Peira 1.26
Περὶ δανείου καὶ ἀναργυρίας καὶ περὶ ἀχρεωστήτων.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν δανείσῃς τινὶ, ἢ δανείσω καὶ ἐγὼ αὐτῷ ἐπὶ τῷ ἐξελθεῖν καὶ πραγματεύσασθαι τήνδε τὴν πανήγυριν, καὶ ἐξέλθοι ὁ δανεισάμενος εἰς τὴν πανήγυριν, νικῶ ἐγὼ σὲ τὸν προγενέστερον δανειστὴν εἰς τὰ ἀγορασθέντα ἀπὸ τῆς πανηγύρεως φορτία καὶ λοιπὰ, ὡς δανείσας ἐπὶ τούτοις.
2
pr.Ἐάν τις χρεωστῶν δανεισταῖς ἀπορῇ, καὶ περιελθοῦσαν αὐτῷ κληρονομίαν ἢ λεγάτον μὴ βούλεται λαβεῖν, οὐκ ἐνέχεται τοῖς δανεισταῖς ἐπὶ τῷ λαβεῖν. οὐ γὰρ ἀποκτᾶταί τι τῶν αὐτοῦ. ἐκεῖνος γὰρ ἐνέχεται ὁ ἔχων τὶ καὶ χρεωστῶν καὶ ἀποκτώμενος ὃ ἔχει· ἡ δὲ κληρονομία καὶ τὸ λεγάτον οὐ τῆς τοῦ χρεώστου περιουσίας εἰσὶν, ἀλλ᾽ ἐκ φιλοτιμίας περιῆλθον αὐτῷ. καὶ ἐπεὶ λαμβάνων αὐτὰ ὁ χρεώστης ἀναγκάζεται πάλιν παρέχειν τοῖς δανεισταῖς ταῦτα, μηδὲν ἐξ αὐτῶν παρακρατῶν, εἰκότως ὁ νόμος οὐκ ἀναγκάζει αὐτὸν μὴ βουλόμενον δέχεσθαι τὴν κληρονομίαν. κρεῖττον γὰρ ἡγεῖται τὸν ἀφ᾽ οὗ ἡ χάρις αὐτῷ μέλλει προσγίνεσθαι κερδῆσαι ταύτην, ἤπερ᾽ τοὺς δανειστὰς ταῦτα λαβεῖν, μηδεμίαν ὠφέλειαν ἐνταῦθα τοῦ πρὸς ὃν ἡ δωρεὰ ἔχοντος.
3
pr.Ὅτι ἐὰν ἐν συνεστῶτι τῷ γάμῳ δανείσηται ὁ ἀνὴρ παρά τινος ἐπὶ τῷ ἀγοράσαι οἰκήματα, καὶ γράψῃ τοῦτο καὶ ἐν τῇ ὠνῇ καὶ ἐν τῷ ὁμολόγῳ, ἐπιζητεῖ δὲ μετὰ διάλυσιν τοῦ γάμου ἡ γυνὴ τὴν προῖκα, νικᾷ τὸν δανειστὴν καὶ ἀναλαμβάνει τὰ οἰκήματα. [εἰ γὰρ καὶ περιέχεται τῷ ὠνεακῷ ὅτι ἐκ τῶν τοῦ δεῖνος νομισμάτων ἠγοράσθη τὰ οἰκήματα,] ἀλλ᾽ οὖν ὁ νόμος τοῦτο οὐ προσίεται διὰ τὰς κακουργίας τῶν ἀνδρῶν καὶ τὸ προνόμιον τῆς γυναικός.·· [δ΄.] Ὅτι ἐὰν συνεστῶτος τοῦ γάμου βουλόμενος ὁ ἀνὴρ ὠνήσασθαι προσέλθοι τινὶ περὶ δανείου, ὁ δὲ φοβούμενος τὴν προῖκα, τὰ μὲν νομίσματα μὴ παράσχῃ τῷ ἀνδρὶ, τῆς [δὲ] πράσεως γενομένης δώσει τὰ νομίσματα αὐτὸς ἐπὶ μαρτύρων, εἰς πρόσωπον δὲ τοῦ ἀνδρὸς ταύτην γενέσθαι παρασκευάσει, τότε ἡττᾶται ἡ προῖξ᾽ ἐπὶ τοῖς οἰκήμασιν. οὐ γὰρ ὁ ἀνὴρ ἔλαβε τὰ νομίσματα καὶ ἐνέμιξε ταῦτα τῇ λοιπῇ αὐτοῦ ὑπάρξει καὶ τῆς γυναίκος, ἀλλ᾽ ὡσανεὶ αὐτὸς ὁ δανειστὴς ἠγόρασε τὰ οἰκήματα, δοὺς αὐτὸς τὸ χρυσίον, κἂν εἰς τὸ πρόσωπον ἡ πρᾶσις τοῦ ἀνδρὸς ἐγένετο.
5
pr.Ὅτι ἐὰν μήτηρ ὑποδεξαμένη κληρονομίαν ὑπόχρεων αναμίξει ταύτην τοῖς οἰκείοις πράγμασιν, εἶτα ἔχουσα παῖδας τῷ ἑνὶ αὐτῶν παράσχῃ τὸ ἥμισυ τῆς πάσης αὐτῆς περιουσίας χωρὶς βάρους, τὸ δὲ ἕτερον ἥμισυ διανείμῃ τοῖς ἑτέροις παισὶ, καὶ κινηθῇ περὶ τοῦ χρέους δίκη, οὐ κρατεῖται ὁ τὸ πλέον ἔχων εἰς ἔκτισιν τοῦ χρέους, ἀλλὰ τὸ ἔσχατον σύμφωνον πρῶτον ἀποφλήσει τὸ χρέος· τούτου δὲ μὴ ἐξαρκοῦντος, καὶ ἐπὶ τῶν πρὸ αὐτοῦ καὶ ἐφεξῆς ἔρχεται ἡ ἐνοχή· ἀποδιδόντων δὲ τῶν ἐσχάτων συμφώνων τὸ χρέος, περὶ μόνου τοῦ φαλκιδίου κινοῦσι κατὰ τοῦ πρώτου, οὐ μέντοι περὶ παντὸς τοῦ χρέους.
6
pr.Ὅτι ἐγγράφως δανεισάμενος, ἀγράφως λέγων ἀποδοῦναι τὸ χρέος, οὐκ ἀκούεται, εἰ μήγε πέντε μάρτυρες ἔλθωσι λέγοντες, ἐνώπιον αὐτῶν δοθῆναι τὸ χρέος, ἢ ἀκοῦσαι τοῦ δανειστοῦ λέγοντος, ὅτι ἀπέλαβον τὸ χρυσίον. ὡς βι. κα τί. α κεφ. θ '.
7
pr.Ὅτι γυνὴ ἐδάνεισε χρυσίον τινὶ, καὶ ἔγραψεν ἐν τῷ δανείῳ, κοινὸν εἶναι τὸ χρυσίον αὐτῆς καὶ τοῦ ἀδελφοῦ, ἐκείνου μὴ παρόντος, ἀλλὰ μονάζοντος. καὶ οἱ τῆς μονῆς, ἐν ᾗ ἦν ὁ ἀδελφὸς, εἶλκον τὴν γυναῖκα ἀπαιτῆσαι ἐπειγόμενοι τὸ μέρος. καὶ ὁ δικαστὴς ἀπεφήνατο, μὴ καλῶς κινεῖν αὐτοὺς, εἰπὼν, ὅτι τὰ μεταξὺ ἑτέρων γινόμενα ἑτέρους οὐ βλάπτουσιν οὔτε ὠφελοῦσιν, καὶ ὅτι οὐδὲ δι ἐλευθέρου προσώπου ἀγωγὴ προσπορίζεται, καὶ ὅτι „ὅτε ἐπερωτῶ ἐμαυτῷ ἢ πέτρῳ, οὔτε μεταφέρειν ἐνοχὴν οὔτε ἀπαιτεῖν οὔτε ἀποχὴν ποιεῖν ὁ πέτρος δύναται, καὶ ὅτι „ἐὰν ἐπερωτήσω ἐμοὶ ἢ πέτρῳ, οὐ καλῶς τῷ κληρονόμῳ αὐτοῦ καταβάλλει.
8
pr.Ὅτι ὁ δανειστὴς οὐκ ὀφείλει ζητεῖν, ἵνα ἐν μεσεγγύῃ ἀπόθηται ὁ χρεώστης τὸ χρέος, καὶ τότε δικάσηται. ἀνάγνωθι βι. κδ ' τί. α κεφ. ις'΄ 4.
9
pr.Ὅτι ὁ ἀγοραστὴς δοὺς τὸ τίμημα τοῦ ἠγορασμένου δανεισταῖς εἰς ὑποθήκην ἔχουσι τὸ πραθὲν, καὶ ἀναλαβὼν τὰ γραμματεῖα, δοκεῖ ἐνυπόθηκος δανειστής. φησὶ γὰρ βι. κέ τί. δ΄ κεφ. γ΄· „ὁ δανείζων ἐπὶ τῷ προγενεστέρῳ δανειστῇ, τουτἐστιν ἐπὶ τῷ καταβληθῆναι τῷ προτέρῳ ἐν ὑποθήκῃ, οὐχ ὑπεισέρχεται τὸν τόπον αὐτοῦ, εἰ μὴ συμφωνήσει τὸ ἐνέχυρον ὑποκεῖσθαι αὐτῷ.
10
pr.Ὅτι ὁ δανείζων ἐγγράφως καὶ λαμβάνων μάρτυρας ἐν τῷ ἐγγράφῳ, εἰ μὲν ἐν ταύτῃ τῇ πόλει γίνεται τὸ ἔγγραφον, ὀφείλουσιν εἶναι καὶ οἱ μάρτυρες τῶν πολιτῶν καὶ τῶν γνωρίμων. εἰ δὲ ἐξωτικοί εἰσιν οἱ ὑπογράψαντες καὶ τῶν ἀγνωρίστων, εἰς κακὸν τοῦτο γίνεται τῷ λαβόντι τὸ ἔγγραφον· οὐ γὰρ εὐχερῶς πιστεύεται. διατί γὰρ μὴ τῶν πολιτῶν προσελάβετό τινας; καὶ τοῦτο εἶναι ἔλεγεν ὁ μάγιστρος τὸ ἐν τῷ νόμῳ διειλημμένον καὶ τῇ νεαρᾷ τῇ περὶ μαρτύρων ', ἔνθα λέγει· „ἐπὶ δὲ ταύτης τῆς εὐδαίμονος πόλεως, ἔνθα καὶ πλήθει μαρτύρων, θεὸς δὲ ἡγείσθω τοῦ λόγου καὶ τὰ ἑξῆς. ἐπὶ δὲ τοῖς ἔξω καὶ οἱ παρατυχόντες ὑπογράψωσι. καὶ γάρ τις ἀκολουθῶν κριτῇ καὶ δανείζων τινὶ καὶ λαμβάνων ἔγγραφον μάρτυρας πάντως προσλάβῃ τοὺς ἑπομένους τῷ κριτῇ, οὓς εἰκὸς ἐκ διαφόρων τόπων εἶναι· καὶ τοῦτο τὸ ἔγγραφον προκομίζων ὕστερον καὶ αἰτῶν βεβαιῶσαι τοῦτο, στερχθήσεται καὶ οὐκ ἀποπεμφθήσεται διὰ τὴν τῶν μαρτύρων τέως ἀδηλίαν. ζήτει τὸν τίτλον τὸν περὶ μαρτύρων.
11
pr.Ὅτι τὸ μιλιάριον τὸ χιλιοστὸν λέγεται τῆς τοῦ χρυσίου λίτρας. μίλε γὰρ οἱ ῥωμαῖοι τὰ χίλια καλοῦσι, καὶ οὕτω κατεκερμάτισαν τὸ ποσὸν τῆς λίτρας, ἵνα σώζηται χίλια μίλλια, ἵνα ὦσι τιμῆς λίτρας μιᾶς.
12
pr.Βι. ιδ΄ τί. α΄΄ τί. τῶν διγ. α΄ βι. ιζ΄. Ὅτι δεκόκτωρ δεκόκτωρι οὐκ ἀντιτίθησι τὴν τοῦ στελλίονος παραγραφήν. ἔχε ταῦτα ὡς ἐν προθεωρίᾳ. οἱ χρεοκόποι ἐπονείδιστόν τι πρᾶγμά ἐστι, καὶ ἐάν τις χρεωστῶν τισι χρεοκοπήσῃ, εἶτα ἑτέρῳ δανείσας ἑλκύσῃ τοῦτον εἰς δίκην, ἀντιτίθησιν αὐτῷ ὁ χρεώστης παραγραφὴν ὡς χρεοκόπῳ, ἢ ἵνα μηδὲν αὐτῷ δῷ, ἢ τοσοῦτον, ὅσον ἐκεῖνος τοῖς δανεισταῖς αὐτοῦ δέδωκεν. εἰ δὲ καὶ ὁ χρεώστης τυχὸν πρὸς ἑτέρους ἐχρεοκόπησεν, οὐ δύναται ἀντιθεῖναι παραγραφήν· δεκόκτωρ γὰρ δεκόκτωρι οὐκ ἀντιτίθησι παραγραφήν. ἐν τοίνυν τῷ ιδ βι. τῶν βασιλικῶν τί α κεφάλαιον φράζον οὕτως κεφ. ί θέ. ις '· „Ἐὰν ὁ ἐγγυητὴς ἐξ οἰκείου προσώπου παραλείποι παραγραφὴν, ἧτινι ὁ ἐναγόμενος οὐκ ἠδύνατο χρήσασθαι, ἔχει τὴν περὶ ἐντολῆς ἀγωγὴν, εἴπερ οὐκ ἦν εὐπρεπὴς ἡ παραγραφή· εἰ δὲ παραγραφὴν, ἧτινι ο ἐναγόμενος ἠδύνατο χρήσασθαι, παρέλιπεν ἐν εἰδήσει, καὶ οὔτε τὸν ἐναγόμενον δυνάμενος ὑπέμνησεν, ὥστε αὐτὸν ἰδίῳ ἢ τῷ τοῦ συνηγόρου ὀνόματι δικάσασθαι καὶ ἀντιθεῖναι τὴν παραγραφὴν, οὐκ ἔχει τὴν περὶ ἐντολῆς ἀγωγήν. τυχὸν γὰρ πέτρος ἐδάνεισε παύλῳ, καὶ δέδωκεν ἐγγυητὴν ἰωάννην. ἐὰν οὖν ὁ ἰωάννης ἐναχθείς ποτε παρὰ τοῦ πέτρου κατέβαλε, καὶ μέλλει κινῆσαι κατὰ τοῦ παύλου τὴν μανδάτι, ἵνα λάβῃ ἅπερ δέδωκε, μὴ ἀντιθεὶς παραγραφὴν ἁρμόζουσαν ἀντιθεῖναι, ἄλλοτε μὲν ἐκβάλλεται παρὰ τοῦ παύλου παραγραφῇ, ἄλλοτε δὲ οὐκ ἐκβάλ λεται. εἰσὶ γὰρ ἀνεπίληπτοι παραγραφαί· οἷον ὁ δανειστης προσωπικὸν ἐποίει σύμφωνον πρὸς τὸν χρεώστην, ἵνα μὴ ἀπαιτήσῃ αὐτόν· τοῦτο οὖν ἐὰν παραλίπῃ ὁ ἐγγυητὴς, εἰ μὲν εἰδὼς παρέλιπε, καταδικάζεται καὶ οὐδὲν λαμβάνει· εἰ δ᾽ ἀγνοῶν, λαμβάνει ὃ κατέβαλεν, αἰτιώμενος τὸν χρεώστην, διατί οὐκ εἶπεν αὐτῷ ἔχειν προσωπικὸν σύμφωνον. εἰ δὲ τῶν [οὐκ] ἐπαινουμένων ἦν ἡ παραγραφή, πάλιν ὑποδιαιρετέον. τυχὸν γὰρ καὶ ὁ δανείσας ἐχρεοκόπησεν εἰς τοὺς αὐτοῦ δανειστὰς, ὁ δὲ ἰωάννης ἐγγυησάμενος ἦν μὴ χρεοκοπήσας· καὶ εἰ τάχα ὁ μὲν δανείσας κινῶν κατὰ τοῦ δανεισαμένου ἐλάμβανε τὸ χρέος· οὐκ ἐδύνατο γὰρ ὁ δανεισάμενος παραγράψασθαι αὐτὸν ὡς χρεοκό πον, ἅτε καὶ αὐτὸς χρεοκόπος ὤν· ὅμως ἐγγυητὴς μὴ ὢν χρεοκόπος καὶ δυνάμενος ἐξ οἰκείου προσώπου ἀντιθεῖναι παραγραφὴν τῷ δανειστῇ, οὐκ ἐποίει τοῦτο, ἀλλὰ κατέβαλεν. εἰ γὰρ εἶπεν αὐτῷ ὁ δανεισάμενος, ὅτι ἐγὼ μὲν οὐκ ἐδυνάμην ἀντιθεῖναι παραγραφὴν τῷ δανειστῇ μου, ὡς καὶ αὐτὸς τῷ τοῦ χρεοκόπου ἁμαρτήματι ἐνεχόμενος, σὺ δὲ μετὰ προκάταρξιν κύριος τῆς δίκης γενόμενος καὶ μὴ ὢν χρεοκόπος, ἠδύνασο τοῦο νόμινε ἤτοι ἰδίῳ ὀνόματι ἀντιθεῖναι τὴν παραγραφὴν, καὶ οὐκ ἂν νῦν ζημίᾳ περιέβαλές [με]· εἰ ταῦτα ἀντιλέγει ὁ δανεισάμενος πρὸς τὸν ἐγγυητὴν, ἀντιτίθησιν αὐτῷ δικαιολογίαν προσήκουσαν, ὅτι οὐδέν σε ἐξεβίασα· σὺ γὰρ δεκόκτωρ ὢν παραγράψασθαι τὸν δανειστήν σου οὐκ ἠδύνασο ὡς δεκόκτωρα, καὶ ἀπαιτηθῆναι ὤφειλες· ἐγὼ δὲ διὰ τὴν σὴν ὠφέλειαν ὑβρίζειν ἕτερον οὐκ ἠδυνάμην· καὶ συγγινώσκεται ταῦτα λέγων ὁ ἐγγυητής. καὶ ταῦτα λέγειν δύναται ὁ ἐγγυητὴς, ὅτε ἀμφότεροι δεκόκτωρες ἦσαν ὅ τε δανειστὴς καὶ ὁ χρεώστης· εἰ δὲ ὁ μὲν δανείσας δεκόκτωρ ἦν, ὁ δὲ χρεώστης οὐκ ἦν δεκόκτωρ, καὶ ἠδύνατο ἀμέμπτως χρήσασθαι τῇ παραγραφῇ, οὐκ ἀδιαστίκτως βοηθεῖται ἐγγυητὴς μὴ προβαλλόμενος ταύτην. ἐξ οἰκείου μὲν γὰρ προσώπου μὴ προβαλλόμενος ταύτην, συγγινώσκεται, ὡς καὶ ἀνωτέρω εἴρηται. ἐκ δὲ προσώπου χρεώστου ταύτην᾿ ἀντιθεῖναι, ἢ αἰδούμενον ταύτην· ποιῆσαι ὑπομνῆσαι τὸν παρόντα χρεώστην, καὶ εἰπεῖν αὐτῷ· πάρελθε καὶ τὴν ἄσημον παραγρα φὴν ἀντίθες, ἐγὼ γὰρ αἰσχύνομαι ὑβρίζειν ἄνθρωπον δι ὠφέ- λειαν σήν. εἰ δὲ μὴ παρόντος τοῦ χρεώστου οὐκ ἦν εὐχερὲς αὐτῷ τοῦτο ποιεῖν, συγγινώσκεται. ταῦτα μὲν τὸ δίγεστον· σὺ δὲ ζήτει, πότε ὁ ἐγγυητὴς τοῦο νόμινε ἐνάγεται καὶ πότε οὔ, καὶ μετὰ τὴν νεαρὰν τὴν λέγουσαν, πρῶτον μὲν εὐθύνεσθαι τὸν πρωτότυπον καὶ οὕτως τὸν ἐγγυητὴν, καὶ ἀνέσχαιτο᾽ ὁ ἐγγυητὴς μὲν προβαλεῖν τοῦτο ἀλλὰ κατέβαλε, καὶ φιλοπονῶν εὑρήσεις καὶ τὰς λύσεις. οὐ γὰρ ἐν ἑνὶ κεφαλαίῳ δεῖ πολλὰ περιπλέκειν. καὶ λέγει ταῦτα· ἐγὼ δὲ θαυμασίαν ἥγημαι τὴν τοῦ κυρίλλου περὶ λόγους δύναμιν. φράζει γὰρ οὗτος τὸ αὐτὸ κεφάλαιον· „εἰ ἄσημον παραγραφὴν παραλείπει ὁ ἐγγυητὴς, εἰ μὲν ἐξ οἰκείου προσώπου, συγγινώσκεται· εἰ δὲ ἐκ προσώπου τοῦ ῥέου, εἰδὼς καὶ δυνάμενος ὑπομνῆσαι αὐτὸν, ἵνα ἔλθῃ καὶ δικάσηται, οὐ συγγινώσκεται.
13
pr.Ὅτι οἱ χρεῶσται τοῖς δανεισταῖς εἰς τὸ πᾶν καταδικάζονται. ἐὰν δέ τις χρεωστῶν ποιήσηται ἐκστάσιον, τουτἐστιν εἴπερ ἐκστῇ τῆς οἰκείας περιουσίας λόγου χάριν χρεωστῶν λίτρας ιβ ', εὑρεθῇ δὲ ἡ τούτου περιουσία λίτραι ή΄, τὰς μὲν ἡ λίτρας λαμβάνουσιν οἱ δανεισταὶ, μένει δὲ ἔνοχος καὶ ἐπὶ ταῖς δ΄. καὶ ἐὰν τυχὸν ὕστερον κτήσεται λίτρας γ΄, ταύτας μὲν ἀπαιτεῖται παρὰ τοῦ δικαστοῦ, ἀφίεται δὲ τῆς ἐνοχῆς τῆς μιᾶς λίτρας, καὶ οὐ μετὰ ταῦτα πάλιν εὐπορῶν ἐνέχεται τοῖς δανεισταῖς. τοῦτο γάρ ἐστι τὸ διαφέρον τοῦ ἐκστασίου, ὅτι εἰς τὴν δευτέραν ἀπαίτησιν ἀπαιτούμενος καὶ μικρᾶς παραλιμπανομένης ποσότητος ἀφίεται ταύτης, ὁ δὲ μὴ ὑποστὰς ἐκστάσιον χρεώστης, ἕως ἂν τὸ πᾶν ἀποδῷ, ἐνέχεται καὶ ἀπαιτεῖται· καὶ ὅτι ἀποδεχόμενος ὁ νόμος τὸν ποιοῦντα ἐκστάσιον ὡς γνώμῃ ἀγαθῇ ἀφιστάμενον τῆς οἰκείας περιουσίας τοῖς δανεισταῖς, διὰ τοῦτο ἐφιλοτιμήσατο αὐτῷ τὸ μὴ διαφόρως καθέλκεσθαι ὑπὸ τῶν δανειστῶν, ἀλλά τι τούτων παρακερδαίνειν. ὁ δὲ ἀνὴρ μέχρι μὲν εὐπορίας καταδικάζεται τῇ γυναικί· οὐ γὰρ ἀφίεται πένεσθαι ὁ ποτε χρηματίσας κύριος τῆς γυναικός. οὐκ ἀφίεται δὲ τοῦ χρέους, εὐπορῶν τυχὸν ὕστερον, ἕως ἂν τὴν προῖκα πᾶσαν καταβάλῃ μέχρις εὐπορίας καταδικαζόμενος. ἐπὶ δὲ τοῖς ἐξωπροίκοις εἰς τὰ πᾶν καταδικάζεται. [οὕτως] ἡρμήνευσεν ὁ σοφώτατος τὴν διαφορὰν τοῦ μέχρις εὐπορίας καταδικαζομένου καὶ εἰς ὁλόκληρον.
14
pr.Ὅτι διδομένου πρὸς τὸν δανειστὴν μέρους οἰκίας παρὰ τοῦ χρεώστου, ἔκρινεν ὁ δικάζων, ὅτι πρὸς ἀναλογίαν τοῦ χρέους τὰ κρείττονα καὶ εὐχρηστότερα τῶν οἰκημάτων ὁ δανειστὴς ἕξει, συνεπομένης καὶ διαιρέσεως ἀστενοχωρήτου, τὰ δὲ περισσεύοντα τῷ χρεώστῃ καταλειφθήσεται· καὶ γὰρ οὐκ ἂν εἴη δίκαιον δόντα μὲν χρυσίον, χρυσίον δὲ λαβεῖν μὴ δυνάμενον, μὴ τὰ γοῦν καλλίονα τῶν τοῦ χρεώστου πραγμάτων λαβεῖν.
15
pr.Ὅτι ἡ περὶ τοῦ δανείου ἀγωγὴ, εἰ μὲν προσωπικῶς χρηματισθῇ τὴν ἀρχὴν, τῇ παραγραφῇ λ΄ ἐνιαυτῶν σβέννυται, εἰ δ᾽ ὑποθηκαρίως, εἰς μ ' ἐκτείνεται. οὕτω δὲ τῶν ἀγωγῶν καὶ τῶν χρεῶν τυπουμένων, ὁ μὴ ἐῶν τῇ σιωπῇ κρατύνεσθαι τὴν παραγραφὴν, πεφαρτισμένως ποιεῖ καὶ διακόπτει τὸν χρόνον. φησὶ γὰρ ὁ νόμος· „ἡ διάταξις κελεύει, ἵνα ὁσάκις μὴ δύνηταί τις ἐνάγειν ἢ διὰ τὴν ἀποστασίαν τῶν νεμομένων ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὴν μανίαν ἢ διὰ τὴν δυναστείαν, προσέλθῃ τῷ ἄρχοντι καὶ τὰ ἑξῆς.
16
pr.Ὅτι ὁ υἱὸς οὐχ ὑπόκειται τοῖς δανεισταῖς τοῦ πατρὸς μὴ λαβὼν κληρονομίαν.
17
pr.Φησὶ βι. κέ τί. ή κεφ. θ'τ· „Ἐὰν τὸ κατὰ συναίνεσιν τοῦ δανειστοῦ πραθὲν ἔλθῃ πάλιν εἰς τὸν χρεώστην, παραγραφόμενον τὸν χρεώστην ἀντιπαραγράφεται, ἕως οὗ πληρωθῇ. εἰ δὲ κατὰ γνώμην ἀγοράσω τοῦ δανειστοῦ ἢ παρ᾽ ἑτέρου ἐξ αὐτοῦ ὠνησαμένου, καὶ γένωμαι τοῦ χρεώστου κληρονόμος, οὐκ ἐκδικεῖται παρ᾿ ἐμοῦ, εἰ μὴ δόλον ἐποίει ὁ χρεώστης εἰς τὸ μὴ καταβαλεῖν τῷ δανειστῇ. εἰ δὲ κἀγὼ τὸ ἀγορασθὲν ἐνεχυράσω ἑτέρῳ, καὶ ἐκδικεῖ αὐτὸ ὁ συναινέσας τῇ πράσει, ἐκβάλλεται τῇ παραγραφῇ, ἐν ᾧ τὸ ἱκανὸν οὐ γέγονε τῷ λαβόντι παρ᾿ ἐμοῦ. ἀσφαλὲς γοῦν ἐστιν, ὁσάκις συναινεῖ τῇ πράσει ὁ δανειστὴς, λαμβάνειν· αὐτὸν ἀσφάλειαν παρὰ τοῦ ἀγοραστοῦ, ὡς ἐκ τοῦ τιμήματος δίδωσιν αὐτῷ τὸ χρέος.
18
pr.Καὶ βι. κβ ' τί. ά κεφ. κγ ' 9· „Ἐὰν χιωθῇ τὸ γραμματεῖον, ὁ χρεώστης ἠλευθέρωται κατὰ πρόληψιν, εἰ μὴ δείξει ὁ δανειστὴς ἔτι κεχρεωστῆσθαι.
19
pr.„Ἐὰν κεχρεωστημένος παρὰ σοῦ φιδεϊκόμισσον, καὶ διαφόρως ἀντιχρεωστήσας σοι καταβάλλω μὴ ἀντιλογισάμενος, κατὰ χάριν δοκῶ αὐτὸ συγχωρεῖν.
20
pr.Καὶ βι. ιθ ' τί. ί κεφ. λβ'· „Ἐὰν διὰ τὸ μόνον περιγράψαι τοὺς δανειστάς μου ἀνατρέψω τὴν πρᾶσιν, ἐνέχεται αὐτοῖς ὁ΄ πράτης.
21
pr.Καὶ βι. β ' τί. δ΄ κεφ. θ '. Αφήλιξ δανείσας ὑπεξουσίῳ βοηθεῖται.
22
pr.Ὅτι ἐδάνεισέ τίς τινι, καὶ συνεφώνησε καὶ τόκον, λαβὼν εἰς ὑποθήκην πράγματα. εἶτα τελευτῶν ἔγραψεν ἐν τῇ διαθήκῃ, ὅτι εἰ μὲν ὁ χρεώστης εὐσυνθετήσει τῇ ἀποδόσει καὶ ἀφιλόνεικῶς δώσει τὸ κεφάλαιον, ἵνα παρακερδήσῃ τοὺς τόκους· εἰ δὲ μὴ, ἵνα εὐθύνεται εἰς πάντα. οὐκ ἀπέδωκε τὸ δάνειον ὁ χρεώστης. ἐκινήθη ἡ δίκη, καὶ ἔκρινεν ὁ μάγιστρος· δυοῖν θάτερον πρὸς ἀνάγκης εἶχεν ὁ ὀφειλέτης δρᾶν, ἢ πάσης δίκης χωρὶς τὸ δάνειον καταβαλεῖν καὶ τοῦ τόκου τὴν ἐλευθερίαν σχεῖν, ἢ τοῦ ὑποτεθέντος κτήματος ἐκστῆναι τῷ τοῦ δανειστοῦ κληρονόμῳ, λογιζομένῳ μὲν ἀντὶ τοῦ χρέους τοῦτο, ἔχοντι δὲ ἀγωγὴν καὶ τοὺς τόκους ζητεῖν. ἀλλὰ καὶ τοιαύτης ἀποφάσεως διὰ τὸ φιλάγαθον ἐκφωνηθείσης. ὃ γὰρ ὀφείλεται ἤδη ἔφθασε τῇ ἐξ ὑπερθέσεως καταδίκῃ ἑαλωκὸς διὰ τὸ ὑπερημερίαν ἑλέσθαι, ὅμως καὶ τούτου τελευτήσαντος ὁ κληρονόμος αὐτοῦ κατέχων τὴν ὑποθήκην δίκας ἑτέρας ἐκίνει καὶ πρὸς τὴν καταβολὴν ἐξυπτίαζεν· διὸ καὶ δεδικαίωται ὁ δανειστὴς λαβεῖν τὸ τῆς ὑποθήκης μέρος ἀντὶ τοῦ τυπωθέντος μέρους, δεδικαίωται δὲ καὶ τῶν ἐκμετρηθέντων ἐνιαυτῶν τόκους ἐπιζητεῖν τοὺς ἀπὸ τρίτης ἑκατοστῆς· πρωτοσπαθάριος γὰρ ἦν.
23
pr.Ὅτι ἐπίτροπός τινος λαβὼν παρά τινος χρέος τοῦ ἐπιτροπευομένου, ἔγραφεν ἀπόδειξιν, ὡς ἀπέλαβεν ὁ διαθέμενος τόδε· ὅπερ οὐκ ἦν ἀληθὲς, ἀλλ᾽ ἐκ λόγων ἑτέρων ἔγραψεν ὁ ἐπίτροπος. εἶτα ὁ δοὺς τὸ χρυσίον πάλιν ἀνελάβετο τοῦτο ἀπὸ τοῦ ἐπιτρόπου, καὶ ἐκίνει ὁ πρωτοσπαθάριος λέων ὁ ἐπίτροπος, ὅτι [δ] διαθέμενος οὐκ ἀπέλαβεν, ὅπερ ὡμολόγησε λαβεῖν αὐτόν. ἐπεὶ οὖν οὐ περὶ οἰκείου ἔργου ὡμολόγησεν ὁ ἐπίτροπος, ἀλλὰ περὶ πράγματος ὑπὸ τοῦ διαθεμένου γεγονέναι, ἡ δὲ ἀπόδειξις τοῦ ἐπιτρόπου τέλος οὐκ ἔσχε τῶν πραγμάτων πάλιν ἀναληφθέντων, ὁ τοῦ ἀχρεωστήτου λόγος οὐ κέκλεισται.
24
pr.Ὅτι καὶ τοῖς διὰ πραγμάτων ἄγνοιαν σφαλεῖσι συγγινώσκοντες βοηθοῦσιν οἱ νομοθέται, ἀλλ᾽ ἀναγκασθήσονται οἱ τὴν ἀσφάλειαν ἀπαιτήσαντες ἢ δεῖξαι τὴν δόσιν ἢ τὴν ζημίαν θεραπεῦσαι τῷ μέρει τοῦ ἀπελθόντος.
25
pr.Ὅτι ἐδανείσαντο οἱ μοναχοὶ τοῦ πελεκάνου παρά τινος, καὶ δεδώκασιν ἐνέχυρα· ὑπέγραψε δὲ ἐν τῷ δανείῳ καὶ ὁ τὴν κυριότητα ἔχων τῆς μονῆς. εἶτα τελευτήσαντος ἐκείνου ἐκίνησαν οἱ δανεισταὶ περὶ τοῦ χρέους· οἱ δὲ μοναχοὶ ἀντέλεγον, τὸν κατὰ δωρεὰν ἔχοντα τὴν μονὴν δεῖ εὐθύνεσθαι, καὶ ὁ ἐπίτροπος ἐκείνου ἀντέθεικεν, ὅτι ἠλευθερώθη οὗτος παρὰ τοῦ βασιλέως εὐθύνεσθαι ὑπὲρ τῆς μονῆς διὰ τὸ μηδὲν ἐκεῖθεν συναγαγεῖν. καὶ ἔκρινεν ὁ μάγιστρος, τοὺς δανειστὰς ἀπολαβεῖν τὸ χρέος ἀπὸ τῆς μονῆς, καὶ δέδωκε τετράμηνον ὅρον εἰς καταβολὴν, τούτου δὲ παρωχηκότος καὶ ἑτέρου τετραμήνου ὅρον προσέθηκε, καὶ τότε ἀπεφήνατο τὸ ἱκανὸν τοῦ χρυσίου γενέσθαι τοῖς δανεισταῖς ἐκ τοῦ ἐνεχύρου, τιμωμένου δικαίως· καὶ λείποντος ἀναπληροῦσθαι τούτους τὸ λεῖπον. ἔγραψε γὰρ οὕτως· ἔνθεν καὶ δεδικαίωται τὸ ἱκανὸν εὑρεῖν ἀπὸ τοῦ ἐνεχύρου, εἴπερ ἐξαρκείη, τιμωμένου δηλαδὴ δικαίως, καὶ ἢ παραδιδομένου ἢ καὶ διαπωλουμένου, ὁπότερον ἂν εἴη δίκαιον· ἢ καὶ δι᾽ ἑτέρας ὑποστάσεως τῆς μονῆς, εἰ ἄρα· καὶ ἐνδεῶς ἔχον φανείη τὸ ἐνέχυρον. τοῖς δὲ μοναχοῖς οὐκ ἀποκέκλεισται κινεῖν κατὰ τοῦ ἔχοντος τὴν κυριότητα τῆς μονῆς, εἴγε μὴ ἀποδείξῃ τὸ μέρος ἐκείνου, ὡς ἠλευθέρωται παρὰ τῆς βασιλικῆς θειότητος. τὸ γὰρ ὑπὸ τῆς βασιλικῆς κρινόμενον ἐξουσίας τῆς ἔξωθεν οὐκ ἄν ποτε δεηθείη διατυπώσεως.
26
pr.Ὅτι δανείσας τίς τινι καὶ ἐγγυητὴν τὸν αὐτοῦ [θεῖον] προσελάβετο. εἶτα ὁ δανεισάμενος λαμβάνει γυναῖκα, καὶ ἀπαιτεῖ τὸ χρυσίον ὁ δανειστὴς ἀπὸ τοῦ ἐγγυητοῦ, καὶ πάλιν ὁ ἐγγυητὴς ἀπαιτεῖ τοῦτο ἀπὸ τοῦ χρεώστου συνεστῶτος τοῦ γάμου, καὶ γίνεται ἄγραφος ἀπόδειξις, ὁμολογοῦντος τοῦ ἐγγυητοῦ, ὅτι ἐκρατήθη αὐτὸς παρὰ τοῦ δανειστοῦ καὶ εἰσεπράχθη τὸ χρέος καὶ νῦν ἀπολαμβάνει τοῦτο. τελευτᾷ ὁ χρεώστης. ἀνίσταται ἄπορος γυνὴ ἐπιζητοῦσα τὴν προῖκα· ἕλκει τὸν δανειστὴν ὡς ἀπολαβόντα τὸ χρέος· προκομίζεται ἡ ἀπόδειξις τοῦ θείου, καὶ καταδικάζεται ἐκ ταύτης ἡ γυνή. καὶ ἐσημειώσατο ὁ μάγιστρος οὕτως· εἰ μὲν ὁ χρεώστης ἐξέτισε τὸ χρέος τῷ δανειστῇ, ἦν ἂν ἐνδύναμος παραγραφὴ τῇ γυναικὶ περιγραφείσῃ. ὁ γὰρ δανειστὴς, ὑπόπτως ἔχων πρὸς τὴν τοῦ χρεώστου περιουσίαν, ἐγγυητὴν προσέλαβε, ὥστε εἰ μὲν τὸν ἐγγυητὴν᾽ εἰσεπράξατο, ὃς, κἂν ἀπόρως εἶχεν ὁ χρεώστης, εὐθύνεσθαι ὤφειλεν. εἰ δὲ ὁ χρεωστῶν πρὸς περιγραφὴν ὕστερον τῆς αὐτοῦ γυναικὸς, θεραπεύειν ἐθέλων τὸν ἐγγυητὴν, χρυσίον αὐτῷ παρέσχεν, κατ᾿ οὐδὲν προκριματίζει τοῦτο τὸν δανειστήν.
27
pr.Ὅτι ἐπιλογὴ δίδοται τῷ δανειστῇ ἐπὶ τῷ λαβεῖν ὃ βούλεται τῶν τοῦ χρεώστου μὴ χρυσίον ἀπολαμβάνοντι. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος· ἐδικαιώθη ὁ δανειστὴς ἀπολαβεῖν τὸ χρυσίον διὰ κινητῆς ἀγωγῆς, ὁποῖαν αὐτὸς ἐπιλέξεται ἐκ τῶν ἐν τῷ θέματι τῶν θρακησίων· ἐπεὶ γὰρ ἠξίου ἐκ τῶν ἐν τῷ ῥαιδεστῷ διακειμένων ἱκανωθῆναι, ὁ δὲ χρεώστης τοῦτο ἔχειν μᾶλλον εἵλετο, οὐκέτι δευτέρα ἐπιλογὴ κατὰ τῶν θρακησίων τῶν ἅπαξ ἐπιλεγομένων δοθήσεται, ἀλλ᾽ ὁ δανειστὴς τὴν ἐπιλογὴν ἕξει. καί φησι βι. [κς τί. β΄ κεφ. α΄]· „ἐπὶ μὲν τῆς εὐδαίμονος ταύτης πόλεως οἱ ἐνδοξότατοι τῆς ἡμετέρας πόλεως ἄρχοντες κατὰ τὴν ἑκάστῳ τεταγμένην παρὰ τοῦ νόμου ἡμῶν δικαιοδοσίαν, ἐν δὲ ταῖς ἐπαρχίαις οἱ τῶν ἐθνῶν ἡγεμόνες παρασκευαζέτωσαν ἀκριβοῦς διατιμήσεως γενομένης τοῦ πράγματος τοῦ χρεωστήσαντος δίδοσθαι πρὸς ἀναλογίαν τοῦ χρέους κτῆσιν ἀκίνητον τοῖς δανεισταῖς καὶ τὰ ἑξῆς.
28
pr.Καὶ βι. [κδ΄ τί. ζ ' κεφ. ζ΄]· „Ταῖς κληρονομαίαις περὶ χρεῶν ἀγωγαῖς οἱ κληρονόμοι κατέχονται, οὐχὶ οἱ λεγατάριοι.
29
pr.Ὅτι ἀδιάθετός τις τελευτήσας ἐπὶ πολλοῖς δανεισταῖς ἔλιπεν οἰκίαν· ὁ δὲ κληρονόμος ἐκείνου ἐλπίζων ἔχειν τὸν οἶκον, κατέβαλε χρέα. εἶτα ἀπεφάνθη δίκη καὶ ἐξεκινήθη ὁ οἶκος, καὶ ἐσημειώσατο ὁ μάγιστρος, ἵνα ἅπερ δέδωκε χρέα ὁ κληρονόμος ἀναλάβηται· γράψας οὕτως· πολλοῖς ζημιώμασι περιγραφεὶς ἐπεὶ τοῦ οἴκου δικαστικαῖς ἀποφάσεσιν ἀπεστερήθη, εἰκότως καὶ ἃ τούτου ἕνεκεν ἐζημιώθη, δίκαιον ἔσχεν ἀναλαβεῖν, ὡς ἐπὶ ἀχρεωστήτου παρασχεθέντος νενόμισται· οὐ γὰρ ᾔδει καταβαλὼν ἀχρεώστητόν πως, ὅσγε οὐδὲ τὰς μελλούσας κινηθῆναι ἀγωγὰς ἠπίστατο· ὡς οὖν ἐν ἀγνοίᾳ τὸ μὴ χρεωστούμενον καταβαλὼν τόν τε ἰνδέβιτον κονδικτίκιον ἁρμοζόντως ἐκίνησε, καὶ δεδικαίωται ἀπολαβεῖν ἃ κατέβαλεν.