντιούμενοι ἀποδοκιμάζονται.
29
pr.Ὅτι οὐκ ἐξ ἀποτυχίας ἡ τῆς δεσποτείας μαρτυρία συμβάλλεταί τι ' τῆς περὶ τῆς χρονίας νομῆς ζητήσεως.
30
pr.Ὅτι ἐπὶ καταθέσεως οὐκ ἔχει τὸ ἐνδύναμον ἡ μαρτυρία, ὅτε μὴ κατὰ πρόσκλησιν οἱ μάρτυρες συνέλθωσι, μήτε κατὰ ταὐτὸν ὑπὸ τοῦ λεγομένου λαβεῖν τὸ χρυσίον ἀκούσωσι. βι. κά τί. α΄ κεφ. [μβ΄.]
31
pr.Ὅτι οἱ παλαιοὶ καὶ σοφοὶ καὶ ἀρχαῖοι τῶν δικαστῶν ἐπὶ διαβολῇ μαρτύρων τρεῖς ἐδίδωσαν προθεσμίας, ἑκάστης μὴ πλέον ἐχούσης τῶν ιε ἡμερῶν, ὁ δὲ μάγιστρος καὶ τρεῖς ὅλους μῆνας εἰς παράστασιν διαβολῆς παρέσχεν.
32
pr.Ὅτι κοινωνὸς ὑπὲρ κοινωνοῦ μαρτυρῶν οὐκ ἐδέχθη, ἕως οὗ ἡ κοινοπραξία ἐλύθη.
33
pr.Ὅτι οἱ μάρτυρες οἱ ὑπογράφοντες ἐν συμβολαίῳ τῶν γράμματα μὴ ἐπισταμένων, ὀφείλουσιν εἶναι γνώριμοι τοῖς συναλλάσσουσιν. ὡς φησὶν κβ΄ τί. δ΄ κεφ. [α΄.]
34
pr.Ὅτι ὁ τόδε λέγων ὑπάρχειν ἐμὸν, οὐκ ἤδη καὶ τὴν τούτου νομὴν παρ᾽ ἐμοὶ ὑπάρχειν προσμαρτυρεῖ, ἐπειδὴ ἐγχωρεῖ, δεσπότην ὄντα μὴ νέμεσθαι, ὥσπερ καὶ τὸν νεμόμενον μὴ εἶναι δεσπότην.
35
pr.Ὅτι τῷ δεσπότῃ μαρτυροῦντι ἀπόχρη τόδε τοῦδε ὑπάρχειν μαρτυρῆσαι καὶ σημάσαι τὸ πᾶν. τῷ δὲ τὸ ἀπὸ τῆς τριακονταετηρίδος τινὶ προσγεγενημένον διὰ παραγραφῶν μαρτυροῦντι, ἐπισφαλὲς τοῦτο εἰπεῖν· ὃ μὲν γὰρ ἐχρῆν εἰπεῖν, παρῆκεν ἵνα εἴπῃ δηλονότι· ὃ δὲ μὴ ἀσφαλὲς εἰπεῖν, ἐτερέτισεν.
36
pr.Ὅτι ὁ περὶ τῆς παραγραφῆς τῆς τριακονταετίας μαρτυρῶν τρία ταῦτα ὀφείλει εἰδέναι· φυσικὴν κατοχὴν, τουτἐστι τοῦ πράγματος σωματικὴν κατοχήν· νομὴν συνεχῆ καὶ ἀδιάκοπον· καὶ ὁλόκληρον ἀπὸ ἡμέρας εἰς ἡμέραν τὸν ὡρισμένον καιρόν. καὶ σωματικὴν κατοχὴν, τουτέστι φυσικὴν, ὅτι ὁ νόμος φησίν· „εἰ μὴ ἄρξηται φυσική κατοχή, ψυχῇ μόνῃ οὐδεὶς νέμεται. οὐδεὶς γὰρ δύναται λογισμῷ μόνῳ νομὴν κατασχεῖν τὴν ἀρχήν. συνεχῆ δὲ νομὴν, ὅτι ἡ διακοπτομένη νομὴ οὐκ ἐστὶν εὔχρηστος· οὐ συμβάλλεται γάρ, ὁλοκλήρως τὸν νενομισμένον καιρὸν, ὅτι κἂν ἐν τῇ τελευταίᾳ ἡμέρᾳ τρόπον τινὰ τὸ συνεχὲς διακοπῇ τῆς νομῆς, ἀπώλετο τῷ νεμομένῳ τοῦ χρόνου παραγραφή.
37
pr.Ὅτι τὸ μαρτυρήσασθαί τινα δεσπότην χρώμενον τοῖς οἰκείοις, ὅτε τοῖς οὐκ οἰκείοις χρᾶται, οὐ συμβάλλεται τῷ μαρτυρουμένῳ.
38
pr.Ὅτι μάρτυς ὑπέγραψεν ἐν ὁμολογίᾳ χρέους μὴ περιεχούσῃ δόσιν ἐνεχύρων· εἶτα κινήσαντος τοῦ δανειστοῦ τὴν περὶ χρέους ἀγωγὴν, ἔλεγεν ὁ χρεωστῶν δοῦναι ἐνέχυρα αὐτῷ, ἅτινα οὐκ ἐγράφησαν ἐν τῷ ὁμολόγῳ· καὶ ἀναγκαζόμενος τοῦτο συνιστᾶν παρήγαγε τὸν ὑπογράψαντα μάρτυρα ἐν τῇ ὁμολογίᾳ, λέγοντα· [ὅτι] εἶδεν αὐτὸς τὰ ἐνέχυρα, καὶ ὅτι εἶπεν ὁ δανειστής· ἐὰν γραφῶσιν ἐν τῷ ὁμολόγῳ, οὐ δανείζω, καὶ διὰ τοῦτο οὐκ ἐγράφησαν μὲν τὰ ἐνέχυρα, ἐδόθησαν δὲ ἀγράφως τῷ δανειστῇ. ταῦτα λέγοντα τὸν μάρτυρα οὐ παρεδέξατο ὁ μάγιστρος, εἰπὼν, ὅτι ἐπεὶ ἐπὶ τῇ οἰκείᾳ γραφῇ ἐναντία λέγεις, οὐκ εἶ δεκτὸς τῷ νόμῳ. ψευδῶς γὰρ ὑπέγραψας ὡς φῆς, καὶ πῶς ἀγράφως ἄρτι πιστευθείσῃ; ταῦτα λέγων ἐδιώχθη.
39
pr.Ὅτι παράγει τίς τινα ἕνα ἀπελεύθερον μαρτυροῦντα κατά τινος ὡς παρακαταθήκην ὑποκρατήσαντος, ὅστις μάρτυς ἔλεγεν, ὅτι καὶ αὐτὸς μεθ᾽ ἑτέρων τινῶν εἶδε τὴν παρακαταθήκην, καὶ ἐκείνοις τοῖς γινώσκουσι ταύτην κλέψασι χρυσίον ἑτέρου καὶ αὐτὸς συνέκλεψε. καὶ οὐκ ἐδέξαντο τοῦτον οἱ κριταὶ, εἰπόντες, ὅτι οὐδὲν ἰσχυρὸν ἐκ τούτου συνέστη, ἑνὸς τοῦτο λέγοντος, ὄντος οὐ μόνον ἐπιδιφρίου καὶ ἀσήμου καὶ χαμερποῦς, ᾗ φησιν ὁ νόμος, ἀλλὰ καὶ διαβεβλημμένου οὗτωσὶ φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν καμεῖν περὶ τὰς ἀποδείξεις τὸν διωκόμενον. ὃς γὰρ κλέψαι ἀνωμολόγησε τάδε, ἕως᾽ ἐστὶ τῶν ἀποτροπαίων καὶ καταπτύστων· δεήσει δὲ δήπουθεν οὐδὲν φαῦλον ἐπείγεσθαι δεικνύειν τὸν ἑαυτὸν κατειπεῖν ὡς κλέπτην μὴ ἐγκαλυψάμενον.
40
pr.Ὅτι ἐμαρτύρησε τις ὡς εἶδε συνδούλους δύο ἐκ τοῦ οἴκοῦ τοῦ δεῖνος ἐπιφορτισθέντας καὶ ταῦτα παραλαβόντας δύο τινὰς καὶ ἀπαγαγόντας εἰς τὸν οἶκον τοῦ δεῖνος, καὶ οὐκ ἐδέχθη, μὴ λέγων συμπορευθῆναι μετὰ τῶν διακομιζόντων αὐτὰ, ἀλλὰ μεῖναι ἐν τῷ οἴκῳ, ὅθεν ἀφηρέθησαν [τὰ] συνδούκια. καὶ εἶπον οἱ κριταί· καὶ γὰρ τὸν δεῖνα καὶ δεῖνά φησι διακομίσαι τὴν παρακαταθήκην ἐκ τῆς τοῦ κυρίου αὐτῶν οἰκίας πρὸς τὸν οἶκον τοῦ δεῖνος, καὶ τοιοῦτο μὲν ἔφη θεάσασθαι. τοῦτο ἐξῆν αὐτῷ εἰπεῖν, ὅτι περιγραφὴν ἐνεχειρίσθη τὰ συνδούκια· τὸ δ᾽ ἑξῆς ἐδεῖτο προφήτου. ἀφ᾽ οὗ γὰρ τὸ προαύλιον τοῦ κυρίου· αὐτῶν ἐξῆλθον οἱ σταλέντες, πῶς οὗτος ποῦ κατήντησαν οἶδεν, εἰ μὴ λυγκέως ἔβλεπεν ὄμμασι διὰ ξύλων καὶ λίθων καὶ τοίχων πολλῶν καὶ στενωπῶν σκολιότητος καὶ ἐκ τοσούτου διαστήματος;
41
pr.Ὅτι λέγοντός τινος, ὡς αὐτὸς καὶ ἕτεροι δύο γινώσκουσι περὶ καταθήκης τινὸς δοθείσης ἑτέρῳ, καὶ παρ᾿ αὐτῶν τῶν δύο κομισθεῖσα πρὸς τὸν δεῖνα, ἐκείνων δὲ μὴ συμφωνούντων τῷ λέγοντι, οἱ κριταὶ οὐ προσέσχον τῷ ἑνὶ, εἰπόντες, ὁπότε κἂν αὐτοὺς [τοὺς] δύο εὕρισκε συμφωνοῦντας αὐτῷ, οὐδ᾽ οὕτως βλάβη τὶς τῷ ἐναγομένῳ προσείπετο· οἷς τε φησὶν ὁ νόμος, τοὺς μεσιτεύοντας ἐπὶ πράγματι μὴ μαρτυρεῖν περὶ τούτων, εἰ μὴ κατὰ συναίνεσιν τῶν μερῶν, καὶ εἰς τὸ λαβεῖν μὲν καθομολογοῦντα, ἑτέρῳ δὲ δοῦναι προσεπιφέροντα βαρύνει ἢ τὸ ἀντιτεθὲν δεικνύειν ἢ τὸ ληφθὲν ἐκτιννύειν. τοῦτο γὰρ οὕτω προχωρεῖν οὐκ ἐπὶ χρηματικῶν ἀλλὰ καὶ ἐπὶ θανατικῶν ἀποφάσεων τοῖς νόμοις πεπραγμάτευται.
42
pr.Ὅτι παρῆγε τίς τινα μαρτυρήσοντα καθ᾽ ἑτέρου, καὶ τοῦτον ἐν τῇ ἰδίᾳ οἰκίᾳ ἀπεκρύψατο ἐπὶ πολλαῖς ἡμέραις, καὶ ἠνάγκασε καθομολογῆσαί τινα σκαιὰ καθ᾽ οὗ ἔμελλε μαρτυρεῖν, καὶ ἐκμαρτύριον ἐποίησεν· εἶτα οὗτος προσφυγὼν τοῖς ἱεροῖς περιβόλοις τοῦ ναοῦ ἤχθη εἰς τὸ δικαστήριον, καὶ ἔλεγεν ἀναγκασθῆναι καὶ κατὰ βίαν εἰπεῖν. καὶ οἱ κριταὶ εἶπον· ἡ ἐκ μαρτυρία, ἣν ἐπ᾿ οἴκου ἰδίου ἐκθέσθαι παρεσκεύασε, τὸν μὲν ἐναγόμενον οὐδὲν ἀδικεῖ· „τοῖς μάρτυσι γάρ φησιν ὁινόμος, „καὶ οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον, καί· „ἐπὶ τῶν μαρτύρων ζητεῖται ἡ ἀξία καὶ ἡ πίστις καὶ τὰ ἤθη καὶ ἡ στεῤῥότης· διόπερ οὐκ ἀκούονται οἱ ἐναντιούμενοι τοῖς [ἐν] ἐκμαρτυρίοις ὑπ᾽ αὐτῶν εἰρημένοις. ἐστὶ δὲ καὶ τῆς τοῦ δικάζοντος ἀγχινοίας τὰ τοιαῦτα πολυπραγμονεῖν. αἱ μὲν οὖν ἐκμαρτυρίαι. τοῦτον ἀποδοκιμάζονται τὸν τρόπον· τῷ δὲ ἐνάγοντι μεγάλως προσίσταται. προσῆκε γὰρ αὐτῷ ἐν ἀντιδίκου μοίρᾳ το τὸν· μάρτυρα ἔχοντι μὴ ὁμωρόφιον αὐτὸν ποιεῖσθαι, μηδὲ διαπαιδαγωγεῖν ἐπὶ μακρότερον, εἰ καὶ μὴ καλῶς προσμαρτυρῇ, ἢ τῆς μαρτυρίας γλιχόμενον μὴ ἐσχηματισμένως κατ᾿ αὐτοῦ παριστάνειν ἑτέρους. ὁ γὰρ νόμος οὐ πάνυ τὶ δι᾽ ἐπαίνου τίθεται, ἵνα μὴ λέγωμεν, ότι μισεῖ τὸν οὕτω ποικιλλόμενον, ὥσπερ οὗτος ἀτεχνῶς πεφόραται ποιῶν κατὰ τὸν μυθικὸν πρωτέα ποικίλως ἐξαλλαττόμενος, ὡς ποτε μὲν ἀντιδίκου στάσιν ὁρίζειν τῷ δεῖνι, ποτὲ δὲ ἀναγκαλίζεσθαι καὶ περιέπειν καὶ ὅσον τοῦτον ὁρᾷ τῆς κατηγορίας ἀφίστασθαι. ἀλλ᾽ ἔστιν ὅπου μὲν οὐτωσί, φησιν, ὁ τὴν ἰδίαν ὑπόθεσιν προδιδοὺς καὶ τῷ ἀντιδίκῳ αὐτοῦ βοηθῶν ἀτιμοῦται, ὅπου δὲ οὗτωσί. βι. ξ΄ τί. α΄ κεφ. ις ' '.
43
pr.Τοῖς μάρτυσι καὶ οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον. αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τῶν δικαστῶν ἐπὶ τῷ ἐγκλήματι, καὶ ὁ μὴ δεικνὺς τὸ παρ᾽ αὐτοῦ προτεθὲν ἐξορίζεται. καὶ ὁ θέλων ἐπισχεῖν τοὺς μάρτυρας δαπάνας αὐτοῖς ἐπιδιδότω. Παραγραφή· „Κρίσει τοῦ δικάζοντος καὶ θέσει.
44
pr.Περὶ βίας οὐ μαρτυρεῖ ἀπελεύθερος κατὰ πάτρω νος ἢ παιδὸς αὐτοῦ, οὔτε ἄνηβος, οὔτε ὁ δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς, τουτέστιν ἐγκληματικῶς, καὶ μὴ ἀποκαταστὰς, ἢ ὁ ἐν δημοσίᾳ φρουρᾷ βληθείς· οὔτε ὁ πρὸς τὸ θηριομαχῆσαι μισθώσας ἑαυτὸν, οὔτε οἱ προφανῶς πόρον ποιούμενοι ἢ ποιησάμενοι ἐκ τοῦ σώματος, οὔτε ὁ ἐλεγχθεὶς λαβεῖν χρήματα ἐπὶ τῷ μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι.
45
pr.Καὶ κεφ. ς ' καὶ κεφ. ζ΄· „" Ακοντες οὐ μαρτυροῦσι γέροντες καὶ ἀσθενεῖς καὶ στρατιῶται καὶ οἱ μετὰ ἀρχόντων ἀπόντες διὰ πρᾶγμα δημόσιον καὶ οἱ μὴ δυνάμενοι ἐλθεῖν. Παραγραφής· „Τοὺς περὶ τὴν ἁγίαν λειτουργίαν ἀπησχολημένους μοναχοὺς λέγει ἢ καὶ κληρικούς. ζήτει καὶ βι. γ'ο.
46
pr.Κεφ. ή΄΄ καὶ κεφ. θ ' τοῦ κά βι. τί. α΄· „Υἱὸς πατρὶ ἢ πατὴρ υἱῷ οὐ μαρτυρεῖ, οὔτε οἱοσδήποτε ἐν ἰδίῳ πράγματι.
47
pr.Καὶ κεφ. ί· „Εἰς ἀπόδειξιν τοῦ γεγονότος καὶ ὁ μὴ προσκεκλημένος ὢν μαρτυρεῖ. Παραγραφή· „οὐκ ἐπὶ συμφώνῳ τοῦτό φησιν, ἀλλ᾽ ἐπὶ τῶν συμβεβηκότων καὶ περιστατικῶν.
48
pr.Καὶ κεφ. ιβ ' 1· „Ἔνθα μὴ προστίθεται μαρτύρων ἀριθμὸς, ἀρκοῦσι δύο. ἡ γὰρ πληθυντικὴ σημασία τὸν δυϊκὸν περιέχει. Παραγραφή· „καὶ σημείωσαι, ὅτι καὶ ὁ τῶν πολλῶν ἀριθμὸς μέχρι δύο καὶ μόνων δύναται περικλείεσθαι.
49
pr.Καὶ κεφ. ιδ΄ '· „Ὁ καταδικασθεὶς τῷ περὶ μοιχείας ἐγκλήματι οὐ μαρτυρεῖ. καὶ ἐὰν ἐν διαθήκῃ μαρτυρήσῃ, ἄκυρός ἐστι καὶ πολιτικῶς καὶ πραιτωρίως.
50
pr.Καὶ κεφ. ιε΄ 2· „Ὁ τῷ ἐγκλήματι τῷ περὶ ἀδικίας ἀρ χόντων καταδικασθεὶς οὔτε ἐν διαθήκῃ οὔτε ἄλλως μαρτυρεῖ. ζήτει καὶ βι. ς ' τί. α΄ κεφ. β΄ ἐν ᾧ φησι τὸν δι᾽ αἰσχρότητα λήψεως ἀρχόντων ἀποκινηθέντα καὶ μὴ ἀποκαταστάντα κωλύεσθαι μαρτυρεῖν ἢ δικάζειν.
51
pr.Καὶ θέ. β΄ τοῦ ιε κεφ. τοῦ α΄ τί. τοῦ κα βι. „Ὁ ἑρμαφρόδιτος, εἰ τὰ ἀῤῥένων ἐπικρατεῖ ἐν αὐτῷ, μαρτυρεῖ ἐν διαθήκῃ.
52
pr.Καὶ κεφ. ιζ ' 5· „Πατήρ καὶ υἱὸς ὑπεξούσιος, καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι δύνανται μαρτυρεῖν ἐν διαθήκῃ. οὐδὲν γὰρ βλάπτει ἐξ ἑνὸς οἴκου πολλοὺς ἐν ἀλλοτρίῳ πράγματι μαρτυρεῖν.
53
pr.Καὶ κεφ. ιθ΄ τ· Ὅτι „ἄκων οὐ μαρτυρεῖ τελώνης, οὔτε ὁ μὴ ἐπίτηδες ἐπὶ τὸ μὴ μαρτυρῆσαι ἀπὼν, οὔτε ὁ τὴν στρατιωτικὴν ἀποτροφὴν ἐκλαβὼν, οὔτε ἄνηβος. Παραγραφής· „ἐπὶ τῶν χρηματικῶν δηλονότι, οὐ μὴν ἐπὶ τῶν ἐγκληματικῶν.
54
pr.Καὶ κεφ. κα΄ 10. „Τοῦ πράγματος ἀπαιτοῦντος καὶ οἱ ἄρχοντες μαρτυροῦσι, καὶ πραίτωρ ἐπὶ τοῦ περὶ μοιχείας ἐγκλήματος μαρτυρεῖ.
55
pr.Καὶ θέ. δ· „Ἐὰν πάντες οἱ μάρτυρες τῆς αὐτῆς τιμῆς καὶ ὑπολήψεως ὦσι, καὶ ἐναντιωθῶσιν ἀλλήλοις, οὐ πάντως τὸ μεῖζον μέρος πιστεύεται, ἀλλὰ τὸ συμβαῖνον τῇ φύσει τοῦ πράγματος καὶ ὑπονοίας ἔχθρας ἢ φιλίας ἐστερημένον καὶ βεβαιούμενον ἀπὸ τῆς ψυχῆς τοῦ δικαστοῦ καὶ τεκμηρίων. οὐδὲ γὰρ τῷ πλήθει δεῖ πιστεύειν, ἀλλὰ τῇ πίστει καὶ τῇ ἀκεραιότητι τῶν μαρτύρων.
56
pr.Καὶ κεφ. κά· „Οἱ ἄρχοντες ἑκάστου τόπου μαρτυροῦσιν ἐν διαθήκῃ, καὶ παρασκευάζουσιν ἄλλους μαρτυρεῖν.
57
pr.Καὶ κεφ. κζ ' 11· „Ὁ κατά τινος ἤδη μαρτυρήσας οὐ μαρτυρεῖ πάλιν κατὰ τοῦ αὐτοῦ.
58
pr.Καὶ κεφ. κγ ' 12. „Ὁ συνηγορήσας ἢ ἐκβιβάσας ἐν ὑπο θέσει οὐ μαρτυρεῖ ἐν αὐτῇ.
59
pr.Καὶ κεφ. κδ΄ 13. „Αἱ οἰκειακαὶ μαρτυρίαι ἀποδοκιμάζονται. Παραγραφή· „ὅτε μέλλει τὶ κτᾶσθαι ὁ τὴν μαρτυρίαν περιφέρων.
60
pr.Καὶ κεφ. κθ΄· „Οἱ κατὰ χάριν ἢ δυναστείαν τινὰ μαρτυροῦντες οὐ πιστεύονται.
61
pr.Καὶ κεφ. κη΄ 2· „Τοὺς δούλους μήτε ὑπὲρ τοῦ δεσπότου μήτε κατὰ τοῦ δεσπότου ἐρωτᾶσθαι, οὐκ ἀμφιβάλλεται.
62
pr.Καὶ κεφ. λ΄· „Οἱ ἀνιόντες καὶ κατιόντες κατ᾿ ἀλλήλων οὐδὲ βουλόμενοι δύνανται μαρτυρῆσαι.
63
pr.Κεφ. λέ΄ 3· „Ὁ κληθεὶς εἰς μαρτυρίαν καὶ τὰ ψευδῆ μαρτυρήσας καὶ μέλλων διὰ τοῦτο κολάζεσθαι, οὐδένα φόρον ἔχει ἀξίας ἢ στρατείας ἢ ἐπαρχίας ἰδίας ἐπικαλεῖσθαι. Παραγραφή· „ἡ τοῦ φόρου παραγραφὴ ἐν τοῖς προοιμίοις τῆς δίκης ὀφείλει τίθεσθαι· νῦν δὲ ἑκουσίως εἵλοντο μαρτυρῆσαι.
64
pr.Κεφ. μ΄δ· „Ἐάν τις ἐν ὑπομνήματι ἢ συμβολαίῳ προμαρτυρήσῃ, ἀνάγκην ἐχέτω πᾶσι τρόποις καὶ δίκης ἐπὶ τῷ πράγματι κινουμένης μαρτυρῆσαι, κἂν ἕτερον φόρον ἐπιγράφεται· εἰ γὰρ μὴ τοῦτο εἴπομεν, βλάπτεται ὁ δεηθεὶς τῆς αὐτοῦ μαρτυρίας.
65
pr.Καὶ κεφ. μα΄ β· „Ἡ διάταξις αὕτη κελεύει, μὴ μόνον ἐν ταῖς ἐγκληματικαῖς δίκαις, ἀλλὰ καὶ ἐν ταῖς χρηματικαῖς ἕκαστον ἀναγκάζεσθαι μαρτυρεῖν, ἅπερ ἐπίσταται, μεθ᾽ ὅρκων δόσεως, ἢ ὀμνύειν ὡς οὐκ ἐπίσταται· ὑπεξῃρημένων τῶν προσώπων τῶν ἀπὸ νόμου κεκωλυμένων μαρτυρεῖν, καὶ τῶν ὑπερβεβηκότων αὐτοὺς, εἰ μήγε θεῖος γένηται τύπος. καὶ εἰ μὲν ἐνδημοῦσι, δι ' οἰκείας φωνῆς μαρτυρεῖν· εἰ δὲ ἀπολιμπάνονται, στέλλεσθαι τοὺς τῶν μερῶν ἐντολέας, ἐφ᾽ ᾧ καταθέσθαι, ὅπερ ἐπίστανται, ἢ ἐπομόσασθαι, ἅπερ ἀγνοοῦσι· δηλονότι καὶ ἐπὶ τῆς ἐν ὑπομνήμασι μαρτυρίας τῶν αὐτῶν προσώπων ὑπεξῃρημένων. εἰς πάσας δὲ τὰς ἐπὶ τούτοις διαλαλιὰς καὶ τὰς παραγωγὰς ἀζημίους εἶναι τοὺς μάρτυρας. Παραγραφή: „Κεκωλυμένους ἀπὸ νόμου τοὺς ἐπισκόπους λέγω, ἢ καὶ τοὺς οἰκειακοὺς μάρτυρας, ἢ καὶ τοὺς μεσάζοντας ἐν ὑποθέσει· οὐδὲ γὰρ δεῖ τούτους παρενεχθῆναι, ἐπειδὴ πολλάκις ἐπίστανταί τινα πρὸς βλάβην ἑκατέρου μέρους, καὶ ἀναγκάζονται διὰ τὸν ὅρκον κατὰ τοῦ καλέσαντος αὐτοὺς εἰς μαρτυρίαν εἰπεῖν.
66
pr.Καὶ κεφ. μγ΄ 8· Ὅτι „οἱ ἐγγράφως ὁμολογήσαντες χρεωστεῖν οὐκ εὐχερῶς ἀκούονται λέγοντες, ἢ ὅλον τὸ χρέος ἢ μέρος αὐτοῦ καταβεβληκέναι ἀγράφως ἐπὶ μαρτύρων. ἐὰν οὖν μὴ ἑ μάρτυρες ἀξιόπιστοι ὦσιν ἐν τῇ ἀγράφῳ καταβολῇ, καὶ ἐνωμότως κατάθωνται, ὡς παρόντων αὐτῶν κατεβλήθη τὸ χρέος, καὶ ὡς ἐπ᾿ αὐτῷ τούτῳ προσεκλήθησαν ἕως ἤκουσαν τοῦ δανειστοῦ λέγοντος, ὅτι ἀπέλαβον τὸ χρέος. τὰς δὲ ματαίας καὶ ἐκ τοῦ παρήκοντος μαρτυρίας ἀποβάλλει, καὶ μᾶλλον, ὅτε καὶ ὁ κατατιθέμενος τυχὸν γράμματα εἰδώς ἐστιν.
67
pr.„Ἐὰν᾿ ἀκουσίως τὶς ἕλκηται ἐπὶ χρηματικῇ ὑποθέσει εἰς μαρτυρίαν, εἰ μὲν ἔχει ἐγγυητὴν, δότω· μὴ βουλόμενος δὲ παρασχεῖν ἐγγυητὴν, μὴ ἐμβαλλέσθω εἰς δεσμωτήριον, ἀλλ ἐπομνύσθω μόνον, ὅτι παραγίνεται. ἐπὶ μόναις δὲ ιε ἡμέραις ἀναγκαζέσθωσαν παραφυλάττειν τὸ δικαστήριον μετὰ τὴν προσενεχθεῖσαν αὐτοῖς ὑπόμνησιν ψηφιζομέναις. Παραγραφής· „εἴπερ ἐν τοῖς αὐτοῖς διάγουσι τόποις· εἰ γὰρ ἐν ἑτέροις τόποις διάγουσιν, οὐδὲ ἕλκονται, ὡς φησι κεφ. [μ΄].
68
pr.Καὶ ἐν ἀπουσίᾳ. ἑτέρου μέρους ἐξουσίαν ἔχει ὁ δικαστής δέχεσθαι τοὺς μάρτυρας, μόνον εἰ τὸ ἕτερον μέρος ὑπομνησθὲν οὐκ ἠθέλησε παραγενέσθαι. μὴ καλεῖσθαι δὲ τοὺς μάρτυρας ἐκ δευτέρου μετὰ τὸ ἀναχωρῆσαι.
69
pr.Ὅτι μηδὲ ἐκμαρτυρίαν τοῦ λοιποῦ μὴ καὶ μαρτύρων ἔχουσαν καὶ παρουσίαν καὶ κατάθεσιν καὶ ὑπογραφὴν κρατεῖν, ὡς βι. κα τί. α΄ κεφ. [μς '].
70
pr.Ὅτι ἐνταῦθα λεγομένης δίκης, ἔξεστιν αἰτεῖν, ὥστε ἐν ἑτέρᾳ ἐπαρχίᾳ ἐρωτηθῆναι μάρτυρας καὶ ἐνταῦθα πάλιν ἀναπεμφθῆναι τὴν δίκην, ὡς κεφ. νβ΄. καὶ ὅτι τῶν πεπραγμένων ἐκδιδομένων τοῖς παράγουσιν ἐν ἐπαρχίᾳ τοὺς μάρτυρας ἐπὶ πράξεως ὑπομνημάτων σήμερον ὀφείλουσι δέχεσθαι, ἵνα μήποτε ἀποκλεισθῇ τοῖς ἐκλαβομένοις καὶ ἡ ἑτέρων μαρτύρων προσθήκη, εἴγε ὡς εἰκὸς καὶ ἑτέρων δεηθεῖεν. ταῦτα δὲ ἐπὶ χρηματικῶν· ἐπὶ γὰρ τῶν ἐγκληματικῶν αὐτοπροσώπως ἐρωτῶνται οἱ μάρτυρες.
71
pr.Ὅτι μάρτυς λεγόμενος δουλικῆς εἶναι τύχης, εἰ μὲν αὐτὸς λέγει εἶναι ἐλεύθερος ἐκ γενετῆς, πληρούσθω μὲν ἡ μαρτυρία, ἡ δὲ παραγραφὴ φυλαττέσθω· καὶ δεικνυμένου τοῦ μάρτυρος δουλικῆς τύχης, ὡς μηδὲ γεγονυῖα ἔστω ἡ μαρτυρία. εἰ δὲ λέγει ἀπελεύθερος εἶναι, δεικνύτω συμβόλαιον τῆς ἐλευθερίας· εἰ δὲ μὴ ἔχει, ὀμνύτω καὶ γραφέσθω ἡ μαρτυρία. εἴπερ δὲ οὐ δείξει τὸ συμβόλαιον μετὰ ταῦτα, οὐ χρήσεται τῇ αὐτοῦ· μαρτυρίᾳ ὁ παραγαγὼν αὐτόν.
72
pr.Ὅτι ὁ λέγων ἀπεχθῆ εἶναι τὸν μάρτυρα, εἰ μὲν ἀποδείξει, ὡς ἐγκληματικῶς αὐτοῦ κατηγόρησε, μὴ παρίτω εἰς μαρτυρίαν· εἰ δὲ εἰς χρήματα λέγει τοῦτον ἐχθρὸν, τέως μὲν δεχέσθω ἡ μαρτυρία, ὁ δὲ τῶν παραγραφῶν φυλαττέσθω καιρός.
73
pr.Ὅτι βουλομένων ἀμφοτέρων τῶν μερῶν καὶ ὁ μεσάζων ἐπὶ τῇ ὑποθέσει μαρτυρεῖ, ὡς κεφ. νγ ' 2.
74
pr.Ὅτι φησὶ βι. κβ ' τί. α΄ κεφ. κή· „Ὅτε περὶ καινοτομίας κτίσματος καὶ ὅρων γίνεται ζήτησις, οὐκ ἀπαιτοῦμεν τοὺς περιόντας εἰδέναι πάντως, ἐπὶ ποίων ὑπάτων ἢ πότε γέγονεν, ἀλλ᾽ εἰ ἀκηκόασι παρὰ τῶν ἐπισταμένων ἢ ἀκουσάντων, πότε τὸ ἔργον γέγονεν.
75
pr.Ὅτι ἐπίσκοπος ἐτελεύτησε, καὶ ἦλθέ τις γειτνιάζων σπαθαροκανδιδάτος, καὶ μετὰ δύο δούλων τοῦ ἐπισκόπου ἠρεύνησε περὶ χρυσίου, καὶ εὗρε σακκούλιον, καὶ ὕστερον ἀπαιτούμενος τοῦτο προεκόμισεν αὐτὸ ἐλλιπὲς, οἱ δὲ δοῦλοι ἔλεγον ὅτι γέμον ἦν τὸ σακκούλιον χρυσίου. καὶ ἐκινήθη ἡ δίκη παρὰ τῷ μαγίστρῳ κριτῇ τυγχάνοντι, καὶ ἔκρινεν, οὕτως εἰπὼν πρὸς τὸν σπαθαροκανδιδάτον· τίνος ἕνεκεν εἰσῆλθες σὺ μόνος μετὰ τῶν δούλων καὶ ἠρεύνησας περὶ τοῦ χρυσίου; ὁ δὲ ἔλεγεν· ὃ εὗρον, προκομίζω. τῶν δὲ δούλων ἐνισταμένων ἀποκλαπῆναι τοῦ σακκουλίου χρυσίον, ὁ μάγιστρος ἔκρινεν, ἵνα ὀμόσωσιν οἱ δοῦλοι, ὁ δὲ σπαθαροκανδιδάτος ἀντέθηκεν, ὅτι οὐκ εἰσιν οἱ δοῦλοι δεκτοὶ τῷ νόμῳ εἰς τὸ ὀμνύειν καὶ οὐ καταδικάζομαι. καὶ ὁ μάγιστρος εἶπε· σὺ τούτους προσελάβου μάρτυρας καὶ μετὰ τούτων τὴν ἔρευναν τοῦ χρυσίου ἐποιήσω καὶ τούτοις θαῤῥήσας ἀνελάβου τὸ χρῆμα. οὓς τοίνυν προσείληφας συμπράκτορας καὶ μάρτυρας καὶ συμμετόχους, τούτους δέχου ὀμνύοντας, πλέον σε λαβεῖν χρυσίον καὶ μὴ τοσοῦτον· εἰ γὰρ μὴ ἐβούλου κακουργῆσαι περὶ τὴν κλοπὴν, οὐκ ἂν μετὰ δούλων εἰσήρχου εἰς ἑτέρου οἰκίαν καὶ ψηλάφησιν ἐποίεις τῶν πραγμάτων. καὶ ἐτύπωσε, καὶ ὤμοσαν οἱ δοῦλοι, καὶ κατεδικάσθη ὁ σπαθαροκανδιδάτος, καὶ δέδωκε τὸ λεῖπον.
76
pr.Ὅτι ἐπὶ μὲν πράσεως καὶ ἀγορασίας καὶ λοιπῶν συμφώνων ἀγαθῇ πίστει καὶ μελέτῃ συνισταμένων ζητεῖται ἡ τῶν μαρτύρων πίστις καὶ ὑπόληψις καὶ ὁ τρόπος καὶ τὰ λοιπά, καὶ ἐλεγχομένων τῶν μαρτύρων μὴ δεκτῶν ἀσθενεῖ καὶ τὸ ἔγγραφον. ἐπὶ δὲ μαρτύρων ἐπὶ βίας μαρτυρούντων καὶ ὕβρεως καὶ τῶν ἄλλων περιστατικῶν, ὡς ἐπίπαν οὐ ζητεῖται ὁ τρόπος τῶν μαρτύρων καὶ ὁ βίος. καὶ τοῦτο ἔλεγεν ὁ μάγιστρος παλαιὸν δικαστὴν σοφὸν πρόπαππον αὐτοῦ ἐπὶ βασιλικοῦ δικαστηρίου κρῖναι. τοῦ γὰρ λεγομένου βιάσασθαι τοὺς παραγομένους ὑπὸ τοῦ ἀντιδίκου μάρτυρας πειρωμένου διαβάλλειν ὡς μὴ καλοῦ βίου, ὁ δικαστὴς ἀντέθηκε· καὶ τίνος ἕνεκεν, ὦ βιαστὰ, ὅτε ἔμελλες βιάζεσθαι, μὴ προεμήνυσας τοῦτο τὸ δεῖνι, ἵν οὕτω χρηστοὺς καὶ εὐϋπολήπτους ἑτοιμάσαιτο μάρτυρας; ἐπεὶ δὲ σὺ οὐ προεῖπας τὴν βίαν, ὁ δὲ βιασθεὶς οὐκ ἐγίνωσκε τὴν ἐπέλευσιν, πάντως οἱ παρατυχόντες δεκτοί εἰσι μαρτυρῆσαι ὃ εἶδον διὰ τὴν περίστασιν. καὶ οὕτως εἰπὼν ὁ δικαστὴς ἔδοξε τῷ βασιλικῷ βήματι καλῶς λέγειν, καὶ ἐδέχθησαν οἱ μάρτυρες.
77
pr.Ὅτι ἐνῆγέ τις, ὡς κατ᾿ ἐντολήν τινος ἠγόρασεν ἱμάτια, καὶ ἔφερε ταῦτα εἰς τὸ κελλίον αὐτοῦ, καὶ πέμψας ἐκεῖνος τοὺς δεῖνα ἀνελάβετο ταῦτα, καὶ κεκομίκασι πρὸς αὐτὸν, καὶ τὸ τίμημα οὐκ ἔλαβον. ὁ δὲ πρὸς πάντα ἠρνεῖτο. οἱ δὲ λεγόμενοι παραλαβεῖν τὰ ἱμάτια ὡμολόγησαν, ὡς οἱ αὐτοὶ ταῦτα ἀπήγαγον πρὸς αὐτόν. καὶ ἔκρινεν ὁ μάγιστρος, τὸν μὲν ἐνάγοντα ὀμόσαι, ὅτι προστάξει τοῦ ἐναγομένου τοσοῦτον χρυσίον δέδωκεν εἰς ἐξώνησιν τῶν ἱματίων, ὑποσχομένου ἀποδοῦναι αὐτῷ τὸ τίμημα, καὶ οὐδὲν ἐξ αὐτοῦ τὸ παράπαν ἀπέλαβεν, ἀλλὰ κεχρεώστηται καθαρῶς τὸ τίμημα. ἐξεῖναι δὲ τῷ ἐναγομένῳ καὶ τῶν μαρτύρων ἑτέρους τρεῖς ὁρκίζειν, ὅτι ἀληθῶς μαρτυροῦσι καὶ ἅπερ ἔλαβον πρὸς αὐτὸν ἀποκεκομίκασιν.
78
pr.Ὅτι μάρτυράς τινας ἐλεγχθέντας ἐν δίκῃ καὶ προσφυγόντας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ ἐξομολογησαμένους ἀφῆκεν ἀζημίους ὁ μάγιστρος, αὐτοῦ τοῦ παραγαγόντος τούτους ἀσμένως ἀποδεδωκότος τὰ ἐπιζητούμενα.
79
pr.Ὅτι φησὶ βι. κά τί. α΄ κεφ. [ιζ]· „Γυνὴ ἐν διαθήκῃ οὐ μαρτυρεῖ. ἐν ἄλλοις δὲ μαρτυρίαν νέμει. Παραγραφή· „τίσιν ἄλλοις; ἐν οἷς ὄψις ἀῤῥένων οὐ παραλαμβάνεται. [π΄.] Ὅτι μαρτυρήσαντές τινες πέντε ἔν τινι δίκῃ νομισμάτων ιη΄, εἶτὰ μέλλοντες τελεῖν τὸν ὅρκον οἱ δύο τούτων ἀνεβάλλοντο, καὶ κατεδικάσθη παρὰ τοῦ μαγίστρου δοῦναι τὰ ἱκανὰ, γράψαντος οὕτως· οἱ ἱερεῖς, ὅσοι ψευδομαρτυρήσαντες καὶ ἐπὶ τοῖς ἀληθῶς μαρτυρηθεῖσι μεταμεληθέντες, κατεδικάσθησαν πρὸς ἀναλογίαν τῆς δίκης· καὶ ἕκαστος τούτων τρία ἥμισυ νομίσματα ἐξέτισεν. εἰ μὲν γὰρ μόνοι μεθ᾽ ἑτέρου ἑνὸς τὴν γραφὴν ἀπηρνήσαντο, τὴν τῆς δίκης διατίμησιν παρέσχον ἂν τῷ παραλαβόντι τούτους· ἐπεὶ δὲ μεθ᾽ ἑτέρων τριῶν μεμαρτυρηκότες καὶ διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς διαβολὴν τῆς μαρτυρίας παρασκευάσαντες τὸν ἐναγόμενον ἀπειρηκέναι, λογισάμενον μηδὲ ὀνήσειν, εἰ καὶ τοὺς τρεῖς τῶν λαϊκῶν διαβάλλει, ὡς τῇ δυάδι τῶν ἱερέων τῆς μαρτυρίας συνισταμένης, διὰ τὴν τῆς δίκης ἐντέλειαν εἰκότως αὐτὸς τὴν ζημίαν ὑπέσχετο. τί γὰρ πρὸς αὐτοὺς, εἴπερ οἱ ἕτεροι τρεῖς τὸ μαρτύριον ἐβεβαίωσαν; ἐπεὶ, τόγε εἰς αὐτοὺς ἧκον, τὸν ἄνθρωπον ἔβλαψαν. εἰ γὰρ ἐκεῖνοι χρηστοὶ τὴν ὑπόληψιν, οὐ πάντως οὗτοι μὴ κακοὶ καὶ κατάπτυστοι.