Peira 1.31
Περὶ αἱρέσεων.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν γράψῃ τίς· καταλιμπάνω τὸν οἶκόν μου τοῖς συγγενέσι μου τοῖς εὐνουχιζομένοις, οὐκ ἀκούεται· παράνομος γὰρ ἡ αἵρεσις. καὶ τοῦτο ἔκρινεν ὁ βασιλεὺς κῦρις βασίλειος.
2
pr.Ὅτι τὸ ῥῆμα τὸ· ἄχρις οὗ, οὐ περιλαμβάνει καὶ αὐτὴν τὴν ἡμέραν, οἷον ἵνα σοὶ παράσχω τὸ χρέος ἄχρι τῆς ιε μαρτίου μηνός· τότε γὰρ ἐν τῇ ιδ ' ἀπαιτεῖται τὸ χρέος. καὶ τὸ ἄχρι τῆς δεῖνος τοῦ μηνὸς οὐκ ἐν τῇ αὐτῇ ἡμέρᾳ δοκεῖ, ἀλλὰ μέχρι τῆς αὐτῆς. εἰ δὲ πρόσκειται τῷ ἄχρι καὶ αὐτῆς, τότε βέβαια καὶ ἡ ὁρισθεῖσα ἡμέρα περιείληπται.
3
pr.Ὅτι φησὶ βι. δ΄ τί. α κεφ. β '· „εἴ τις ἐπὶ αἱρέσει γάμου ἢ παιδοποιΐας ἢ χάριν προικὸς ἢ γαμικῆς δωρεᾶς ἢ καταλείψῃ τὶ ἢ δωρήσηται τοῖς οἰκείοις παισὶν ἢ ἄλλῳ οἱῳδήποτε Sensum hujus capitis non omnino me cepisse ingenue profiteor. Itaque conjecturas ad sanandas corruptelas dubitanter vel maxime adscribo. Pro κατεδικάπροσώπῳ, ἢ κληρονομίαν ἢ λεγάτον ἐξαρχῆς καταλιμπάνων αὐτοῖς βαρήσει ἀποκαταστάσει ὑπὸ μίαν τῶν μνημονευθεισῶν αἱρέσεων, κελεύομεν, εἴπερ οἱ ταῖς τοιαύταις αἱρέσεσιν ὑποκείμενοι ἄῤῥενες ἢ θήλειαι εἰς μοναστήριον εἰσέλθωσιν, ἢ κληρικοὶ ἢ διακόνισσαι ἢ ἀσκήτριαι γένωνται, τὰς τοιαύτας αἱρέσεις ἀνισχύρους καὶ ἀντὶ μηδὲ γεγραμμένων εἶναι.
4
pr.Ὅτι ἔγραψέ τις ἐν διαθήκῃ, τὸν υἱὸν αὐτοῦ μηδὲν κληρονομῆσαι ἐκ τῆς ὑποστάσεως τούτου, εἰ μὴ διαζευχθῇ τῆς γυναικὸς αὐτοῦ συγγενοῦς οὔσης. τὸν δὲ τοιοῦτον γάμον ἔκρινεν ὁ μάγιστρος καλῶς προβῆναι, ὡς μὴ οὔσης συγγενοῦς τῆς γυναικός· οὐκ ἠκούσθη ἡ διαθήκη, ἀλλ᾽ ἐκληρονόμησεν ὁ υἱός· καὶ ἐσημειώσατο, καὶ ἔθηκε νόμιμα· „Ἡ γραφεῖσα παρὰ τῆς μητρὸς κληρονόμος ὑπὸ αἵρεσιν τήν· ἐὰν διαζευχθῇ τοῦ ἀνδρὸς, ἄδειαν ἐχέτω μὴ πληρῶσαι τὴν αἵρεσιν ὡς αἰσχρὰν καὶ τὴν κληρονομίαν λαβεῖν. εἰ δὲ χρήσεται τῇ διαζεύξει, ἐπαναζευγνύτω πάλιν μετὰ τῆς κληρονομίας πρὸς τὸν ἄνδρα. – „Ἐὰν ὁρκώσω ἢ ἐπερωτήσω τὴν ἀπελευθέραν, ἵνα μὴ γαμηθῇ, εἰ μὴ συγχωρήσω αὐτῇ, προσκρούω τῷ νόμῳ. Καὶ βι. [λέ τί. ιβ ' κεφ. ιε΄]· „Παράνομος αἵρεσις ἐπικλασθεῖσα ὑπεξουσίῳ ἀκυροῖ τὴν διαθήκην, ὡς μὴ οὖσα ἐξουσιαστική. τὰ γὰρ βλάπτοντα τὴν εὐσέβειαν ἢ τὴν ὑπόληψιν ἡμῶν ἢ τὴν αἰδῶ, καὶ ἁπλῶς τὰ παρὰ τοὺς ἀγαθοὺς τρόπους οὐ πιστευόμεθα δύνασθαι ποιεῖν. „Ὁ΄ ὁρκῶν ἢ ἐνεχόμενος ὀμόσαι τὴν ἀπελευθέραν, ὡς οὐ γαμεῖ ἢ παιδοποιεῖ, ἐκπίπτει τῶν πατρωνικῶν δικαίων.
5
pr.Ὅτι τελευτῶν τις ἔγραψεν ἐν τῇ διαθήκῃ λαβεῖν τὸν υἱὸν αὐτοῦ, εἰ ζώῃ, χρυσίου λίτρας τόσας εἰς κλῆρον· εἰ δὲ μὴ ζῇ, εἰς ψυχικὸν ταύτας χωρῆσαι. ἔθανεν ὁ διαθέμενος· υἱὸς ἐν τῇ τελευτῇ τοῦ πατρὸς οὐχ εὑρέθη, ἄδηλος ὢν εἴτε ἔζη εἴτε ἐκρύπτετο. μετὰ χρόνους ὀλίγους ἡ τούτου αὐταδέλφη προσἤλθε τῷ πατριάρχῃ αὐτουμένη λαβεῖν τὸν κλῆρον τοῦ ἀδελφοῦ, καὶ συνεδικάσατο τοῖς ἐπιτρόποις τοῦ ἀνδρός. ὁ δὲ πα τριάρχης ἐποίησεν ὑπόμνημα, περικόπτον μόνον τὸν χρόνον. νῦν δὲ πάλιν ἡ αὐτὴ ἐκίνησε τὴν δίκην εἰς τὸν μάγιστρον, ἐπιζητοῦσα τὸν κλῆρον τοῦ ἀδελφοῦ, καὶ ἕλκουσα τοὺς μοναχοὺς τοῦ ἁγίου λαζάρου ὡς ἀγοραστὰς πατρώου κτήματος. ὁ δὲ μάγιστρος εὗρε τὴν πρᾶσιν πρὸ ν ' χρόνων ἤδη γεγενημένην, καὶ κατεδίκασε τὴν ἐνάγουσαν, σημειωσάμενος οὕτως· ὁ μὲν πολὺς ἄνθρωπος ἀκροθιγῶς τε καὶ ἐξ ἐπιπολῆς ἐπιβάλλων τῇ θεωρίᾳ τοῦ πράγματος ὑπολάβῃ ἂν διακεκόφθαι ἐκ τοῦ πατριαρχικοῦ ὑπομνήματος τὸν τῆς τριακονταετίας χρόνον, ὃς ἐπί τε κληρονομίᾳ καὶ τοῖς λεγάτοις ἁρμόζει· οἱ δὲ εἰδότες ἀκριβῶς ἕτερόν τι ὁρῶσι χαριέστατόν τε ὁμοῦ καὶ νομιμώτατον, καὶ διὰ τοῦτο τὸν ἅπαντα χρόνον συναπτῶς μετρήσαντες καὶ τὸ γηραιὸν τούτου καταιδεσθέντες ἀπειρήκασι τὴν ἀγωγὴν τῇ ἐναγούσῃ, οὐχ ἣν εἶχεν ἀποφράζοντες αὐτῇ· ἢ γὰρ ἂν ἐσώζετο μεσολαβήσαντος τὸν χρόνον τοῦ πατριαρχικοῦ ὑπομνήματος· ἀλλ᾽ ἣν οὔθ᾽ ὁ υἱὸς ἔσχεν οὔθ᾽ αὕτη παρ᾽ ἐκείνου προσείληφεν ἀντ᾽ οὐδενὸς ἡγησάμενοι. καὶ τέθεικε νόμιμα· „Αἱ ὑπὸ αἵρεσιν κληρονομίαι καὶ τὰ λεγάτα οὐχ ἅμα τῇ τελευτῇ τοῦ γράψαντος, ἀλλὰ μετὰ τὴν ἔκβασιν τῆς αἱρέσεως κεχρεώστηται· ὅθεν οὐδὲ μεταφέρεσθαι ἐν τῷ μεταξὺ δύνανται. καὶ ἐκ τούτων κατεσκεύασεν, ὅτι μὴ φανεὶς ὁ υἱὸς ἐν τῇ τελευτῇ τοῦ πατρὸς, οὐδ᾽᾽ ἄχρι τοῦ νῦν, οὐ δίκαιόν ἐστι λαβεῖν τὸ λεγάτον, οὐ μὴν ἀλλ᾽ οὐδὲ οἱ τοιούτου συγγενεῖς ἔχουσι δίκαιον ὡς ἐκ δικαίου ἐκείνου ἐπιζητεῖν τὸ λεγάτον. προστέθεικε δὲ, ὅτι νόμος ἐστὶ, τὸν πατέρα προσγράφειν τῷ παιδὶ κληρονομίαν οὐχ ὑπὸ πᾶσαν αἵρεσιν ἀλλ᾽ ὑπὸ μόνην ἐξουσιαστικὴν, ἵνα μὴ τῶν τυχηρῶς ἀτονουσῶν κινδυνεύῃ ὁ παῖς εἰς ἀποκληρίαν ἐλαυνόμενος, ἀλλ᾽ ἔχῃ μὲν ἄδειαν τοῦτο ποιεῖν, μὴ δρῶν [δὲ] τὸ ἐπιτεταγμένον δοκῇ ἑαυτὸν αὐτὸς τοῦ κέρδους ἐξωθεῖν. καὶ βι. [λέ τί. ιβ ' κεφ. κή]· „Οὐχ ὑπὸ πᾶσαν αἵρεσιν, ἀλλὰ μόνον ἐξουσιαστικὴν ἰσχυρῶς ὁ υἱὸς γράφεται κληρονόμος. ἐὰν οὖν γράψω τὸν υἱὸν ὑπὸ αἵρεσιν, ἥτις οὐ δύναται ἐν τῷ τελευτᾶν πληρωθῆναι, οἷον ἵνα εἰς ἀλεξάνδρειαν ἀπέλθῃ, αὐτὸς δὲ ἐν ῥώμῃ ἀποθνήσκει, καὶ ἔτι περιόντος αὐτοῦ χώρα τῷ ὑποκαταστάτῳ. καὶ ἡρμήνευσε· ῥᾴδιον γὰρ τῷ υἱῷ παρ᾽ ὅλην αὐτοῦ τὴν ζωὴν ἐκτελέσαι τὸ ἐπίταγμα, καὶ μὴ εἰς τοῦτο καιροῦ συγκλεῖσαι τὸ πρᾶγμα, ἐν ᾧ ἀδύνατος ἐλέγχεται ἡ ἐνέργεια. καὶ βι. [μγ τί. α΄ κεφ. ς]· „Αἱ εἰς ἐνεστῶτα ἢ παρωχημένον συγκείμεναι αἱρέσεις ἅμα τῇ τελευτῇ τοῦ γράψαντος ἢ ἀπόλλυνται ἢ ὑπέρθεσιν οὐχ ὁρίζονται. εἰς ἐνεστῶτα μὲν, οἷον ὁ δεῖνα, ἐὰν ζῇ ἢ ἐὰν βούλεται, λαβέτω τόδε· καὶ αὐτὸς γὰρ ὁμοίως ἢ γέγονε καὶ λαμβάνει, ἢ οὐ γέγονε καὶ οὐ λαμβάνει. περὶ δὲ τοῦ ἐπὶ θελήσει τινὸς καταλειφθέντος λεγάτον φησί· „Τό· ἐὰν θέλῃ, κληρονόμος ἔστω, εἰς μὲν ἐξωτικὸν περιττόν ἐστιν, εἰς δὲ ἀναγκαῖον αἵρεσιν ποιεῖ, καὶ εἰ μὴ θελήσει, οὐ γίνεται κληρονόμος. καὶ βι. [μδ΄ τί. α κεφ. ξα΄]· „Ἐὰν εἴπω· λεγατεύω πέτρῳ δοῦλον, ἐὰν θέλῃ, αἱρετικὸν γίνεται, καὶ οὐ παραπέμπεται κληρονόμοις, εἰ μὴ περιὼν ἠθέλησε λαβεῖν. τοιούτους νόμους τέθεικε, καὶ κατεσκεύασεν, ὅτι προχώρησιν οὐκ ἐδέξατο τὸ λεγάτον. ἐπεὶ δὲ οὐκ ἦν φανερὸν, ὅτι ἐτελεύτησεν ὁ λεγατάριος, προτέθεικε τῷ ὑπομνήματι καὶ γλαφυρόν τι καὶ σοφόν τι νόημα, ὅτι ἡμεῖς οὐ μόνον οὐκ ἀποσβεννύομεν τὴν ἀγωγὴν τῷ φανέντι, ἀλλ᾽ εἴπερ ποτὲ φανῇ καὶ εὐλόγους δείξῃ τὰς αἰτίας, δι ἃς οὐκ ἐφαίνετο, τυχὸν αἰχμαλωσίαν ἢ ἕτερόν τι περιστατικὸν, ἃ τοῖς νόμοις ἐγνωσμένα εἰσὶ, δεκτός ἐστιν ἐπιζητεῖν τὸ καταλελειμμένον λεγάτον.
6
pr.Βι. ιθ΄ τί. α κεφ. ε΄΄· „Ἐὰν δοῦλος πραθῇ ὑπὸ αἵρεσιν τήν· ἐὰν τοὺς λογισμοὺς ἀποδῷ δοκιμασίᾳ τοῦ πράτου, αἱρετική ἐστιν ἡ πρᾶσις. ἡ δὲ αἱρετικὴ τότε πληροῦται, ὅτε ἐξέλθῃ ἡ αἵρεσις. τὴν δὲ δοκιμασίαν οὐκ αὐτοῦ τοῦ πράτου, ἀλλ᾽ ἀνδρὸς ἀγαθοῦ δεχόμεθα· καὶ εἴτε δυνάμενος τοὺς λογισμοὺς λαβεῖν οὐκ ἔλαβεν, εἴτε λαβὼν πλάττεται μὴ λαβεῖν, ἐνάγεται τῇ ἐκδικούσῃ ἀγωγῇ τὰ ἀφαιρεθέντα πράγματα. εἰ γὰρ τῇ δοκιμασίᾳ αὐτοῦ ἀποδώσομεν, ἄκυρος ἡ πρᾶσις εὑρεθήσεται, ὡς ἔνθα πωλῶν ἢ ἐπερωτώμενος εἴπῃ· ἐὰν θέλω.
7
pr.Καὶ κεφ. ιθ ' θέ. β '· „Οὐκ ἔῤῥωται τὸ εἰπεῖν· ὅσου θέλεις πέπραταί σοι, ὅσου κρίνεις, ὅσου δοκιμάσεις. πλατέως τοῦτο νόησον, ἕως οὗ ὁρίσεις τὸ τίμημα· μεθ᾽ ὃ γὰρ ὁρίσεις, δύναται σύστασιν ἡ πρᾶσις ἐπιδέξασθαι.
8
pr.Καὶ κεφ. λέ· „Αγρὸν ὑποθέμενος πέπρακά σοι αὐτὸν ὑπὸ αἵρεσιν τήν· ἐὰν ἀναῤῥύσωμαι αὐτὸν πρὸ τῶν καλανδῶν. οὐ δύναμαί σοι ' ἐνάγειν, ἐφ᾽ ᾧ ἀναῤῥύσασθαι αὐτὸν καὶ πληρῶσαι τὴν αἵρεσιν. εἰ δὲ πέπρακά σοι, ὥστε πρὸ τῶν καλανδῶν αὐτὸν ἀναῤῥύσασθαι, καλῶς μοι κινεῖς.
9
pr.Καὶ κεφ. μβ '· „Ἐὰν πωλήσω σοι βιβλιοθήκην ἐπὶ ὅρῳ· εἰ παράσχωσί σοι τόπον οἱ καμπανοὶ ἐν ᾧ ὀφείλεις αὐτὴν ἀποθέσθαι, καὶ αὐτὸς ἐμποδίσεις δοθῆναί σοι τόπον, ἐνέχῃ μοι τῇ ἀγωγῇ τῇ συνισταμένῃ ἐξ ἐπερωτήσεως καὶ συμφώνῳ ἀποκρίσεως, καὶ τῇ ἀγωγῇ τῇ ἀπαιτούσῃ τὸ τοῦ διαπραθέντος τίμημα, ὡς τῆς αἱρέσεως πληρωθείσης δ᾽ ὧν ἐνεπόδισας.
10
pr.Καὶ κεφ. ν '· „Τὸ ἐμὸν ὑπὸ αἵρεσιν ἰσχυρῶς ἀγορά ζω· εἰκὸς γὰρ ἐλπίζεται παύεσθαι εἶναι ἐμόν. τοῦ πλάτους· Ἔγραψέ με τις κληρονόμον καὶ ἐλεγάτευσεν ἀγρὸν ἑτέρῳ ὑπὸ αἵρεσιν. ἐπειδὴ τῆς αἱρέσεως ἐξερχομένης λαμβάνει ὁ λεγατάριος τὸν ἀγρὸν καὶ παύομαι εἶναι δεσπότης, δύναμαι τοῦτον τὸν ἀγρὸν ἀγοράζειν ὑπὸ αἵρεσιν.
11
pr.Καὶ τί. ε΄· Ανισχύρως ὑπὸ αἵρεσιν ἀγοράζω, ὅπερ χωρὶς αἱρέσεως προηγόρασα.
12
pr.Καὶ τί. ς ' κεφ. [β΄] 3· „Ἐπὶ τῇ αἱρετικῇ πράσει ἀτονούσης μὲν τῆς αἱρέσεως, ἄκυρος ἡ πρᾶσις· ἐξιούσης δὲ, ὁ ἀγοραστὴς κινδυνεύει. - εἰ δέ τις τῶν συναλλαξάντων ἐν τῷ μεταξὺ τελευτήσει, ἐνέχεται ὁ κληρονόμος ὡς ἐξ ἀρχῆς γινομένης τῆς πράσεως καὶ τὰ λοιπά. καὶ ὅτι „ὥσπερ αἱ ἐπερωτήσεις καὶ τὰ αἱρετικὰ λεγάτα ἀκυροῦνται, φθειρομένου τοῦ πράγματος ἠρτημένης τῆς αἱρέσεως. εἰ δὲ τὸ πρᾶγμα ὕπεστι, κἂν χεῖρον γένηται, ὁ ἀγοραστὴς ζημιοῦται.