Peira 1.27
Περὶ μεταθέσεως χρέους.
Abrir no leitor do IusCommune →1
pr.Τότε γίνεται μετάθεσις χρέους, ὅτε ῥητῶς συμφωνήσει τὶς, ὅτι ἀφίημι τὸν πρότερον τῆς ἐνοχῆς καὶ λαμβάνω νῦν σέ. ὡς ἐπὶ τούτου τοῦ θέματος· ἐδάνεισέ τίς τινι καὶ ἔσχεν αὐτὸν ἔνοχον· εἶτα μὴ ἐνδημοῦντος αὐτοῦ ἠνάγκασε τοὺς αὐτοῦ ἐκτίσαι τὸ χρέος· τῶν φίλων τὶς τοῦ χρεώστου προσῆλθε τῷ δανειστῇ λέγων οὕτως· ἐγὼ ὑπεμβάλλω ἐμαυτόν σοι, καὶ ἀποτίννυμι τὸ χρέος τοῦ φίλου. ἐὰν οὖν γένηται συμβόλαιον, περιέχον ῥητῶς οὕτως· ὅτι ἀφίημι τὸν πρῶτον χρεώστην τῆς ἐνοχῆς, ἀθωοῦται ὁ πρῶτος. ἐὰν δὲ μὴ ἐμφέρηται ῥητῶς τό· ἀφίημι ἐκεῖνον, ἀλλ᾽ ὅτι τυχὸν, ἐπεὶ ἐκεῖνος ἀπῆν καὶ ηὐθύνετο ἡ ἐκείνου περιουσία, ὑπεισῆλθον ἐγὼ, ἵνα ἀποδώσω τὸ χρέος, τότε· ἐνόχους ἔχει τοὺς δύο [δ] δανειστὴς, καὶ πρώτως μὲν, εἰ ευπορεῖ, ὁ ὑπεμβαλὼν ἑαυτὸν ἐνέχεται· εἰ δὲ ἀπορεῖ, κρατεῖται ὁ πρωτότυπος καὶ οὐκ ἔχει παραγραφήν. εἰ δὲ ἀποροῦντος τοῦ δευτέρου εἰσί τινες προγενέστεραι ἐνοχαὶ νικῶσαι τὸν χρόνον τῆς νοβατίωνος, τότε ἐξ ὀρθοῦ κατὰ τοῦ προτέρου ἐνόχου ἔχει τὴν ἀγωγὴν ὁ δανειστής.
2
pr.Ὅτι ἐν τῇ μεταθέσει τοῦ χρέους λύονται τὰ ἐνέχυρα, εἰ μὴ ἰδικῶς συμφωνηθῇ, ὥστε μένειν ἐπὶ σχήματος τὰ ἐνέχυρα.
3
pr.Ὅτι ἐδανείσατό τις ἀγράφως ἐπὶ τῷ δεσμῶν ἀπολύσαι τινὰ, εἶτα [ὁ] ἐξελθὼν τῆς φυλακῆς ἐποίει χάρτην. καὶ κινηθέντος τοῦ χρέους ὁ μὲν δανεισάμενος ἔλεγε τὸν ἀπολυθέντα τῆς φυλακῆς ὕστερον ἀναδέξασθαι τὸ χρέος, ὁ δὲ δανείσας τὸ ἔγγραφον οὐκ ἐδείκνυ. καὶ ἔκρινεν ὁ μάγιστρος, εἰ μὲν ἐμφανισθῇ τὸ ἔγγραφον, καὶ εὑρεθῇ μὴ ἕτερον ἔχον χρυσίον ἀριθμηθῆναι τῷ ἀπολυθέντι καὶ μετάθεσιν ἔχον τῆς ἐνοχῆς, ἀπαλλάξει τὸν πρώτως δανεισάμενον· εἰ δὲ μηδὲν τοιοῦτον εἶναι ἔχον, μείνῃ καὶ οὕτως ἔνοχος ὁ δανεισάμενος. ἐπεὶ καὶ νόμος φησί· „πᾶν πρᾶγμα μεταφέρεται, ἐὰν ἐπὶ τῷ μεταγαγεῖν ἐπερωτήσωμεν· ἐπείτοιγε δύο εἰσὶν ἐνοχαί. ὅπως δὲ γίνεται μετάθεσις, λέγει ὁ νόμος· „ἐάν τις ἢ ἄλλο πρόσωπον προσλάβῃ, ἢ ἐναλλάξῃ, ἢ ἐνέχυρα λάβῃ, ἢ τὸ χρέος αὐξήσῃ ἢ μειώσῃς, ἢ αἵρεσιν ἢ χρόνον προσθήσῃ, μὴ εἶναι τοῦτο χρέους ἀνακαινισμὸν, εἰ μὴ ἰδικῶς τοῦτο ῥηθῇ, ὅτι ἀπὸ τοῦ παλαιοῦ ἀναχωροῦμεν χρέους. ἡμεῖς γὰρ τοῖς ῥήμασιν προσέχομεν τοῖς οὖσιν, οὐ μὴν ἑρμηνείᾳ. ἀνάγνωθι βι. [κς '] τί. [δ΄] κεφ. [μβ΄] '.
4
pr.Ὅτε μὴ ὁρισθῇ κατὰ μέρος ἡ κληρονομία, ἀλλ᾽ ὀνομαστὶ τὰ πράγματα διανεμηθῶσι, τότε κἂν οἱ μὲν μείζονα ἔχωσιν οἱ δὲ ἐλάττονα, ἐξίσου διδόασι τὰ χρέα ”.