IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.29

Περὶ καταθέσεων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν προκομισθῇ ἔγγραφος κατάθεσις δηλοῦσα, ὅτι πρὸ χρόνων τόσων ἐδανείσατό τις, ὁ μὲν χρόνος τῆς ποιήσεως τῆς καταθέσεως νικᾷ τοὺς μεταγενεστέρους δανειστὰς ἢ συναλλάκτας, ὁ δὲ [τῆς] καταθέσεως χρόνος, τουτέστι τὸ λέγειν ὅτι πρὸ χρόνων τόσων ἐδανείσατο, ὀφείλει ἀληθῶς δείκνυσθαι, καὶ οὐκ ἔχει ἰσχὺν κατὰ τῶν προγενεστέρων δανειστῶν.

2

pr.Ὅτι ἐὰν ἐναγόμενος παρά τινος ἀρνήσωμαι χρεωστεῖν ἐπὶ δικαστηρίου, εἶτα ἀπόντος τοῦ ἀντιδίκου μου κληθεὶς παρὰ τοῦ δικαστοῦ καὶ ἐρωτηθεὶς εἰ χρεωστῶ κατάθωμαι χρεωστεῖν, οὐδὲν ὠφελεῖται ἐκ τούτου ὁ ἀντίδικος, οὐδὲ προκριματίζομαι ἐγὼ ὡς καταθέμενος· δύναμαι γὰρ ἀρνεῖσθαι. εἰ δὲ καὶ ἐλέγχομαι παρὰ τῶν δανειστῶν ὡς καταθέμενος εἰς ἐπήκοον πολλῶν χρεωστεῖν, παραγράφομαι καὶ τὸν δικαστὴν λέγων· τίνος χάριν ἀπόντος τοῦ ἀντιδίκου μου ἠρώτησάς με ἢ τίνος ἕνεκεν ὑπὲρ αὐτοῦ ἠγωνίζου; ὥστε φαίνῃ προσπαθείαν τινὰ πρὸς αὐτὸν ἔχων καὶ διὰ τοῦτο ἀπόντος αὐτοῦ ἠρώτησάς με, ἐγὼ δὲ μηδὲν βλαπτόμενος κατετιθέμην. πανταχοῦ οὖν μὴ ὄντος τοῦ ἀντιδίκου οὐδὲν ὠφελεῖ ἡ κατάθεσις.

3

pr.Ὅτι λέγων τὶς ἐλέγξαι τὸν χρεώστην καὶ διὰ μαρτύρων τῶν παρατυχόντων ἐν τῇ ἐπιδόσει τοῦ χρυσίου, καὶ δ᾽ ἑτέρων μαρτύρων ἀκροασαμένων τοῦ χρεώστου κατατιθεμένου ἀληθῶς χρεωστεῖν, ὁ δικαστὴς πρῶτον τοὺς τετυχηκότας ἐν τῇ καταθέσει δεῖν ἔγνω παραχθῆναι· οὕτω δόξαν αὐτῷ ὡς ταύτης τῆς μαρτυρίας ἀρκούσης ἀπρα λῦσαι τὴν δίκην· εἶθ᾽ οὕτως καὶ τοὺς τὴν ἐπίδοσιν βεβαιώσοντας παραστῆναι μάρτυρας.