IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.28

Περὶ ἐλευθέρων καὶ δούλων.

Abrir no leitor do IusCommune →

1

pr.Ὅτι δοῦλος συνήθειαν ἔχων πρὸς ἐλευθέραν καὶ παῖδα ἐξ αὐτῆς ἀπογεννήσας, μὴ γνόντος τοῦ δεσπότου τὸ γε γονὸς, οὐκ ἠκούσθη πρὸς ἐλευθερίαν ἀναβοῶν, οὐδὲ ἡ ἀπελευθέρα προβαλλομένη τὸν χρόνον τῆς πρὸς τὸν δοῦλον συναφείας καὶ τὸν τόκον τῶν παίδων. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος ἐπὶ τοῦ δούλου τοῦ ἀσηκρῆτις, σημειωσάμενος· ἐφ᾽ οἷς ἐρυθριᾶν ἔδει τὴν γυναῖκα καὶ συγγνώμην αἰτεῖν, τούτοις ἰταμῶς τε καὶ ἀναισχύντως ἐπεθάῤῥει καὶ ἐνηβρύνετο. ἀλλ᾽ ὁ δικάζων νόμοις ἑπόμενος τῆς τοιαύτης ψυχρολογίας καὶ αὐθαδείας λόγον οὐκ ἔθετο. ὧν μὲν γὰρ ἀνάγκη τοὺς δεσπότας παραχωρεῖν τοῖς οἰκέταις ἕτερα τυγχάνει, διὰ πορνείαν δὲ καὶ μιαρείαν δουλείας ἀπόστασιν οὐδαμῶς, ὡς ἂν μὴ αἰσχρότητος ἄθλον ἐλευθερία γένοιτο.

2

pr.᾿Ανάγνωθι βι. κβ΄ τί. α΄ κεφ. ς΄δ· „Ἐὰν μὴ δείκνυται εἰ παρὰ τῷ πράτῃ φυγὰς ἦν ὁ δοῦλος, τῇ ἐμβασάνῳ αὐτοῦ ζητήσει πιστεύομεν· καθ᾽ ἑαυτοῦ γὰρ ἐρωτᾶσθαι δοκεῖ, οὐ μὴν κατὰ· δεσπότου. καὶ βι. κα τί. α κεφ. κή ".

3

pr.„Ὁ παρὰ δεσπότου πεμφθεὶς καὶ διάγων ἐπὶ ξένης καὶ ἀκούσας ἐνδιαθήκως ἐλευθερῶσθαι, ἐὰν ὡς ἐλεύθερος μείνῃ χαριζώντ..., οὐκ ἐστὶ φυγάς· ὁ γὰρ ἐν τῷ ψεύδεσθαι ἐλευθερῶν ἑαυτὸν ἄρχεται φυγὰς εἶναι.

4

pr.Καὶ τί. α΄ κεφ. λβ ' ^· „Οὔτε τοῖς μεγάλοις ἐγκλήμασιν ὑποκειμένους δούλους οἱ δεσπόται δι᾽ ἑαυτῶν ἢ διὰ τῶν διοικούντων τὰ πράγματα αὐτῶν δύνανται πωλεῖν ἐπὶ τῷ θηριομαχῆσαι.

5

pr.Καὶ κεφ. νς ' δ· „Ἐὰν πωλήσω, δούλην ἐπὶ ὅρῳ τοῦ μὴ προστῆναι, καὶ ὥστε ἐξεῖναί μοι αὐτὴν ἀφαιρεῖσθαι εἰ προστῇ, φυλάττεταί μοι τὸ σύμφωνον, κἂν εἰς πολλοὺς ἀγοραστὰς περιέλθῃ.

6

pr.Ὅτι ὁ μάγιστρος ἔκρινε τοὺς εἰσεληλυθότας δούλους εἰς τὴν νῆσον γαζουρὰν καὶ διαρπαγὴν ποιήσαντας τῶν πραγμάτων, ἐκδοθῆναι εἰς ἱκάνωσιν τῆς ζημίας. ἔφη γάρ· εἰ καὶ μὴ γινώσκοντος τοῦ κυρίου αὐτῶν ἥμαρτον, κἂν παρὰ γνώμην αὐτοῦ ἐπείσθησαν ἑτέροις καὶ ἐποίησαν τὸ ἁμάρτημα, ὀφείλουσι τὴν ζημίαν ἐκτιννύειν. εἰ γὰρ καὶ μόνοι ἐπελθόντες ζημίαν κατά τινος εἰργάσαντο, ἀνάγκην ὁ δεσπότης τούτων εἶχεν ἢ τὸ ἱκανὸν ποιεῖν ἢ τῶν οἰκετῶν εἰς νόξαν καταδικαζομένων ἀνέχεσθαι.

7

pr.Καὶ βι. ιθ΄ τί. ς ' κεφ. τελευταῖον· „Ὁ θάνατος τῆς πραθείσης θεραπαίνης συμβὰς μετὰ τὴν πρᾶσιν, τῷ ἀγοραστῇ κινδυνεύεται μόνῳ· εἰ μὴ ἀπὸ πάθους ἀρχαιοτέρου τῆς πράσεως ἐτελεύτησεν.

8

pr.Καὶ τί. ζ΄ κεφ. γ ' δ· „Ἐὰν πωλήσω δούλην ἐπὶ τῷ εἴσω ῥητοῦ χρόνου ἐλευθερωθῆναι, γίνεται ἐλευθέρα, ἐὰν ἐπὶ τῆς αὐτῆς ἔμεινα γνώμης. ἡ δὲ τοῦ κληρονόμου γνώμη οὐ ζητεῖται.

9

pr.Καὶ κεφ. ζ΄· „Ἐὰν πωλήσας σοι δοῦλον εἴπω εἴσω χρόνου ἐλευθερῶσαι, καὶ μεταμεληθῶ, καὶ οὐδὲν ἦττον ἐλευθερώσῃς, οὐκ ἔχω τὴν ἀπαίτησιν τῆς τιμῆς. ἔσβεσται γὰρ ἐλευθερωθέντος τοῦ δούλου καὶ μετὰ τὸ μεταμεληθῆναί με.

10

pr.Καὶ κεφ. θ'· „Ἐὰν πωλήσω σοι δοῦλον ὥστε μὴ διά γειν ἐν ῥώμῃ, καὶ φυλάξω ἐν αὐτῷ χειρὸς ἐπιβολήν· εἶτα πωλήσῃς αὐτὸν ὑπὸ τὸν αὐτὸν ὅρον, καὶ εὑρεθῇ ἐν ῥώμῃ, εἰ μὲν ὡς φυγὰς, οὐκ ἔχει χώραν ἡ τῆς χειρὸς ἐπιβολή· οὐδὲ γὰρ ὁ φυγὰς ἔνθα διάγει νοεῖται εἶναι. εἰ δὲ κατὰ γνώμην τοῦ δευτέρου ἀγοραστοῦ, ἐμοὶ μόνῳ ἡ τῆς χειρὸς ἐπιβολὴ ἁρμόζει. εἰ δὲ ποινὴν [ἐπηρώτησά σε] καὶ σὺ τὸν ἀγοράσαντα παρά σου, δύο εἰσὶν ἀγωγαί.

11

pr.Καὶ θέ. τοῦ αὐτοῦ θ ' κεφ.· „Ἐὰν πωλήσας σοι συνεφώνησα, ἵνα εἰ προστῇ [ἡ] δούλη, ἐλευθερωθῇ· σὺ δὲ πωλῶν χειρὸς ἐπιβολὴν ἐφύλαξας σαυτῷ [εἰ προστῇ], ἢ τουναντίον ἐγὼ μὲν χειρὸς ἐπιβολὴν, σὺ δὲ ἐλευθερίαν συνεφώνησας, καὶ ἐλευθερία ἁρμόζει προϊσταμένης αὐτῆς.

12

pr.Καὶ κεφ. ί΄· „Ἐὰν πωλήσω σοι δοῦλον ἐπὶ τῷ μη πειρασθῆναι δουλείας ἑτέρου καὶ ὥστε τελευτῶντός σου ἐλεύθερον αὐτὸν εἶναι, κἂν αὐτὸς μὴ ἐλευθερώσῃς αὐτὸν, γίνεται μετὰ θάνατόν σου ἐλεύθερος.

13

pr.Καὶ κεφ. ια΄ 3· „Τοὺς καταφεύγοντας οἰκέτας εἰς σεβασμίους οἴκους καὶ δίκαια αἰτοῦντας οὐ χρὴ περιορᾶν· ἀλλ᾽ εἴπερ διαγνώσεως γενομένης εὑρέθησαν οἱ δεσπόται ἢ ἀμέτρως αὐτοὺς βασανίζοντες ἢ λιμοκτονοῦντες ἢ εἰς πρᾶξιν αἰσχρὰν ἕλκοντες, ἐκ τούτων διαπιπράσκειν αὐτοὺς ἀναγκάζεσθαι, πρὸς τὸ μηκέτι ὑποστρέψαι εἰς τὴν ἐκείνων δεσποτείαν. ἀλλὰ καὶ τὴν πρᾶσιν καλῇ αἱρέσει ποιεῖν, ὥστε μὴ διά τινων σεσοφισμένων αἱρέσεων καὶ μετὰ τὴν ἐκποίησιν αὐτοὺς κακοποιεῖν, ἢ ἐν δεσμοῖς εἶναι συμφωνοῦντας ἢ ἐπὶ τῷ μηδέποτε ἐλευθερωθῆναι ἢ ἐπὶ τῷ οἰκεῖν ἐν χώρᾳ βαρυτάτους ἐχούσῃ τοὺς ἀέρας.

14

pr.Καὶ κεφ. ιβ΄ 4· „Ἐάν τις πωλήσῃ οἰκέτην ἐπὶ τῷ μηδέποτε αὐτὸν ἐπιβῆναι τῆσδε τῆς πόλεως, καὶ φυλάξῃ αὑτῷ χειρὸς ἐπιβολὴν, δύναται μὲν ὁ ἀγοραστὴς μὴ παραβαίνων τὸ σύμφωνον ἐλευθεροῦν αὐτὸν, καὶ ἐὰν ὁ οἰκέτης ἐπιβῇ τῆς ἀπηγορευμένης πόλεως, ἐκδικεῖται παρὰ τοῦ δημοσίον εἰς δουλείαν διηνεκῆ. εἰ δὲ μὴ ἐλευθερωθεὶς ἐπιβῇ τῶν ἀπηγορευμένων τόπων, ὁ πράτης κεχρημένος τῷ συμφώνῳ ἕλκει αὐτὸν εἰς τὴν δουλείαν.

15

pr.Περὶ τοῦ πιπρασκομένου ἐν ἐξορίᾳ, ὅτι ἐκδικεῖται παρὰ τοῦ δημοσίου, εἰ ἐλευθερωθῇ, κεφ. φησι ιγ ' δ· „Ἐὰν μὲν ὁ πράτης φυλάξῃ χειρὸς ἐπιβολὴν, δύναται αὐτῇ κεχρῆσθαι. εἰ δὲ μόνον συνεφώνησε καὶ ἐπηρώτησε πρόστιμον, ᾿ἀπαιτεῖ καὶ ὁ δημόσιος ἐκδικεῖ τὸ ἀνδράποδον. δεῖ δὲ σκοπεῖν εἰ γνώμῃ τοῦ ἀγοραστοῦ ἐπέβη τῶν κεκωλυμένων τόπων ὁ οἰκέτης.

16

pr.Καὶ κεφ. ις'΄· „Ὁ ἐξόριστος παρὰ τοῦ δεσπότου ἀπὸ τῆς ἰδίας πατρίδος πραθεὶς οὐδὲ ἐν ῥώμῃ διάγειν ὀφείλει. ὁ. μέντοιγε ἀπὸ φανερᾶς ἐπαρχίας κωλυθεὶς οὐδὲ ἐν ἰταλίᾳ διάγειν δύναται. εἰ τοίνυν παρὰ τὸ γενόμενον σύμφωνον γεγονός τι δύνασαι ἀποδεῖξαι, χρῆσαι τῷ ἁρμόζοντί σοι νομίμῳ.

17

pr.Καὶ κεφ. κ΄· „Ἐὰν δεσπότης λάβῃ χρήματα παρά τινος ἐπὶ τῶν τὴν ἰδίαν θεράπαιναν, μετὰ τὴν προθεσμίαν καὶ ἐλευθέρα τίκτει.

18

pr.Καὶ κεφ. κα΄· „Ὁ πραθεὶς ἐπὶ τῷ μὴ ἐλευθερωθῆ ναι, κἂν ἐλευθερωθῇ, οὐ γίνεται ἐλεύθερος, οὐδὲ ἐὰν εἰς ἕτερον δεσπότην ἔλθῃς· ὅθεν καὶ εἰ πρόστιμόν τις ἐπερωτηθῇ, οὐχ ὑποπίπτει τῷ προστίμῳ ὡς μὴ δυναμένου ἐλευθερωθῆναι τοῦ ἀνδραπόδου, καὶ οὐδὲ ὁ δημόσιος ἐπικοινωνεῖ τῇ τοιαύτῃ πράσει.

19

pr.Καὶ κεφ. κβ΄ σ· Εάν τις πωλήσῃ ἐπὶ τῷ ἐλευθερωθῆναι κόρην ἐμπροθέσμως, εἰ δὲ μὴ ἐλευθερωθῇ, πρόστιμον ἐπηρώτησε· τῆς προθεσμίας ἐνισταμένης ἡ μὲν κόρη ἐλευθέρα γίνεται· τὸ δὲ πρόστιμον ἀπαίτησιν οὐκ ἔχει, ἐπειδὴ ἡ τοῦ συμφώνου δύναμις τὴν ὀφείλουσαν παρὰ τοῦ πράτου δοθῆναι ἐλευθερίαν ἐπιτίθησιν.

20

pr.Καὶ τί. ἡ κεφ. δ΄΄· „Ἐὰν εἰδὼς ἀγνοοῦντί μοι πωλήσῃς δοῦλον φυγάδα ἢ κλέπτην ἢ ἐνοχῇ ὑποκείμενον, κινῶ τὴν ἀγωγὴν εἰς τὸ διαφέρον, κἂν τὸν διπλασιασμὸν ἐπερωτηθῇς μοι. τὴν γὰρ ἀγωγὴν τὴν περὶ μελλούσης ζημίας πρὶν ἢ ζημιωθῶ κινεῖν οὐ δύναμαι.

21

pr.Καὶ βι. μή τί. ιδ ' κεφ. δ·,, Ἔστω ἡ τιμὴ τοῦ δούλου, εἴτε ἄῤῥην εἴτε θηλυῖα, εἰ μὲν ἄτεχνός ἐστιν, κ ' νομίσματα, ἐὰν ὑπὲρ τοὺς ί ἐνιαυτούς· εἰ δὲ ἐλάττων ἐστὶ, ι νομίσματα. εἰ δὲ τέχνην ἐπίσταται, χωρὶς νοταρίου καὶ ἰατροῦ, ἕως λ ' νομίσματα. ἐὰν δὲ νοτάριός ἐστιν ἢ ἰατρὸς, ὁ μὲν νοτάριος ἕως ν ' νομισμάτων, ὁ δὲ ἰατρὸς ἕως ξ. ἐὰν δὲ εὐνοῦχοι ὦσιν οἱ δοῦλοι μείζονες τῶν ἱ ἐνιαυτῶν χωρὶς τέχνης, νομίσματα ν· ἐὰν δὲ τέχνην ἴσασι, νομίσματα ο΄, ἐὰν δὲ τῶν ἱ ἐνιαυτῶν ἥττονές εἰσι, λ΄.