IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.25

Περὶ γυναικῶν ἰδικῶς.

Abrir no leitor do IusCommune →

1

pr.Λαμβάνουσά τι γυνὴ καὶ ἐγγυωμένη, ἐνέχεται εἰς ὃ λαμβάνει.

2

pr.Ὅτι ἰδοῦσας ὑποψίαν γυνὴ φιλεῖσθαί τινι, οὐ δύναται καταλιμπάνειν αὐτῷ λεγάτον ἢ κληρονομίαν.

3

pr.Ὅτι ἐὰν ἀποδράσῃ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς, καὶ ἀπέλθῃ πρός τινα τῶν συγγενῶν, εἶτα πολλοῦ παρελθόντος χρόνου ἐν τῷ μεταξὺ ἔλθῃ ὁ ἀνὴρ εἰς δικαστήριον κατὰ τοῦ συγγενοῦς τοῦ ὑποδεξαμένου καὶ κατὰ τῆς γυναικὸς, λέγων ὡς πλεῖστον χρόνον ἔχει ἡ σύμβιός μου ἐξ οὗ ἀπέδρα φυσικῶς, ὁ πατρίκιος ἔλεγε, μὴ πολὺν εἶναι τὸν χρόνον τῆς φυγῆς, ἀλλὰ κατὰ τὴν σήμερον δοκεῖ πεφευγέναι ἡ γυνή, καθ᾽ ἣν ὁ ἀνὴρ κινεῖ· ἐπεὶ ἐχρῆν αὐτὸν πρωτοσπαθαρίων προσελθεῖν δικαστηρίῳ καὶ κινεῖν περὶ τῆς γυναικὸς, οὐδὲν πρόκριμα ὑφίστασθαι τὴν γυναῖκα ἢ τὸν ὑποδεξάμενον ἕνεκεν τοῦ χρόνου τοῦ ἐν μέσῳ ἔλεγεν ὁ μάγιστρος.

4

pr.Ὅτι τῇ ἀποτασσομένῃ γυναικὶ τῷ γάμῳ τοῦ ἀνδρὸς ἓξ μῆνες δίδονται παρὰ τῶν δικαστῶν, ὥστε μήπω ἀποκειραμένην ἐνδιατρίβειν μοναστηρίῳ, τὸν δὲ ἄνδρα προσέρχεσθαι πρὸς αὐτὴν καὶ κολακεύειν τοῖς λόγοις καὶ παρατίθεσθαι αὐτῇ τράπεζαν καὶ πάντα τρόπον ποιεῖν, ὥστε τὸν πάλαι πόθον ἀνάψαι, χωρὶς μέντοι βίας καὶ χειρῶν ἐπιβολῆς, μήτινος ἔχοντος ἐξουσίαν τῶν τῆς γυναικὸς κωλύειν τὸν ἄνδρα εἰσέρχεσθαι πρὸς τὴν γυναῖκα αὐτοῦ. μόνην μέντοι, ὅτε συλλαλεῖ ὁ ἀνὴρ τῇ γυναικὶ, τὴν παραφυλάσσουσαν ἔξωθεν τῆς οἰκίας, ἐν ᾗ εἰσὶν ὁ. ἀνὴρ καὶ ἡ γυνή, καθέζεσθαι καὶ σκοπεῖν, καὶ εἰ μὲν παραδέχεται τοὺς λόγους τοῦ ἀνδρὸς ἡ γυνὴ καὶ φιλικῶς αὐτῷ προσέρχεται, μὴ ἐνοχλεῖν ἀλλ᾽ ἐᾶν, ὃ αἱροῦνται πράττειν· εἰ δὲ βίᾳ μᾶλλον ἢ πειθοῖ πειρᾶται τῆς γυναικὸς ὁ ἀνὴρ, τότε εἰσέρχε σθαι καὶ κωλύειν αὐτόν. ἓξ οὖν μῆνας δεῖ προσκαρτερεῖν τῷ μοναστηρίῳ τὴν γυναῖκα, καὶ εἰ μὲν τούτων ἐντὸς ἀσπάσηται τὸν γάμον καὶ συνέλθῃ τῷ ἀνδρὶ, ἐφεῖται αὐτῇ πράττειν τὰ ἀπ᾿ ἀρχῆς καὶ συμβιοῦν τῷ ἀνδρί· εἰ δὲ ἀτελῆ τὴν ἔνστασιν καὶ ἀκλινῆ πρὸς τὸν ἄνδρα ἐνδείξεται, τότε μετὰ τὸν ἑξαμηνιαῖον καιρὸν λαμβάνουσα τὴν προῖκα τὸν μονήρη ὑπέρχεται βίον.

5

pr.Ὅτι᾽ ἐὰν [ἐν] συνεστῶτι τῷ γάμῳ δανείσηται ὁ ἀνὴρ παρά τινος ἐπὶ τῷ ἀγοράσαι οἰκήματα, καὶ γράψῃ τοῦτο καὶ ἐν τῇ ὠνῇ καὶ ἐν τῷ ὁμολόγῳ, ἐπιζητεῖ δὲ μετὰ τὴν λύσιν τοῦ γάμου ἡ γυνὴ τὴν προῖκα, νικᾷ τὸν δανειστὴν καὶ ἀναλαμβάνει τὰ οἰκήματα. εἰ γὰρ καὶ περιέχεται τῷ ὠνεακῷ ὅτι ἐκ τῶν τοῦ δεῖνος νομισμάτων ἠγοράσθη τὰ οἰκήματα, ἀλλ᾽ ὅ γε νόμος τοῦτο οὐ προσίεται διὰ τὰς· κακουργίας τῶν ἀνδρῶν καὶ τὸ προνόμιον τῶν γυναικῶν. ἐὰν δὲ συνεστῶτος τοῦ γάμου βουλόμενος ὁ ἀνὴρ ὠνήσασθαί τι προσέλθῃ τινὶ περὶ δανείου, ὁ δὲ φοβούμενος τὴν προῖκα, τὰ μὲν νομίσματα [μὴ] παράσχῃ τῷ ἀνδρὶ, τῆς δὲ πράσεως γινομένης δασῃ μὲν αὐτὸς τὰ νομίσματα ἐπὶ μάρτυσιν, εἰς πρόσωπον δὲ τοῦ ἀνδρὸς ταῦτα γενέσθαι παρασκευάσῃ, τότε ἡττᾶται ἡ προῖξ ἐπὶ τοῖς οἰκήμασι. οὐ γὰρ ὁ ἀνὴρ ἔλαβε τὰ νομίσματα καὶ ἐνέμιξε ταῦτα τῇ λοιπῇ αὐτοῦ καὶ τῆς γυναικὸς ὑπάρξει, ἀλλ᾽ ὡσανεὶ αὐτὸς ὁ δανειστὴς ἠγόρασε τὰ οἰκήματα, δοὺς αὐτὸς τὸ χρυσίον, κἂν εἰς πρόσωπον καὶ ὄνομα τοῦ ἀνδρὸς ἡ πρᾶσις ἐγένετο.

6

pr.Ὅτι ὅτε γένηται διαζύγιον, καὶ κουρευθῇ ἡ γυνὴ, καὶ προσκυρωθῇ ἡ προῖξ, ἐστὶ δὲ ἔγκυος ἢ καὶ ὑπονοεῖται, εἰ μὲν προσκυρωθῇ παρὰ τοῦ ἄρχοντος τῷ κυοφορουμένῳ φαλκίδιος, τότε μόνη ἡ μήτηρ κληρονομεῖ τὸν παῖδα τελευτήσαντα· εἰ δὲ ἀπαιτηθῇ καὶ μείωσις τῆς προικὸς ἕνεκα τοῦ παιδὸς, τότε τοῦ ὀφφικίου ἐστὶ τοῦ δικαστοῦ, εἴτε τῷ πατρὶ καὶ τῇ μητρὶ ἀφορίσαι τὸν φαλκίδιον, εἴτε τῇ μητρὶ μόνῃ· καταλεῖψαι τὸν φαλκίδιον. ἐκ παντὸς δὲ ἀπαιτεῖ παρ᾽ αὐτῆς, ἣν ἔλαβε παρὰ τοῦ ἀνδρὸς ὑπὲρ τοῦ παιδὸς μείωσιν. τοῦτο οὖν ἐδίκασεν ὁ πατρίκιος· καὶ ζήτει περὶ τοῦ τόκου τῆς μειώσεως, εἰ ἀπαιτεῖται.

7

pr.Ὅτι μετὰ τὸ συστῆναι μνηστείαν οὐ δύνανται οἱ τῆς κόρης γεννήτορες ἀναγκάζειν τὸν μνηστῆρα παρέχειν ἐγγυητὴν καὶ λαμβάνειν τὴν προῖκα, δαπανηρὸν πολλάκις ὄντα, ἢ μὴ διδόντος διαλύειν τὴν μνηστείαν· ἀλλ᾽ ἐκ παντὸς τελεῖται μὲν ὁ γάμος, παρέχεται δὲ καὶ ἡ προῖξ, καὶ ἐν συνεστῶτι τῷ γάμῳ εἰ βλέπει ἡ γυνὴ δαπανωμένην τὴν προῖκα, τότε δύναται κινεῖν.

8

pr.Ὅτι δίκη ἐκινήθη παρὰ τῷ ἐξάκτορι τοιαύτη· καμπανάριος ἐναγόμενος ἐπίτροπος τοῦ γαλατᾶ ποιῆσαι τὸ ἱκανὸν τῇ γυναικὶ τοῦ ἀνεψιοῦ τοῦ δρουγγαρίου, ὡς χρεωστουμένῃ προῖκα, πρῶτον μὲν ἔλεγε μὴ εἶναι εὐπορίαν, εἶτα καὶ δικαίοις ἐχρῆτο καὶ χρεωστεῖσθαι ἔλεγε, καὶ ἐπεδείκνυε τὸ γαμικὸν σύμφωνον τῆς τελευτησάσης ἀδελφῆς αὐτοῦ, προγενέστερον ὂν τοῖς συμφώνοις τῆς ἐναγούσης, ἐν ᾧ ἐγγέγραπτο, ὅτι εἰ συμβῇ τελευτῆσαι ἄτεκνον ταύτην, ἵνα διατίθεται εἰς τόσας λίτρας τῆς προικὸς αὐτῆς, αἱ δὲ τόσαι λίτραι περιέρχονται [εἰς] τὴν μητέρα καὶ τοὺς ἐξ ἀδιαθέτου κληρονόμους αὐτοῦ· καὶ τούτων ἀντιπεριείχετο ὁ καμπανάριος. ὁ οὖν ἐξάκτωρ ἔλεγε, δεῖν προτιμηθῆναι τὸ μεταγενέστερον ὄν. ἀλλ᾽ οὖν ὑπὸ αἵρεσιν ὂν τήν· ἐὰν συμβῇ προτελευτῆσαι ἄτεκνον καὶ τελευτῶσιν ἵνα χωρῶσιν εἰς τοὺς ἐξ ἀδιαθέτου κληρονόμους, καὶ μήπω προχωρῆσαν, μὴ τοσοῦτον ἔχειν τὸ ἰσχυρόν· τὸ δὲ τελευταῖον σύμφωνον καὶ ζώσης ἔτι τῆς γυναικὸς καὶ μὴ κληρονόμων ἀγωνιζομένων ἀλλ᾽ αὐτῆς ὑπεσχέθησαν χρῆναι τὸ κῦρος ἔχειν μᾶλλον αὐτό.

9

pr.Ὅτι ἐὰν γυνὴ γένηται αὐτεξουσία παρὰ τοῦ νόμου ἔτι συνεστῶτος τοῦ γάμου εἰς ἀπορίαν ἐλάσαντος τοῦ ἀνδρὸς καὶ παραδοθῇ αὐτῇ ἡ προῖξ, δύναται ἐκποιεῖν τὰ ἀκίνητα τῆς προικὸς καὶ οὐ δύναται. καὶ πρὸς μὲν τὸν ἄνδρα οὐ δύναται ἐκποιεῖν, ἐπεὶ ὁ ἀνὴρ κινεῖ κατὰ τοῦ ἀγοραστοῦ ὡς ἐπισφαλῶς ὠνησαμένου, διότι ὀφείλει ὁ ἀνὴρ ἐκ τῆς προσόδου τῶν ἀκινήτων τρέφεσθαι· ἔχει οὖν ἐξουσίαν κινεῖν ὁ ἀνὴρ κατὰ τοῦ ἀγοραστοῦ, μετὰ μέντοι τὴν ἀποβίωσιν αὐτοῦ οὐκ ἀνατρέπεται ἡ πρᾶσις παρὰ τῆς γυναικός. πρὸς δὲ αὑτὴν καλῶς ἐκποιεῖται ἡ γυνὴ τὰ ἀκίνητα. οἷον γυνή τις παρέλαβε προῖκα ἐπὶ τῷ διατρέφειν αὑτὴν καὶ δύο παῖδας καὶ τὸν ἄνδρα. εἶχεν οὖν οἶκον πρόσοδον ἔχοντα νομίσματα μ, εἶτα ἐξεποιήσατο τὸν οἶκον, καὶ κινεῖ ὁ ἀνὴρ κατὰ τοῦ ἀγοραστοῦ. τὴν μὲν οὖν πρᾶσιν ἅπασαν οὐ δύναται ἀκυροῦν, ἀναγκάζεται δὲ ὁ ἀγοραστὴς τὸ τέταρτον τῆς προσόδου τοῦ οἴκου καταβάλλειν τῷ ἀνδρὶ μέ-. χρις ἂν περιῇ, καὶ τότε ἕξει τὸν οἶκον ἀναφαίρετον.

10

pr.Ὅτι ἐὰν γυνὴ ἄπροικος ἅμα τῷ ἀνδρὶ αὐτῆς ὑπόσχηται προῖκα υἱῷ ἢ θυγατρὶ καὶ παράσχῃ, εἶτα τελευτῶντος τοῦ ἀνδρὸς ἐν ἀπορίᾳ μηδὲν κερδανεῖ ἡ γυνὴ ἐξ αὐτοῦ, δύναται κινεῖν κατὰ τοῦ υἱοῦ αὐτοῦ ἢ θυγατρὸς εἰς τὸ λαβεῖν καὶ αὐτὴ μοῖραν παιδός: ἡ γὰρ γυνὴ ἄπροικος οὖσα, ἐὰν τελευτήσῃ ὁ ἀνὴρ ταύτης ἐν ἀπορίᾳ, καταλείψας παῖδας, τοσοῦτον λαμβάνει ἐκ τῆς ἀνδρῴας περιουσίας, ὅσον εἷς τῶν παίδων ἔλαβεν.

11

pr.Ὅτι οὐκ ἀναγκάζεται ὁ ἀνὴρ τελευτώσης τῆς γυναικὸς ποιεῖν ἀπογραφήν. ἔχει γὰρ ἐκ τῶν συμφώνων ὡρισμένην. τὴν ποσότητα τῆς προικὸς, καὶ ἐκ παντὸς ὑπόκειται εἰς ἀπόδοσιν ταύτης.

12

pr.Ὅτι ἐὰν προικίσῃ μήτηρ παῖδα, δοῦσα αὐτῷ προῖκα ὑπὲρ πατρώας καὶ μητρώας κληρονομίας, ἐγχειρίσῃ δὲ τὴν προῖκα τῷ πενθερῷ, ὁ δὲ πενθερὸς κατασπασθήσῃ ταύτην, οὐκ ἐνάγεται παρὰ τοῦ υἱοῦ ἡ μήτηρ᾽ ὑπὲρ ὅλης τῆς προικὸς, ἀλλ᾽ ὑπὲρ μόνων τῶν ἐκ τοῦ ὑποβόλου αὐτῆς ἁρμοζόντων τῷ υἱῷ. περὶ τοῦτο γὰρ τὸ μέρος χρὴ τὰς μητέρας πρόνοιαν ποιεῖσθαι· ἐπεὶ οὐκ ἀναγκάζονται οἱ ἤδη δεδωκότες γονεῖς προῖκα δὶς ταύτην καταβαλεῖν.

13

pr.Ὅτι μετὰ τελευτὴν τῆς μητρὸς τὸ ἐκ τοῦ ὑποβόλου ἐπιλαγχάνον τοῖς παισὶ δίδοται· ἕως δὲ περιῇ ἡ μήτηρ, τὴν χρῆσιν τούτου ἔχει.

14

pr.Ὅτι ἐὰν δύο παῖδες τυχὸν προικισθῶσι παρὰ γονέων, καὶ ὁ εἷς καταλειφθῇ ἄπροικος, οὐ πρὸς ὁλότητα, ὧν ἔλαβον οἱ λοιποὶ ἀδελφοὶ, λαμβάνει, ἀλλὰ μόνον τὸν φαλκίδιον ἐκ τοῦ ἐσχάτου συμφώνου ἀναπληροῦται.

15

pr.Ὅτι ἡ γυνὴ οὐ μόνον ἃ εἶχεν ὁ ἀνὴρ πρὸ τοῦ γάμου ὑποκείμενα ἔχει, ἀλλὰ καὶ εἴ τι μετὰ σύστασιν τοῦ γάμου ἐκέρδανε, τυχὸν ἀπὸ κληρονομίας ἢ ἀπὸ λεγάτου· μὴ ἀναγκαζούσης αὐτῆς τὸν ἄνδρα μὴ βουλόμενον ὑπελθεῖν κληρονομίᾳ ἢ ἄλλῳ τινὶ κέρδει. οὐ γὰρ δίδωσιν αὐτῇ ὁ νόμος ἄδειαν, ἐφ᾽ οἷς οὐ βούλεται ὁ ἀνὴρ κερδαίνειν, ἔνοχον τοῦτον ποιεῖν.

16

pr.Ὅτι τὴν ἐντὸς τοῦ πενθίμου χρόνου γαμηθεῖσαν ἔγκλημα ἁμαρτάνειν ἔλεγεν ὁ μάγιστρος, καὶ ἁρμόζειν τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτῆς τοῖς παισὶν ἢ τῷ δημοσίῳ, καὶ δέκα χρόνους ἀρκεῖν πρὸς παραγραφὴν τοῦ δημοσίου καὶ τῶν παίδων εἰς τὸ κινῆσαι κατ᾿ αὐτῆς περὶ τοῦ ἐγκλήματος. ἐντὸς γὰρ τοῦ ὡρισμένου χρόνου δύναται κινεῖν ὁ δημόσιος εἴτε καὶ οἱ παῖδες, καὶ ἀναλαμβάνειν τὸ ἥμισυ τῆς ὑποστάσεως. καὶ οὐκ ἔξεστιν αὐτῇ πλεῖον τοῦ τρίτου μέρους τῆς οὐσίας αὐτῆς τῷ δευτέρῳ ἀνδρὶ διδόναι.

17

pr.Ὅτι συγκλητικοῦ γυνὴ τουτέστι πρωτοσπαθαρίου καὶ ἐπάνω οὐ δύναται τοῖς σπουρίοις αὐτῆς παισὶν οὔτε ζῶσα οὔτε μετὰ τελευτὴν δωρεῖσθαι ἢ ἐν διαθήκῃ συνεισάγειν αὐτοὺς μετὰ τῶν γνησίων αὐτῆς παίδων κληρονόμους. ἡ μέντοι εὐγενὴς καὶ ἐλευθέρα, ἐὰν ἔχῃ σπούριον υἱὸν, δύναται αὐτὸν κληρονόμον καταλιμπάνειν· ἐπεὶ καὶ κληρονομεῖ τούτου ἡ μήτηρ· εἰ μὴ ἄρα ἐξ ἀθεμιτογαμίας ἦν, τουτέστιν ἐκ κεκωλυμένων γάμων.

18

pr.Ὅτι ὅτε. ἐστὶν ἀόριστον ἐν τῇ προικὶ θεώρετρον, πρὸς τὴν ποσότητα τῆς προικὸς τοῦτο τυποῖ ὁ δικαστὴς, τουτέστιν ἑκάστῃ λίτρᾳ νομίσματα 5΄, καὶ τὸ ὑπόβολον ὁμοίως πρὸς τὸ πᾶν τῆς προικὸς συμφωνεῖται, τουτέστιν ἐπὶ ταῖς δυσὶ λίτραις λίτρα μία. ὅτε οὖν ὑποσχεθῇ τινι προῖξ ἀπὸ πατρώας καὶ μητρώας κληρονομίας τυχὸν λίτραι δ, καὶ ἐν τῷ μεταξὺ περιστάσεις τινὲς συμβᾶσαι, τυχὸν ἄλογοι δαπάναι τοῦ ἀνδρὸς ἢ δημόσιον ὄφλημα, πᾶσαν τὴν περιουσίαν τοῦ ἀνδρὸς ἀφέλωνται, καταλειφθῇ δὲ μόνον ἡ προτέρα προῖξ τῆς μητρὸς τῆς ὑποσχομένης ὑπὲρ τῆς θυγατρὸς, οὐκ᾿ ἀναγκάζεται ἡ μήτηρ διδόναι τὸ πᾶν ἤτοι τὰς δ λίτρας, ἀλλὰ μόνον τὸ ἥμισυ διδόναι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ὑποβόλου γίνεται. εἰ γὰρ ὑπεδέξαντο προῖκα γονεῖς ὑπὲρ ἄῤῥενος παιδὸς καὶ ὑπέσχοντο ὑπόβολον, συνέβη δὲ τοῦ πατρὸς ἡ ἀπορία, οὐκ ἀναγκάζεται ἡ μήτηρ τὸ πᾶν τοῦ ὑποβόλου παρέχειν, ἀλλὰ τὸ ἥμισυ. ὁμοίως καὶ ἐπὶ θεωρέτρου γίνεται.

19

pr.Ὅτι τὸ ὑπόβολον ἐπέκεινα τοῦ ἡμίσεως τῆς προικὸς οὐ δίδοται οὔτε συμφωνεῖται οὔτε ἀπαιτεῖται.

20

pr.Ὅτι ἐὰν ὑπόσχωμαι ὑπὲρ θυγατρὸς προῖκα, καὶ οὐ παραδώσω αὐτὴν τῷ ἀνδρὶ, καὶ τελευτήσῃ ὁ ἀνὴρ, οὐ λαμβάνει ἡ γυνὴ τῆς προικὸς ὑπόβολον· οὐδὲ γὰρ δέδωκέ τι. εἰ δὲ μέρος δέδωκα, μέρος λαμβάνει. εἰ δὲ τυχὸν ἐπεφώνησεν ὁ πενθερὸς τῷ γαμβρῷ λαβεῖν τὴν προῖκα, ὁ δὲ οὐκ ἔλαβε, καὶ ἐνέμετο ταύτην ὁ πενθερὸς, δίδωσι μὲν τὸ ὑπόβολον ὁ ἀνὴρ ὡς ἐπιφωνήσῃ, ἀπαιτεῖται δὲ ὁ ὑποσχόμενος τὴν προῖκα παρὰ τοῦ ἀνδρὸς τοὺς καρποὺς τῆς προικὸς ὡς νεμόμενος αὐτὴν, διότι ὁ ἐπιγινώσκων τὰ βάρη τῆς προικὸς καὶ τὰ κέρδη αὐτῆς ὀφείλει ἔχειν. εἰ δὲ πολλάκις ἐπεφωνήσατο μὲν ὁ πενθερὸς, ὁ δὲ ἀνὴρ παρέλαβε, καὶ οὗτος σφραγίσῃ τὴν προῖκα, ἀπαιτεῖται καὶ οὗτως τὸ ὑπόβολον ὁ ἀνήρ· ἀπαιτεῖ δὲ καὶ ὁ πενθερὸς τοὺς καρποὺς τῶν ἐν μέσῳ χρόνων, τουτέστι τοὺς μέχρι τῆς προφωνήσεως.

21

pr.Ὅτι μὴ ἀπογραφομένη γυνὴ ἐκπίπτει τῶν μὴ φαινομένων προικιμαίων εἰδῶν, ἤγουν ἀπαίτησιν τούτου οὐκ ἔχει, καὶ οὐκ ἐστὶ νόμος περὶ τούτου διαλαμβάνων, ἀλλ᾽ οὕτως ἐκράτησεν ἡ συνήθεια. εἰ μέντοι γυνὴ καταλειφθεῖσα ἐπίτροπος τοῦ ἀνδρὸς ἢ καὶ χειρίσασα καὶ κατασχοῦσα τὰ πράγματα τούτου μὴ ἀπογράψεται, ἀλλὰ τὰ μὲν τοῦ ἀνδρὸς κατασπαταλήσει, τὰ δὲ οἰκεῖα ἤτοι τὰ τῆς προικὸς συντηρήσει, καὶ ἀπαιτουμένη παρὰ τοῦ παιδὸς τὰ πατρῷα μηδὲν ἔχειν λέγει μηδέ τι κεκτῦσθαι τῶν ἀνδρῴων ἐνίσταται, ἆρα κινδυνεύσει ὁ παῖς καὶ ἀπολέσαι τὰ πατρώα, καὶ μόνον ἐπιτίμιον σχοίη ἡ γυνὴ τὴν ἔκπτωσιν τῶν μὴ φαινομένων αὐτῆς πραγμάτων, ὀλίγης ποσότητος τυχὸν ὄντων, τῶν ἀνδρῴων πολλοῦ τιμωμένων; ἢ ταύτην ἔλεγεν ὁ μάγιστρος μὴ μόνον μὴ ἔχειν ἀγωγὴν περὶ τῶν μὴ φαινομένων εἰδῶν τῶν προικιμαίων, ἀλλὰ καὶ τὸν ὅρκον τῷ υἱῷ προτιμᾶσθαι· τὸν γὰρ υἱὸν ἔφασκε χρῆναι ὀμνύειν, τί ἄρα ὁ πατὴρ ἐν τῇ τελευτῇ ἐκέκτητο, καὶ ταῦτα τὴν μητέρα ζημιοῦσθαι καὶ ἀπὸ τῆς ἰδίας προικός.

22

pr.Ὅτι ἡ ἄπροικος γυνὴ μόνον τὸ τέταρτον λαμβάνει τῆς ἀνδρῴας περιουσίας. ἠρώτησα ἐγώ· ἐὰν δὲ δανεισταὶ ὦσιν ὑφ᾽ [ὧν] ἀνάγκη πᾶσαν τὴν τοῦ ἀνδρὸς ἐξαντληθῆναι ὑπαρξιν, κινήσει ἡ γυνὴ καὶ λήψεται τὸ ἀπὸ νόμου δεδομένον αὐτῇ τέταρτον ἢ οὐχί; καὶ προσέθετο ὁ βέστης, ὅτι νικηθήσεται ἀπὸ τῶν δανειστῶν, καὶ οὐδὲν λάβῃ. τοῦ γὰρ ἀνδρὸς λαμβάνει τῆς ὑπάρξεως τὸ τέταρτον, οὐ μέντοι τὰ τῶν ξένων αὐτῇ κερδαίνει. ἐπεὶ καὶ παῖδες οὐδὲν λήψονται ἐκ τοῦ πατρὸς, εἰ κατάχρεος εὑρεθῇ. ἡ δὲ γυνὴ ὡς φαλκίδιον λαμβάνει τὸ τέτρατον, καὶ οὐδὲν λήψεται μὴ οὔσης ὑποστάσεως.

23

pr.Ὅτι ὁ μάγιστρος ἔλεγε τῆς ἐλεγχθείσης γυναικὸς μοιχαλίδος μὴ κερδαίνειν τὸν ἄνδρα τὴν προῖκα, ἀλλ᾽ εἰ μὲν παῖδας αὕτη ἔχει, τὸ δίμοιρον λαμβάνειν τούτους τῆς προικὸς, τὸ δὲ τρίτον τὸ μοναστήριον ἐν ᾧ ἐμβάλλεται· εἰ δὲ μὴ ἔχει παῖδας, τὸ μὲν δίμοιρον λαμβάνειν τὸ μοναστήριον, τὸ δὲ τρίτον τοὺς ἀνιόντας, εἴγε μὴ συνέπραξαν τῷ ἀτοπήματι. ταῦτα δὲ πάντα γίνεται μετὰ τὸ ἐμβληθῆναι τὴν γυναῖκα εἰς μοναστήριον, καὶ παρελθεῖν διετίαν, καὶ μὴ βουληθῆναι ἀναλαβεῖν αὐτὴν τὸν ἄνδρα, κατὰ τὸ κείμενον κεφ. εἰς τὸν περὶ λύσεως γάμου τίτλον. φαίνεται γὰρ παράδοξός πως ὁ τίτλος κατὰ τὸ εἰρημένον κεφ. καὶ γὰρ ἐν προοιμίοις τοῦτο λέγει, ὅτι βούλομαι εἰπεῖν τὰ κεφάλαια ἀφ᾽ ὧν γίνεται διαζύγιον καὶ κερδαίνει ὁ ἀνὴρ τὴν προῖκα· καὶ δεύτερον περὶ μοιχείας ὡς εἴρηται· καὶ τρίτον ἐὰν συλλούηται καὶ συμποσιάζῃ ξένοις ἀνδράσι, γίνεται διαζύγιον· καὶ ἐὰν ἡ γυνὴ ἐν ἱππικοῖς ἀπέρχεται, ὁμοίως γίνεται. καὶ δοκεῖ θαυμάσιόν τι εἶναι. εἰ μὲν γὰρ ἐλεγχθῇ μοιχαλὶς ἡ γυνὴ, οὐ κερδαίνει ὁ ἀνὴρ τὴν προῖκα· ἐὰν δὲ ἀπέλθῃ εἰς τὸ ἱππικὸν ἢ συλλούσηται καὶ συμποσιάζῃ ξένοις ἀν δράσιν ἡ γυνὴ, τότε κερδαίνει ὁ ἀνὴρ τὴν προῖκα ταύτης. καὶ μεγάλου μὲν φανέντος ἐγκλήματος τοῦ τῆς μοιχείας ὁ ἀνὴρ οὐδὲν κερδαίνει, ἐπὶ μικροῖς δὲ καὶ οὐδαμινοῖς πράγμασιν ἡ μὲν γυνὴ τοσαύτην ὑφίσταται ζημίαν, τῷ δὲ ἀνδρὶ τοσοῦτον προσγίνεται κέρδος. τοῦτο δὲ τὸ ξενοπρεπὲς καὶ ἄπορον οὕτως ἐπιλύεται ὁ βέστης. ἔλεγε γὰρ, ὅτι οἱ νομοθέται οὐδὲν κενὸν ἐξέθεντο οὐδὲ ἄνευ λόγου, ἀλλ᾽ εἰδότες, ὡς πολλοὶ τῶν ἀνδρῶν ἐλπίδι τοῦ κερδῆσαι τὴν προῖκα τῆς γυναικὸς εὐχερῶς συμβουλευσάμενοι ἑτέροις ὁμοίοις ἀνδράσι πείθουσι τούτων τινὰ παρὰ τῷ οἴκῳ κρυβῆναι καὶ μοιχὸν ὑποκρίνεσθαι, καὶ κατηγορῆσαι ἐκ τούτου μοιχείαν τῆς γυναικὸς ἐπ᾿ αὐτοφόρῳ ἁλόντος τοῦ ὑποκριτοῦ, καὶ τῆς γυναικὸς μηδὲ εἰδυίας μηδὲ ἐπισταμένης δὲ, κἀντεῦθεν κερδήσωσι μὲν οἱ ἄνδρες, αἱ δὲ γυναῖκες ζημιωθήσονται. διὰ ταύτην τὴν ἔννοιαν ἐθέσπισαν μὴ κερδαίνειν τὶ τὸν ἄνδρα ἐκ τοῦ τῆς μοιχείας ἐγκλήματος, ἀλλὰ τὴν γυναῖκα μὲν τιμωρεῖσθαι, καθ ' ὃν εἴρηται τρόπον, τὸν δὲ ἄνδρα μόνῃ τῇ τιμωρίᾳ καὶ τῷ διαζυγίῳ τῆς γυναικὸς ἀρκεῖσθαι, καὶ εἰ πολλάκις τινὰ ἐν τοῖς συμφώνοις περὶ προικὸς ἢ ἄλλης τινὸς αἰτίας συνεφωνήθη, καὶ ταῦτα αὐτὸν λαμβάνειν. τὸ συλλούεσθαι καὶ συμποσιάζειν τὴν γυναῖκα ξένοις ἀνδράσι καὶ τὸ ἄκοντος τοῦ ἀνδρὸς ἐν θεάτροις [ἢ] ἱππικοῖς αὐτὴν ἀπέρχεσθαι διὰ τοῦτο οὕτω σφοδρῶς αὐτὴν ἐκόλασε, διότι ἐνταῦθα τὸ πᾶν ἁμάρτημα τῆς γυναικός ἐστι, καὶ οὐκ ἐστιν ὑπόνοια, ὅτι ὁ ἀνὴρ αὐτὴν ἄκουσαν εἰς θέατρον ἀνήγαγεν ἢ εἰς λουτρὸν μετὰ ξένων ἀνδρῶν ἢ εἰς συμπόσιον παρεσκεύασε μεθύσκεσθαι ταύτην καὶ συλλούεσθαι· τοῦτο γὰρ ἄτοπον. ἅμα δὲ οὐδὲ τὸ ἅπαξ συνεστιαθῆναι ξένοις ἀνδράσι τὴν γυναῖκα ἢ τὸ εἰς ἱππικὸν ἢ θέατρον εὑρεθῆναι εἶπεν ὁ νόμος κολάζεσθαι, ἀλλὰ τὸ πολλάκις· διὰ τοῦτο γὰρ ἐχρήσατο τῷ ἐνεστῶτι, εἰπών· ἐὰν συμποσιάζῃ καὶ συλλούηται. τῆς γὰρ γυναικὸς ἐν τοῖς τοιούτοις ἀτοπήμασιν εὑρισκομένης πολλάκις παρὰ τοῦ ἀνδρὸς, διαζύγιον παρακολουθήσει καὶ αὕτη τιμωρηθήσεται τῇ τῆς προικὸς ἐκπτώσει.

24

pr.Ὅτι ἡ δευτερογαμοῦσα γυνὴ πάσης ἐκπίπτει φιλοτιμίας τοῦ πρώτου ἀνδρός.

25

pr.Ὅτι εὑρέθη γυνὴ μὴ δευτερογαμήσασα ἀλλὰ κατηγορουμένη παρὰ τῶν ἐπιτρόπων τοῦ ἀνδρὸς ἔχειν μοιχόν. τοιαύτην οὖν δίκην κινηθεῖσαν ἐδίκασε ὁ μάγιστρος καὶ ἐδικαίωσε τὴν γυναῖκα λογισμοῖς τούτοις· ὅτι ὁ νόμος οὐ τὰς μοιχευούσας ἐκώλυσεν ἀπολαύειν τῆς φιλοτιμίας τοῦ ἀνδρὸς, ἀλλὰ τὰς δευτερογαμούσας· διατί; ὅτι ἡ μὲν δευτερογαμοῦσα προφανῶς ἀποβάλλεται τὴν μνήμην τοῦ ἀνδρὸς, καὶ τοὺς προτέρους ἀτιμάζει παῖδας ἐπεισάγουσα πρῶτον καὶ δεύτερον ἀδελφὸν, ἡ δὲ πορνεύουσα κρυπτῶς ἁμαρτάνει· καὶ ὅτι ἡ μὲν δευτερογαμοῦσα ἐλαττοῖ τοῖς παισὶ τὴν ἐκείνοις ὕπαρξιν τῇ ἐπιγεννήσει τῶν ὕστερον παίδων, ἡ δὲ πορνεύουσα αὔξει μᾶλλον τὴν οὐσίαν τούτοις. καὶ τέθεικεν τὸν τοῦ ὁμήρου στίχον τὸν ἐν ὁδῷ '. τοῖος γὰρ νόος γυναικὸς „κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι ”, παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνεται [τεθνηότος] οὐδὲ μεταλλᾷ. διὰ ταύτας οὖν τὰς ἐννοίας, καὶ τὸ μὴ φανερῶς κολάσαι τὸν νόμον τὴν πορνεύουσαν, ἐδικαίωσε τὴν γυναῖκα, καὶ ταύτην οὐκ ἀβασανίστως. ἐξετάσας γὰρ τὰ περὶ τοῦ μοιχοῦ, εὗρε τοῦτον ἱερέα προσμένοντα τῇ οἰκίᾳ τῆς γυναικὸς προφάσει δούλου, καὶ κινηθῆναι μὲν τὸ τοιοῦτον καὶ παρὰ τῇ μεγάλῃ ἐκκλησίᾳ, μὴ ἐλεγχθῆναι δὲ τὸν ἱερέα, ἀλλὰ συγχωρηθῆναι ἱερουργεῖν· ἐποίησεν οὖν ὁ μάγιστρος ἐπὶ ταύτῃ τῇ δίκῃ ὑπόμνημα πάγκαλόν τι καὶ σοφόν. ἔφησε γὰρ ἐν τῷ προοιμίῳ· πάντα ὅσα καταλαμβάνομεν, εἰς αὐτὰ σφάλλομεν. αὐτίκα γὰρ ἐν ὕψει θεωρῶν τις περιστερὰν πετομένην φάττην εἶναι λέγει, καὶ τὸν ἥλιον ποδιαῖον ὄντα μέγαν γίγαντα.

26

pr.Ὅτι ὁ ἀνὴρ παραλαβὼν τὴν προῖκα ἐγγύας οὐκ ἀπαιτεῖται, τὸν νόμον ἔχων βοηθόν. ἔλεγε τοίνυν ὁ βέστης· ὅτι ἐν τῷ καιρῷ τοῦ ἀῤῥαβῶνος εἰ μὲν μὴ συμφωνηθῇ ῥητῶς δοῦναι τὸν ἄνδρα ἐγγυητὴν, ἐν τῇ δόσει τῆς προικὸς οὐκ ἐπιζητεῖται ὁ τοιοῦτος ἐγγύας· εἰ δὲ συμφωνηθῇ ἐν τῷ ἀῤῥαβῶνι δοῦναι ἐγγυητὴν, ἐκ παντὸς δίδοται ὁ τοιοῦτος. καὶ εὑρὼν τὸ τοιοῦτον συμπεφωνημένον ἐδικαίωσε τὸν συμφωνήσαντα. εἶπε γὰρ εἰς τὸ μὴ συμπεφωνημένον ὅτι δύναται λέγειν ὁ ἀνὴρ, ὅτι εἰ ἐγὼ ἤκουσα, ὅτι ἐγγυητὴν ζητεῖς, οὐκ ἂν ἠθέλησα γενέσθαι σου γαμβρὸς, καὶ ὅπερ τότε οὐ συνεφώνησας, νῦν ἐν τῷ γάμῳ οὐ μὴ ἀπαιτήσεις. πᾶν δὲ τὸ συμπεφωνημένον ἐκ παντὸς ἀπαιτεῖται.

27

pr.Ὅτι τὶς τῶν δικαστῶν τῶν μεγάλων ἀγοράσαντός τινος ἀκίνητα γυναικὸς, ᾠκονόμησε τὸν ἄνδρα λαβεῖν τὸ χρυσίον χωρὶς ἐγγυητοῦ. ταῦτα δὲ τὰ ἀκίνητα ἔλαβε μὲν εἰς προῖκα ὁ ἀνὴρ, ἐξενικήθησαν δὲ παρά τινος ὡς μὴ διαφέρονται τῇ γυναικὶ, τῆς τιμῆς τούτων ἁρμοζούσης αὐτῇ· ὁ δὲ ἐκνικήσας τὰ ἀκίνητα ἐπώλησε ταῦτα πρὸς ἕτερον, καὶ δέδωκε τὸ χρυσίον πρὸς τὸν ἄνδρα τῆς γυναικὸς, ὡς ἁρμόζον τῇ γυναικὶ, ὡς εἴρηται. ὁ οὖν δικαστὴς ἔκρινε μὴ εὐθύνεσθαι τὸν ἀγοραστὴν ἐξ ἀπορίας τοῦ ἀνδρὸς ὕστερον παρὰ τῆς γυναικὸς, γράψας λογισμὸν, ὅτι ἐγγυητὴς οὐ δίδοται ἐπὶ τῇ προικὶ, καὶ τὸ χρυσίον νῦν προῖξ ἐστὶ, καὶ καλῶς ὁ ἀνὴρ παραλαμβάνει τοῦτο χωρὶς ἐγγυητοῦ. ἀλλ᾽ ἀντεῖπεν ὁ βέστης λέγων, μὴ ἁρμόζειν τὸ τοιοῦτον νόμιμον ἐνταῦθα. εἰ μὲν γὰρ ἐξ ἀρχῆς τοῦ γάμου τὸ χρυσίον ἐδίδοτο εἰς προῖκα, χωρὶς συμφώνου ἐγγυητὴς οὐκ ἀπῃτεῖτο· ἐπεὶ δ᾽ ἀρχῆθεν ἀκίνητον κατεβλήθη, νυνὶ δὲ ἐναλλάσσεται καὶ ἔρχεται εἰς κινητὸν εὐκόλως δαπανᾶσθαι δυνάμενον, ἐπισφαλῶς δίδοται παρὰ τοῦ ἀγοραστοῦ ἄνευ ἐγγυητοῦ. δαπανωμένου γὰρ τοῦ χρυσίου ἡ γυνὴ κατὰ τοῦ ἀγορᾶστοῦ κινήσει, καὶ ἐκνικήσει τὰ ἀκίνητα ἢ τὴν τούτων τιμὴν, λέγουσα, ὅτι ἐγὼ ἀκίνητον ἔχουσα ἐν προικὶ καὶ θαῤῥοῦσα τούτῳ οὐκ ἔλαβον παρὰ τοῦ ἀνδρὸς ἐγγυητὴν, σὺ δὲ τὸ ἐμὸν λαμβάνων καὶ ἀμείβων τὴν προῖκα ὑπόκεισαί μοι ποιεῖν τὸ ἱκανὸν, θαῤῥήσας τῷ ἐμῷ ἀνδρὶ καὶ παρασχὼν τούτῳ τὸ χρυσίον· εἰ γὰρ ἐγὼ εἶχον τοῦτο, οὐκ ἂν χωρὶς ἐγγυητοῦ παρέσχον τοῦτο αὐτῷ.

28

pr.Ὅτι ἐὰν προικίσῃ ἐξωτικὸς καὶ γράψῃ αὑτῷ τὴν ἀνάδοσιν τῶν προικιζομένων, πᾶσα ἡ προῖξ μετὰ τὸν θάνατον τῆς γυναικὸς πρὸς τὸν προικίσαντα ἐπανατρέχει. καὶ τοῦτο ἔκρινεν ὁ βέστης ἐπὶ τοῦ κακατηροῦ τοῦ μαγκλαβίτου, τῆς συμβίου αὐτοῦ προικισθείσης παρὰ τῆς κυρᾶς θεοφάνους τῆς δεσποίνης. καὶ τελευτησάσης ἐν διαθήκῃ καὶ κινηθείσης· τῆς περὶ προικὸς δίκης ἔκρινεν ὁ μάγιστρος σκοπηθῆναι τὸ σύμφωνον, καὶ εἴπερ ἀνάδοσιν ἔχει προικὸς, ἀφαιρεθῆναι πᾶσαν παρὰ τοῦ δημοσίου· εἰ δὲ μὴ, ἰσχύειν τὴν διαθήκην.

29

pr.Ὅτι ἐὰν πενθερὸς εἴπῃ, ἵνα δώσω προῖκα ὅσην δοκιμάσω, περιαιρεῖται ἡ δοκιμὴ, καὶ ἀπαιτεῖται ἡ προῖξ πρὸς τὴν εὐπορίαν τοῦ πενθεροῦ καὶ τὴν ἀξίαν τοῦ γάμου. τοῦτο δὲ ἤγουν ἡ ἅπασα προῖξ καὶ ἐπὶ ἐξωτικῶν οὐ κρατεῖ ἢ ἐπὶ ἄλλων προσώπων, ὥσπερ οὐδὲ τὸ ἄποσον λεγάτον ἢ ἡ δωρεά· οἷον ἀφίημι τῷ δεῖνι ἢ δωροῦμαι, ὅπερ βουληθῶ.

30

pr.Ὅτι ἡ γυνὴ ἐποιήσατο διάλυσιν μετὰ τοῦ ἀνδρὸς, ὅτι ἐμοιχεύθη, καὶ διεζεύχθη αὐτοῦ. εἶτα ἔθανεν ὁ ἀνὴρ, ἔθανε AW & καὶ ὁ παῖς, καὶ ἐκωλύετο ἡ μήτηρ κληρονομῆσαι τὸν υἱόν· καὶ ὁ δικαστὴς ἐδικαίωσεν αὐτὴν ἐκ δύο αἰτιῶν, ὅτι τε οὐκ ἰσχυρόν ἐστι τὸ πρὸς τὸν ἄνδρα σύμφωνον γεγονὸς τῆς διαλύσεως, καὶ ὅτι ὁ νόμος καὶ τὴν ἀληθῶς μοιχευθεῖσαν οὐ κωλύει κληρονομῆσαι τὸν παῖδα.

31

pr.Ὅτι ἡ γυνὴ μοιχείαν πλημμελήσασα κληρονομεῖ τῶν· ἐξ ἀδιαθέτου.

32

pr.Ὅτι τῆς μοιχαλίδος τὴν περιουσίαν λαμβάνει τὸ μοναστήριον, οὐ μὴν δὲ τοὺς κλήρους τῶν ἀδιαθέτων τελευτησάντων παίδων αὐτῆς.

33

pr.Ὅτι ὁ δευτερογαμῶν γονεὺς τῶν ἐκ τοῦ πατρὸς ἢ τῆς μητρὸς περιελθόντων τῷ παιδὶ τῆς δεσποτείας ἐκπίπτει, μόνην χρῆσιν λαμβάνων, οὐδὲ ἐκποιούμενος ἣν κατὰ χρῆσιν εἶχε μερίδα· ἀνατρέπεται γὰρ ἡ πρᾶσις παρὰ τῶν παίδων. πρὸς δὲ τὰ ἐπελθόντα ἔξωθεν τῷ παιδὶ τυχὸν ἀπὸ λεγάτου ἢ δωρεῶν ἢ κληρονομιῶν συγγενῶν, πρὸς ἐκεῖνα ὁ δευτερογαμῶν τὴν ἀπὸ τοῦ νόμου· ἔχει βοήθειαν καὶ κατὰ δεσποτείαν μέρος λαμβάνει.

34

pr.Ὅτι ἐπὶ ὑποσχέσει προικὸς καὶ ἀπὸ ψιλῆς συμφωνίας ἐνέχεταί τις.

35

pr.Ὅτι ὅτε προσαύξησις προικὸς γίνεται καὶ τὸ ὑπόβολον χρὴ προσαυξάνειν· ἴσοις γὰρ βήμασι βαίνειν τὰς προσαυξήσεις ὁ νόμος διακελεύεται, καὶ μὴ τὸν μὲν τῶν ζυγῶν αὐξάνειν τυχὸν τὴν προῖκα ἢ τὸ ὑπόβολον, τὸν δὲ μένειν ἐπὶ τῆς προτέρας ποσότητος. ἐκώλυσε δὲ τοῦτο δι᾽ οὐδὲν ἕτερον, ἢ διὰ τὰς πρὸς τοὺς δανειστὰς περιγραφὰς καὶ τὰς ἐπὶ μέσων αὐτῶν νοουμένας καινοτομίας.

36

pr.Ὅτι τινὸς συνισταμένου τοῦ γάμου ἐκποιησαμένου ἀκίνητα τῆς προικὸς, καὶ τελευτήσαντος καὶ καταλιπόντος αὐτ τάρκη οὐσίαν, καὶ τῶν τούτου παίδων ἐπιχειρούντων ἀνατρέψαι τὴν πρᾶσιν, ὡς μητρικῶν ὄντων τῶν ἐκποιηθέντων, καὶ νόμον '. προβαλλομένων λέγοντα· οὐ δύναται ὁ ἀνὴρ ὑποτίθεσθαι τὴν προγάμου δωρεὰν ἢ τὴν προῖκα· ὡσαύτως οὐδὲ ἐκποιεῖν, ὁ πρωτοσπαθάριος σέργιος καὶ κριτὴς οὕτως ἡρμήνευσε τὸ ῥητὸν, ὅτε δηλονότι ἀπορία πρόσεστι, καὶ μὴ ἐξαρκοῦντος τοῦ ἀνδρὸς τὸ ἱκανὸν ποιῆσαι τῇ γυναικί. καὶ ἔκρινεν ὁ μάγιστρος, μὴ τὸ τῆς. πράσεως ἔγγραφον καταλυθῆναι, ἀλλ᾽ εἴγε βούλοιντο οἱ παῖδες τῶν μητρικῶν δικαίων ἀντέχεσθαι, ἐκπεσεῖν τούτους τῶν κατὰ φιλοτιμίαν ἐαθέντων αὐτοῖς πατρικῶν πραγμάτων, καὶ ἐκεῖθεν τὸ ἱκανὸν σχεῖν τὸν ἀγοραστήν.

37

pr.Ὅτι ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἐκ συναινέσεως λύσαντες τὸν γάμον, καὶ τῆς γυναικὸς τὸν μονήρη ἀσπασαμένης βίον, ὁ ἀνὴρ ὕστερον ἐκίνει κατ᾿ αὐτῆς, καὶ περὶ ἀφαιρέσεως πραγμάτων κινῶν καὶ περὶ λύσεως τοῦ γάμου. καὶ ἔκρινεν ὁ δικαστής, μηκέτι ἐνάγεσθαι τὴν γυναῖκα, ἀλλὰ μᾶλλον τὸν ἄνδρα ἔκπτωσιν ὑποστῆναι τῆς ἰδίας περιουσίας καὶ εἰς μοναστήριον ἐμβληθῆναι, ὅτι καὶ ὁ νόμος τιμωρούμενος τὸν ἀπὸ συναινέσεως γάμον λύοντα ταύτην τὴν ἐπιτίμησιν ἐπαγάγει, ἧς ἀνεύθυνος ἡ γυνὴ πρὸ κατηγορίας τὸν μονήρη βίον ὑπελθοῦσα· εἰ γὰρ ἐπὶ τοῦ ἀθεμίτου καὶ τῶν ἄλλων εἰς δικαστήριον οὐχ ἕλκεται, πολλῳ μᾶλλον ἐπὶ τῆς εἰρημένης αἰτίας.

38

pr.Ὅτι ἐλεγχθέντος ἀνδρὸς, ὡς ἀπεκάρη, καὶ τὸ ἱερὸν ἀποθέμενος σχῆμα εἰς γάμον ἦλθε, διελύθη ὁ γάμος καὶ οἱ τοῦτο συνειδότες ἐν τῷ γάμῳ συναινέσαντες ἐτιμωρήθησαν.

39

pr.Ὅτι χρόνων κ τὶς ὢν εἰσῆλθεν ἐσώγαμβρος ”, καὶ συνεφώνησαν οἱ ὑπὲρ αὐτοῦ δόντες τὴν προῖκα, ἵνα ἐνήλιξ γε νόμενος παραλάβῃ τὴν προῖκα αὐτοῦ, καὶ ὑποχωρήσῃ ἐκ τοῦ πενθεροῦ, καὶ ὑπόκειται εἰς ὑπόβολον καὶ θεώρετρον. ὁ οὖν γαμβρὸς πληρώσας τὸν. κε ἐνιαυτὸν οὐκ ἠθέλησε διαζευχθῆναι τοῦ πενθεροῦ, ἀλλὰ χρόνον συχνὸν μετ᾿ αὐτοῦ διατρίψας, εἶτα ὕστερον πρὸς ἐκστρατείαν μέλλων ἀποδημεῖν, ἔφησε· θέλω εἶναι τὴν γυναῖκά μου παρὰ σοὶ καὶ τοὺς ἐμοὺς, καὶ διοικεῖσθαι καὶ τρέφεσθαι τούτους παρά σου, καθὰ καὶ τὸ πρότερον, καὶ ἐὰν συμβῇ τελευτῆσαί με ἐν τῷ πολέμῳ, ἵνα λαμβάνῃ ἡ θυγάτηρ σου τὰς δύο λίτρας καὶ τὸ ὑπόβολον αὐτῆς καὶ θεώρετρον. ἔπεσεν οὖν ἐν τῷ πολέμῳ ὁ ἀνὴρ, καὶ οἱ τὰ ἐκείνου ἐκδικοῦντες ἐκίνησαν τὴν δίκην, μὴ δεῖν τὴν γυναῖκα λαβεῖν ὁλόκληρον τὸ ὑπόβολον λέγοντες, ἀλλὰ καθόσον δέδωκεν. ὁ δὲ δικάζων ἔκρινεν, ὁλόκληρον λαβεῖν τὸ ὑπόβολον, εἰπὼν, διὰ τοῦ δευτέ ρου συμφώνου βεβαιῶσαι τὸν ἄνδρα, ὡς οὐκ ἤθελεν αὐτὸς ἀποστῆναι τοῦ πενθεροῦ καὶ οὐδὲ ἐπεζήτει τὴν προῖκα· ἢ γὰρ ἂν ἔγραψεν, ὡς ἐπεζήτησα καὶ οὐκ ἐδόθη μοι· καὶ μὴ ἀποστὰς τοῦ πενθεροῦ μηδὲ ζητῶν τὴν προῖκα δοκεῖ εἶναι ἐν νομῇ τῆς προικὸς, καὶ ὁ ἐν νομῇ ὢν ἐπέχει τὰ βάρη. εἰ γὰρ ἑτέρας ἐννοίας ἦν, πάντως ἐν τῇ ἀσφαλείᾳ ἢ ἀπεσίγησε τὸ περὶ τοῦ ὑποβόλου ἢ ῥητῶς ἔγραψε κατὰ τὸ ἀνάλογον ἧς εἴληφε προικός.

40

pr.Ὅτι διὰ πέντε μόνας αἰτίας δημεύεται ἡ προῖς τῆς γυναικός.

41

pr.Ὅτι λαβοῦσά τις ἄνδρα, εἶτα τούτου ἑταίρας ἔρωτι ληφθέντος, ἐκείνη προστρέχουσα δικαστηρίῳ ἕτερον, συναινέσαντος καὶ τοῦ πρώτου ἀνδρὸς τῷ συμφώνῳ καὶ ἀσφαλισαμένου. εἶτα ἔθανεν ἡ γυνὴ, καὶ ἐπίτροπον ἐνεστήσατο τὸν δεύτερον ἄνδρα. ἡ δὲ ταύτης ἀδελφὴ ἐπεχείρει ῥηγνύειν τὴν διαθήκην καὶ κληρονομεῖν τὴν ἀδελφὴν, μοιχείαν ταύτην πλημμελῆσαι λέγουσα, καὶ μὴ ἔχειν ἐξουσίαν διατίθεσθαι. ἀλλ᾽ ὁ δικαστὴς οὐκ ἐδέξατο τὴν ἀδελφὴν κινοῦσαν ἔγκλημα κατὰ τῆς ἀδελφῆς. φησὶ γὰρ ὁ νόμος· „οὐκ ἐφεῖται ἀδελφῷ κατὰ ἀδελφοῦ δημόσιον ἔγκλημα κινεῖν, ἐπεὶ ἐξ ἀπορίας ποινῇ ὑποπίπτει. ἀλλ᾽ οὐδὲ τῆς περιουσίας αὐτῇ μετέδωκε. φησὶ γὰρ ὁ νόμος· „ἡ μοιχευθεῖσα κουρεύεται καὶ εἰς μοναστήριον ἐμβάλλεται, καὶ εἰ μὲν ἔχει κατιόντας καὶ τὰ ἑξῆς. εἰ οὖν ἐκ τῆς ἐλεγχομένης μοιχείαν πλημμελῆσαι οὐδὲν λαμβάνει ὁ ἀδελ· φὸς, πολλῷ μᾶλλον ἐκ τῆς μὴ ἐλεγχθείσης. καὶ οὐδὲ μοιχαλὶς ἐκείνη ἐκρίθη, καὶ τότε μετὰ τελευτὴν ", καθ᾽ ἣν μηδὲ δόλος ἐπράχθη μήτε κατήγορος προηγήσατο, ἀλλὰ σύμφωνα γαμικά προέβησαν. φησὶ γὰρ ὁ νόμος· „ἐὰν παρὰ τὸν νόμον πεμφθῇ διαζύγιον, διαλύεται μὲν ὁ γάμος, ὁ δὲ ταύτην λαμβάνων γαμετὴν οὐ μοιχεύει· δόλου γὰρ ἐκτὸς οὐ γίνεται μοιχεία.

42

pr.Ὅτι ὁμολογήσας ἀνὴρ ἑτέραις γυναιξὶ συμφθείρεσθαι, καὶ μετὰ πενταετίαν τῆς προτέρας αὐτοῦ γυναικὸς εἰς ἕτερον ἐρχομένης γάμον καὶ συμφώνων γενομένων, καὶ τοῦ προτέρου ἀνδρὸς ὡς αἰτίαν παρασχομένου μὴ ἀντιλέγοντος ἀλλὰ κατατιθεμένου, οὐ δύναται οὗτος ἐκ μεταμέλου καταμέμφεσθαι παραγραφῆς ἀντιτιθεμένης αὐτῷ. φησὶ γὰρ ὁ νόμος 10· „ἡ διάταξις κελεύει πάσας τὰς ἄλλας παραγραφὰς ἀργεῖν ἐπὶ τοῦ μοιχοῦ, ὑπεξῃρημένης τῆς λεγούσης, ὅτι πενταετία παρῆλθε μετὰ τὴν μοιχείαν, καὶ τῆς παραγραφῆς τῆς πορνοβοσκείας, ἥτις τῷ ἀνδρὶ ἀντιτίθεται, καὶ τῆς διαλυσάσης τὸν πρότερον Malim ὑπέχει. Harm. IV, 9, 11. Desunt nonnulla, puta ἄνδρα γάμον καὶ [πρὸ] παραγγελίας συναφθείσης ἑτέρῳ ἀνδρί. τούτων οὖν ὑπεξῃρημένων οὐδεμίαν ἑτέραν παραγραφὴν συγχωροῦμεν ἀντιτιθέναι τοῦ ἐγκλήματος κινουμένου.

43

pr.Ὅτι ὁ τὴν παρ᾽ αὐτοῦ μοιχευομένην λαμβάνων γυναῖκα ὕστερον καὶ κληρονόμος παρ᾽ αὐτῆς γραφόμενος, ἀφαιρεῖται τὴν προῖκα παρὰ τοῦ δημοσίου, καὶ οὐκ ἀδελφὸς καὶ ἀδελφὴ ταύτην λαμβάνουσι. φησὶ γὰρ ὁ νόμος· „ἐὰν ἐπὶ μοιχείᾳ γυναικὸς καταδικασθεὶς ἀγάγωμαι αὐτὴν, εἰ καὶ μὴ αὐτὴ κατεδικάσθη, οὐδὲ ὁ γάμος ἔῤῥωται, ἀλλ᾽ εἰ καὶ κληρονόμον αὐτὴν γράψω ἢ αὐτὴ ἐμὲ, δημεύεται ἡ κληρονομία.

44

pr.Ὅτι ἐπὶ τοῦ συναινέσαντος ἀνδρὸς τῷ δευτέρῳ γάμῳ τῆς γυναικὸς οὐ δύναταί τις προσαγγέλλειν τῷ δημοσίῳ περὶ προικὸς ὡς κατὰ συναίνεσιν ἐλύθη, καὶ ὅτι δύο παραδραμόντων ἐνιαυτῶν μετὰ τελευτὴν τῆς γυναικὸς ἐσβέσθη ἡ κίνησις.

45

pr.Ὅτι᾿ ἀπὸ ψιλῆς ἐπαγγελίας χρεωστεῖ ὁ πατὴρ προῖκα.

46

pr.Ὅτι ὁ νόμος φησίν· „ἐὰν ἁπλουστέρως εἶπεν ὁ πατήρ· δίδωμι προῖκα ἢ προγάμου δωρεάν, πάντως οἴκοθεν δίδωσι. Παραγραφή· Οὐκ εἶπεν ὁ νόμος, εἰ τοῖς γάμοις ὁ πατὴρ συναινέσει, δίδωσιν, ἀλλ᾽ ἐὰν εἴπῃ· δίδωμι, καὶ τῶν ῥημάτων σωζομένων οὐ δεῖ ἔξωθεν στοχαστικὴν ἔννοιαν ἐπεισάγειν, οὐδὲ ἀντιδιαστολὴν παρεισάγειν, ἀλλὰ πρὸς τὴν ἀνεπίληπτον ἑρμηνείαν χωρεῖν καὶ πρὸς αὐτὸ τὸ καλοθελές.

47

pr.Ὅτι τὴν πρὸ τοῦ πενθίμου χρόνου εἰς γάμον ἐρχομένην πολλοὶ τῶν δικαστῶν ἐσημειώσαντο μήτε θεώρετρον μήτε ὑπόβολον λαμβάνειν. ὁ δὲ δρουγγάριος ἔλεγε, μὴ ἀπολέσαι τὸ θεώρετρον τὴν γυναῖκα, καὶ διαφόρους σημειώσεις ποιήσας τούτου τὴν γυναῖκα οὐκ ἀπεστέρησεν. ἔλεγε γὰρ, ὡς ὁ νόμος οὐ διαστέλλει περὶ τοῦ τοιούτου, ἀλλά φησι· πάντων τῶν καταλελειμμένων παρὰ τοῦ ἀνδρὸς αὐτῇ στερηθεῖσα καὶ οὔτε προγαμιαίας δωρεᾶς ἀπολαύσει, ὡς βι. κη τί. ιδ, καὶ προγαμιαίαν δωρεὰν ἔλεγε μόνον τὸ ὑπόβολον· φησὶ γὰρ τοῦ κη βι. τί. β· „ἐπειδὴ δὲ τὰς γυναῖκας καὶ οὐκ εἰς δεύτερον ἔφησαν γάμον ἔχειν τὶ πλέον τῶν εἰς δευτέρους γάμους ἐρχομένων βουλόμεθα, ἔχειν ταύτας τὸ ἥμισυ ἢ τὸ ὅλον τῆς προγάμου δωρεᾶς κατὰ ἀναλογίαν παίδων ὄντων καὶ μὴ ὄντων. ἐκ τούτου ἔλεγεν ὁ δρουγγάριος περὶ μόνου τοῦ ὑποβόλου διαλέγεσθαι τὸν νόμον, μὴ μέντοι καὶ περὶ θεωρέτρου. ἡ γὰρ γυνὴ οὐ καινοτομεῖται παρὰ τῶν παίδων εἰς τὸ θεώρετρον, ἀλλ᾽ ὡς μέρος τῆς προικὸς οἶμαι κομίζεται, καὶ ἅμα ἡ δευτερογαμοῦσα γυνὴ τῆς μὲν τοῦ ὑποβόλου δεσποτείας ἐκπίπτει, τοῦ δὲ θεωρέτρου οὐδεμία εὑρέθη στερηθεῖσα· καὶ ὅπερ ὁ νόμος ἀφαιρεῖται τὴν δευτερογαμήσασαν, ἤγουν τὴν χρῆσιν τοῦ ὑποβόλου, τοῦτο κατὰ τὸ πλέον ἀφαιρεῖται τὴν ἐντὸς τοῦ πενθίμου γαμηθεῖσαν ὡς μεῖζον ἁμαρτοῦσαν, καὶ οὐδὲ ὅλως αὐτῇ δίδωσι μηδ᾽ οὐσίαν ἐν τῷ ὑποβόλῳ, θεωρέτρου δὲ μνείαν οὐ ποιεῖται· ἐπειδὴ καὶ ἡ εὕρεσις τούτου νεωτέρα ἐστὶ τοῦ νόμου, καὶ ἡ γυνὴ πρὸ τοῦ γάμου καὶ ἐν τῷ γάμῳ τοῦτο δωρεῖσθαι ᾧτινι βούλεται οὐ κεκώλυται, καὶ διατίθεσθαι ἐπ᾿ αὐτῷ, καὶ ἅμα ἐὰν δανεισταὶ τὴν οὐσίαν ἐκδικῶσι τοῦ ἀνδρὸς καὶ κινήσῃ ἡ γυνὴ τὴν περὶ προικὸς ἀγωγὴν, ἱκανοῦται μὲν καὶ τὸ θεώρετρον καὶ τὸ ὑπόβολον, ἀλλὰ τὰ μὲν τοῦ θεωρέτρου ἀναμφίβολα εἰσὶ, καὶ οὐ σκοποῦνται τῇ τελευτῇ τοῦ ἀνδρὸς βεβαιοῖ '. οὕτως οὖν ἔλεγεν ὁ δρουγγάριος, καὶ διὰ τοὺς τοιούτους λογισμοὺς οὐκ ἐστέρει τὴν ἐντὸς τοῦ πενθίμου χρόνου γαμουμένην τῆς τοῦ θεωρέτρου ἀπολαύσεως, ἀλλὰ τῶν ἄλλων τῶν παρὰ τοῦ ἀνδρὸς ἀπήλαυνεν αὐτὴν, ὥσπερ καὶ τὴν δευτερογαμοῦσαν· ἀλλὰ τὴν μὲν τῆς δεσποτείας μόνης, τὴν δὲ πλημμελοῦσαν καὶ τῆς χρήσεως· ἀμφοτέραις δὲ καὶ τὸ θεώρετρον ἐπεδίδου.

48

pr.Ὅτι τοῦ νόμου λέγοντος, τὰ ἀφαιρούμενα ἐκ τῆς ἐντὸς τοῦ πενθίμου πλημμελούσης παρὰ μόνων τῶν τ προσώπων κληρονομεῖσθαι κατὰ τὴν ἐν αὐτῷ κειμένην διάταξιν τῶν βαθμῶν ἐπὶ τῆς οἰκείας διατάξεως, ὁ δρουγγάριος εὑρὼν ἀδελφοὺς καὶ ἀδελφόπαιδας ἐλάσας. εἶπε γάρ· ὅτι εἰ καὶ ἀδελφόπαιδες εἰς τὸ τοῦ πατρὸς ἐπαναβαίνουσι πρόσωπον, ἀλλὰ τοῦτο ἐξεφώνησε τοὺς βαθμοὺς ἐπὶ τῆς οἰκείας τάξεως μένειν, καὶ οἱ μὲν ἀδελφοὶ δευτέρου ὄντες βαθμοῦ τοὺς τοῦ ӯ ὄντας βαθμοῦ ἀνεψιοὺς οὐ προσδέχονται, ἀλλ᾽ ἀποῤῥιπίζουσι ἐκ τῆς τοῦ νόμου διατάξεως μένειν τοὺς βαθμοὺς ἐπὶ τῆς ταυτότητος βουλομένης.

49

pr.Ὅτι οὐ δύναται εὐχερῶς, μάλιστα δόλον βουλόμενος πλημμελεῖν ἐκ τοῦ μὴ κρῖναι τυχὸν τὴν προῖκα, διαλύειν μνη Legerim βεβαιούμενα, sicut hypobolum morte demum mariti ad uxorem στείαν ὁ συστησάμενος πατὴρ.... εἰ μήπου κατὰ καινοτομίαν βεβιασμένως παρέχων τυχὸν τὸ πρόστιμον, ἀλλὰ μὴ τὴν ποσότητα τῆς ὑποσχεθείσης προικὸς τῆς θυγατρός.

50

pr.Ὅτι οὐ μόνον ἡ ὀρφανὴ παρθένος ἀφήλιξ γνώμῃ τῶν συγγενῶν καὶ δοκιμασίᾳ τοῦ ἄρχοντος ὀφείλει τῷ γάμῳ προσομιλεῖν, ἀλλὰ καὶ ἡ χῆρα ἀφήλιξ ὑπὸ τὴν αὐτὴν ἔννομον ὁμοιοτρόπως συντήρησιν χρεὼν εἰς εὐνὴν δίδοσθαι. ἐξ ἀναγκαίου γὰρ τοῦτο διοριζόμενον καθίσταται, ἵνα ἡ τῶν συγγενῶν περίσκεψις διὰ τῆς δοκιμασίας τοῦ ἀγαθοῦ ἄρχοντος τοῦ συναπτομένου προσώπου τὴν περιουσίαν καὶ τὸν τρόπον διερευνῶσι, καὶ τὸ συμφέρον ὑπὲρ τῆς ὀρφανῆς διορίσηται. ἐν οἷς γὰρ ἔξω τῆς τοιαύτης συντηρήσεως, ὁ τῇ ὀρφανῇ πλησιάσας στροῦπτον τουτέστι μοιχείαν πλημμελεῖ.

51

pr.Ὅτι γυνὴ μὴ ποιησαμένη ἀπογραφὴν μετὰ θάνατον τοῦ ἀνδρὸς μηδὲ τὴν διαθήκην βεβαιώσασα, τῆς κυριότητος ἐκπίπτει καὶ τοῦ μὴ τοὺς κλήρους ἀνίσους τοῖς παισὶν ἐπιδιδόναι, καὶ τῶν μὴ σωζομένων τῆς προικὸς ἔκπτωτος γίνεται, κατ᾿ ἐκεῖνο τὸ μέρος ἄπροικος λογιζομένη.

52

pr.Ὅτι ὅτε μετὰ τὴν ποίησιν τοῦ γάμου ἐπαυξηνθῇ ἡ προῖξ, αὐξάνεσθαι καὶ τὸ ὑπόβολον ἀναλόγως φανεροῦ νομίμου ἐστίν.

53

pr.Ὅτι γυνὴ ὑποσχεθεῖσα προῖκα καὶ ταύτην παρ᾽ ὅλον τὸν τοῦ γάμου καιρὸν μὴ ἀπαιτήσαντος τοῦ ἀνδρὸς ἀλλὰ αὐτὴ μετὰ λύσιν τοῦ γάμου ἐπιζητοῦσα ἐκωλύετο, τοῦ ἐναντίου τὴν τῆς δεκαετίας ἀντιτιθέντος παραγραφὴν, ἣν κατὰ τοῦ ἀνδρὸς ἐνέταξε. καὶ ὁ δικαστὴς οὐ παρεδέξατο ταύτην, εἰπὼν, μὴ μόνον τῷ ἀνδρὶ κινεῖν κατὰ τῶν ὑπεσχημένων δ΄ νόμος ἐφίησι, ἀλλὰ δὴ καὶ τῇ γυναικὶ, ἐπειδὴ δι᾽ αὐτὴν καὶ ὑπὲρ αὐτῆς τῷ ἀνδρὶ, καὶ τὰς πρὸς τὸν ἄνδρα συμφωνίας καὶ ἐπαγγελίας καὶ ἐπερωτήσεις πρὸς αὐτὴν δοκεῖ τὴν γυναῖκα διαθεσμοδοτεῖν, ὥσπερ καὶ τὰ περὶ τῆς διὰ γάμον δωρεᾶς πρὸς τὴν γυναῖκα σύμφωνα πρὸς τὸν ἄνδρα αὐτόν. φησὶ γὰρ ἡ διάταξις, ἵνα εἴτε ἐπιδέδωκέ τις προῖκα ὑπὲρ γυναικὸς, δι᾽ ὧν χωρὶς πράξεως ὑπομνημάτων, δόξει δωρεῖσθαι τῇ γυναικὶ τὴν ποσότητα τὴν εἰς προῖκα ὑπὲρ αὐτῆς δοθεῖσαν, ὥστε δύνασθαι αὐτὴν καὶ ἄνευ τῆς τῶν ὑπομνημάτων πράξεως διαλυομένου τοῦ γάμου ἀπαιτεῖν τὴν ἐπιδοθεῖσαν προῖκα· ὁμοίως δὲ καὶ εἴ τις ὑπὲρ ἀνδρὸς διδοὺς προγαμιαίαν δωρεὰν ὑπομνήματα ἐποίησε πρὸς τὴν γυναῖκα, ἵνα δόξῃ καὶ [πρὸς] αὐτὸν τὸν ἄνδρα τὰ ὑπομνήματα ποιεῖν, ὥστε δύνασθαι αὐτὸν τοῦ γάμου διαλυομένου κατὰ τὸν συμφωνηθέντα τρόπον ἐπαναλαμβάνειν. καὶ εἰκότως· οὔτε γὰρ τῇ γυναικὶ προδωρούμενος τὴν διὰ γάμον δωρεάν δίδωσιν ὁ ταύτην ἐπαγγειλάμενος, ἀλλὰ τῷ ἀνδρί· οὔτε τῷ ἀνδρί τις χαριζόμενος ὑπισχνεῖται προῖκα ὑπὲρ γυναικὸς, ἀλλὰ τῇ γυναικί. καὶ οὕτω μὲν ἐσημειώσατο παλαιὸς δικαστής· ὁ δὲ μάγιστρος τὴν περὶ προικὸς ἀναργυρίαν ἡρμήνευσε καὶ διῇρε, καθὼς εἴρηται εἰς τὸν τίτλον περὶ ἀναργυρίας.

54

pr.Ὅτι [δ] τὴν προγάμου δωρεὰν ἐπαγγελλόμενος τὴν γυναῖκα βούλεται μᾶλλον κερδᾶναι παρὰ ὠφεληθῆναι τὸν ἄνδρα ἐκ τῆς προικὸς, καὶ ταύτην τῷ ἀνδρὶ ὑπισχνούμενος· καὶ γὰρ ἐν ἀμφιβόλῳ, τὰ τῆς προγάμου δωρεᾶς εἴτε παρὰ τῆς γυναικὸς εἴτε παρὰ τοῦ ἀνδρὸς κερδανθήσονται. ἀλλ᾽ ὅμως καὶ τὰς διὰ γάμον δωρεὰς καὶ πρὸς τὸν ἄνδρα δοκεῖν γεγράφθαι φησὶν, ὥσπερ καὶ πρὸς τὴν γυναῖκα τὴν προῖκα.

55

pr.Ὅτι τῇ κινούσῃ γυναικὶ μετὰ τὴν λύσιν τοῦ γάμου τὰς περὶ προικὸς ἀγωγὰς κατὰ τοῦ ὑποσχομένου ἁρμόζειν ἐξ ἐπερωτήσεως, εἴτε παρηκολούθησεν εἴτε μὴ, σιωπηρῶς ἀπὸ τῆς τοῦ νόμου φιλοτιμίας. εἴτε ὑποθήκαις τὴν ἐπερώτησιν ὁ πράττων τὰ ὑπὲρ αὐτῆς κατωχύρωσε, καὶ ὑποθηκαρία ἁρμόσει αὐτῇ· εἰ δὲ μὴ μνεία ὑποθήκης γέγονε, σιωπηρῶς αὐτῇ διὰ τὴν ἀγροικίαν καὶ ἁπλότητα ἀπὸ τῆς τῶν διατάξεων προνοίας ἁρμόσει πρὸς τῇ προσωπικῇ ὑποθηκαρία. καὶ ὁ νόμος· „πᾶσα προῖξ ἀπαιτείσθω, εἴτε ἐγένετο ἐπερώτησις, εἴτε παντελῶς μὴ ἐγένετο, εἴτε ἀνυπόστατος ἐγένετο. καὶ γὰρ παρὰ τοῖς παλαιοῖς κανὼν ἦν ὁ λέγων, ὅτι τὸ χρήσιμον μετὰ τοῦ ἀχρήστου μιγνύμενον καὶ αὐτὸ χρήσιμον γίνεται. εἰ γὰρ ἐνταῦθα μὴ γέγονεν ὅλως ἐπερώτησις, ἀλλ᾽ οὖν δοκεῖ ἐν τῇ προικὶ γεγονέναι. ἔστωσαν δὲ καὶ σιωπηραὶ ὑποθῆκαι τῆς προικὸς, ὥσπερ καὶ ἐπὶ τῆς ἐπιτροπῆς καὶ τῶν ἄλλων θεμάτων σιωπηραὶ ὑποθῆκαι ἁρμόζουσιν, ἵνα οὕτω καὶ τὰ τῆς γυναικὸς πράγματα ὑπόκειται τῷ ἀνδρὶ, εἰς ἣν ἐπηγγείλατο προῖκα. κρατείτω δὲ ταῦτα, εἴτε αὐτὴ ἡ γυνὴ δέδωκε τὴν προῖκα εἴτε ἄλλος ὑπὲρ αὐτῆς, εἴτε ἀνὴρ ὑπεδέξατο τὴν προῖκα εἴτε ἄλλος ὑπὲρ αὐτοῦ, εἴτε παρὰ πατρὸς δεδομένη ἦν προῖξ εἴτε παρὰ ἐξωτικοῦ, ὥστε εἴτε καὶ διὰ ἀγροικίαν καὶ ἀπειρίαν μὴ γένηται ἐπερώτησις ἤτοι ὑποθήκη. σιωπηρῶς αὐτῇ ἁρμόζει. ταῦτα δὲ κρατεῖ, εἴτε ἐγγράφως εἴτε ἀγράφως ἡ προῖξ ἐδόθη ἢ ἐπηγγέλθη.

56

pr.Ὅτι ἡ ἀπρόοπτος καὶ ἐξ ἀρχῆς ἀπορία τοῦ ὑποσχομένου τῇ γυναικὶ κινδυνεύεται.

57

pr.Ὅτι οὐκ ἐφεῖται τῇ γυναικὶ κινεῖν περὶ προικὸς ἀγωγὴν κατὰ τῶν ὑποσχομένων, εἰ μὴ ὁ γάμος λυθῇ, κἂν ὁ ἀνὴρ ἀπορίαν δυστυχήσει ἀπρόοπτον συνεστῶτος τοῦ γάμου. αἰσχύνεται καὶ ὁ νόμος κατὰ τῶν ὑποσχομένων τῇ γυναικὶ τὰς ἀγω γὰς ἐκχωρεῖν καὶ ἐν χώρᾳ κεφαλῆς καθιστᾶν, ἀλλὰ τὸν ἄνδρα ἐρυθριῶν ὡς καὶ τὰ βάρη τοῦ γάμου ὑπέχοντα καὶ ὡς τῆς φαμιλίας ἐξάρχοντα, ὡς ἐν τέλει μὲν οὐχὶ, ἵνα μὴ καταρᾳθυμήσῃ τῆς ἀπαιτήσεως ἢ δόλῳ τὰ τῆς γυναικὸς δίκαια καταπερθῇ, ὡς κεφαλῇ δὲ αὐτῷ καὶ μείζω τὴν προνομίαν δίδωσι καὶ κίνδυνον ἐπαπειλεῖ καὶ τὴν ἀπαίτησιν ἐπιτρέπει, τῇ δέ γε γυναικὶ σιωπᾶν ἐπιτρέπει καὶ ἡσυχάζειν καὶ πρὸς τὸ τοῦ γάμου ὁρᾶν ἐπιτέλεσμα, ὡς ἂν κἀκείνη ἢ τοῖς τοῦ ἀνδρὸς κληρονόμοις ἐπισείῃ τὰς ἀγωγὰς ἢ κατὰ τῶν ὑποσχομένων χωρήσῃ τὴν προῖκα μὴ καταβαλλομένων. ἀπόρου δὲ τοῦ ἀνδρὸς τὸν βίον καταστρέψαντος καὶ τὴν προῖκα μὴ λαβόντος, οὐ περιορᾷ τὴν γυναῖκα κινδυνεύουσαν τῆς τῶν γονέων περιουσίας ἀπόκληρον γενέσθαι, οὐδὲ ἄπροικον καταλειφθῆναι ἢ ῥαθυμίᾳ ἢ δόλῳ τοῦ ἀνδρὸς ἀφεικότος τὴν εἴσπραξιν, ἀλλ᾽ ὡσανεὶ πρὸς αὐτὴν γενομένων τῶν ἐπαγγελιῶν καὶ ἐπερωτήσεων ἁρμόζειν μὲν αὐτῇ τὴν προσωπικὴν, ἁρμόζειν δὲ καὶ τὴν ὑποθηκαρίαν ἀποφαίνεται, καὶ ἀμφοτέραις ταῖς ἀγωγαῖς ὁπλίσας αὐτὴν, οὐκ ἐᾷ κεναῖς ἐκπεσεῖν ταῖς χερσί. τὸ δὲ πλέον διὰ τοῦτο ἡ γυνὴ οὐ κινεῖ συνεστῶτος τοῦ γάμου κατὰ τῶν ὑποσχομένων καὶ ἀπόρου ὄντος τοῦ ἀνδρὸς, ἵνα μηδὲ ὁ μετὰ τὴν δεκαετίαν περιαιρῶν νόμος τῷ ἀνδρὶ τὴν τῆς ἀναργυρίας μέμψιν περιγραφῇ, δυναμένης διὰ μέσου τῆς γυναικὸς κινεῖν κατὰ τοῦ ἀνδρὸς καὶ τὰ ὑποσχε θέντα εἰσπράττεσθαι.

58

pr.Ὅτι διὰ μόνην τὴν σύγχυσιν τῆς γονῆς ἡ ὑπέρθεσις τοῦ χρόνου τοῦ πενθίμου ἐξεφωνήθη. φησὶ βι. κή τί. ζ· „Ἡ γυνὴ κατηγορηθεῖσα παρὰ τοῦ ἀνδρὸς ἐὰν ὑπερισχύσῃ καὶ κρατήσῃ τοῦ ἀγῶνος, ὀφείλει λαβεῖν κατὰ τὸν καιρὸν καὶ τὰ ἴδια καὶ τὰ τῆς ποινῆς, καὶ ἀναμένειν τὸν χρόνον, ὃν αἱ πενθοῦσαι παραφυλάττουσι διὰ τὴν σύγχυσιν τῆς γονῆς.

59

pr.Ὅτι εἰ ὁ ἀνὴρ πόῤῥω ὢν τελευτήσει, καὶ δράμῃ ὁ πένθιμος χρόνος, καὶ εἰς τὴν ἐσχάτην ἡμέραν τοῦ ἐνιαυτοῦ μάθῃ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἡ γυνὴ, δύναται κατ᾿ αὐτὴν τὴν ἡμέραν ἀποτίθεσθαι τὰ πένθιμα καὶ γαμεῖν. [5.] Ὅτι εἰ ἐν τῷ προικῴῳ συμβολαίῳ γέγραπται· δίδωμι τῇ θυγατρί μου τόδε καὶ τόδε,.... ἀλλ᾽ οὖν ταῦτα πάντα, ὅσα γραφῶσι, δύναμιν προικὸς ἔχουσι, καὶ ταῦτα ὁ ἀνὴρ καρποῦται καὶ κινδυνεύει ἐπ᾿ αὐτοῖς· ὅσα δὲ μὴ γραφῶσι καὶ περιληφθῶσι τοῖς συμφώνοις πράγματα, ταῦτα ἡ γυνὴ ἔχει. καὶ ἐὰν πολλάκις ἀγρός ἐστιν ἄγραφος, καὶ τοὺς καρποὺς τούτου ὁ ἀνὴρ λαμβάνει, ὕστερον δίδωσι τούτου τοῦ ἀγροῦ τοὺς καρποὺς, καὶ οὐκ ἔχει λόγον, ὅτι οὐκ ἐστὶν ἐν προικί· διὰ τοῦτο γὰρ μᾶλλον δίδωσι τούτου καρποὺς, ὅτι μὴ παραλαβὼν αὐτὸν ὡς προικιμαῖον ἐνέμετο αὐτόν. οἷόν τι συνέβη ἐπὶ τῇ θυγατρὶ τοῦ γοργοπλούτου καὶ τοῦ αὐτῆς ἀνδρός· αὐτὴ γὰρ καταγράψασα κτήματα αὐτῆς ἐν προικὶ ἀφῆκεν ἀγρὸν ἄγραφον, καὶ διαζυγίου ἐπισυμβάντος ἀπήτησε καὶ τοὺς καρποὺς τὸν ἄνδρα τούτου δὴ τοῦ ἀγράφου ἀγροῦ κρίσει δικαστοῦ.

61

pr.Ὅτι λαβών τις γυναῖκα καὶ τεκνοποιήσας καὶ προικίσας τὴν θυγατέρα, ἀπέβαλε τὴν σύνοικον. εἶτα μετὰ χρόνον πολὺν δευτέραν ἀνηγάγετο γαμετὴν, καὶ ἔτεκεν ἐξ αὐτῆς παιδίον. τελευτήσαντος τοῦ πατρὸς ὁ δεύτερος παῖς ἀνέστη ἐπιζητεῖν κλῆρον ἀπὸ τῆς ἀδελφῆς, ἥτις ἐξ ἑτέρας ἐτέχθη μητρὸς καὶ πρὸ τοῦ αὐτὸν γεννηθῆναι ἔλαβε προῖκα· ἡ δὲ παρεγράφετο τοῦτον λέγουσα, μηδὲν καινοτομεῖν αὐτόν· πρὸ γὰρ τοῦ τὴν μητέρα αὐτοῦ ἀγαγέσθαι τὸν πατέρα καὶ γεννηθῆναι αὐτὸν, καὶ προικισθῆναι. ὁ δὲ μάγιστρος ἔλεγεν, ὅτι καὶ ἄκουσα δώσει τῷ ἑτεροθαλεῖ ἀδελφῷ τὸν φαλκίδιον· οὐδὲν γὰρ αὐτὴν ὀνήσει ἡ παραγραφή. ὁ γὰρ αὐτὸς πατὴρ ἀμφοτέρους ἐγέννησεν, εἰ καὶ τὴν μὲν πρῶτον, τὴν δὲ ὕστερον. πρὸς γὰρ τὸν φαλκίδιον οὐδεὶς λόγος βοηθήσει αὐτήν· πρὸς μέντοι τὰ μητρῷα οὐδεὶς ἔσται κατ᾿ ἀμφοτέρων λέγων, ἀλλ᾽ ἕκαστος τὴν τῆς οἰκείας μητρὸς κληρονομίαν ἀκαινοτόμητον λήψεται.

62

pr.Ὅτι συνέστη γάμος καὶ εἰσήχθη προῖξ ἐν ἀκινήτοις ἀδιατιμήτως, καὶ συνεφωνήθη θεώρετρον καὶ ὑπόβολον ἡνωμένως λίτραι δ. εἶτα ἐκ συναινέσεως ὁ ἀνὴρ καὶ ἡ γυνὴ τίθενται πρὸς ἀλλήλους σύμφωνα καὶ διαλύουσι τὸν γάμον, ὑποσχομένου τοῦ ἀνδρὸς δώσειν τῇ γυναικὶ ἀντὶ τοῦ ὑποβόλου καὶ τοῦ θεωρέτρου καὶ τῆς λύσεως τοῦ γάμου λίτρας β΄, καὶ ἵνα ὑπάρχῃ κυρία ἡ γυνὴ καὶ ὡς βούλεται διοικῇ τὰ ἑαυτῆς καὶ λαμβάνῃ καὶ ἕτερον ἄνδρα. γέγονε τὸ τοιοῦτον χαρτίον, καὶ διῆλθον χρόνοι ἓξ, καὶ τελευτᾷ ὁ ἀνὴρ καταλιπὼν τῇ γυναικὶ ἐν διαθήκῃ καὶ λεγάτα, μὴ ὀνομάσας αὐτὴν γυναῖκα, ἀλλ᾽ εἰπών· τὴν δεῖνα βούλομαι λαβεῖν ὑπὲρ λεγάτου νομίσματα τόσα. κινεῖ ὕστερον ἡ γυνὴ καὶ ἐπιζητεῖ καὶ τὴν προῖκα καὶ τὸ θεώρετρον καὶ τὸ ὑπόβολον ἢ τέως τὰς ἐν τῷ δευτέρῳ συμφώνῳ συμφωνηθείσας παρὰ τοῦ ἀνδρὸς δοθῆναι αὐτῇ λίτρας β΄. καὶ ὁμά γίστρος καὶ κριτὴς ἔκριναν οὕτως· ἐπεὶ ἡ γυνὴ οὐκ ἦλθεν εἰς ἕτερον γάμον ἢ ἀπεκάρη, οὐ δεχόμεθα λύσιν τοῦ γάμου, οὐδὲ τοῦτο δεχόμεθα, ἵνα ἐκ τούτου ἀπαιτήσωμεν τὰς β ' λίτρας, διότι οὐδὲ ὁ ἀνὴρ ἐν τῇ διαθήκῃ αὐτοῦ ἐκάλεσεν αὐτὴν γυναῖκα ἰδίαν, ἵνα εἴπωμεν μεῖναι αὐτὸν ἐπὶ τῆς ἰδίας διαθέσεως, καὶ ὡς παρανόμου ὄντος τοῦ συμφώνου τοῦ ἐκ συναινέσεως λυθῆναι τὸν γάμον οὐδὲ τὸ ἐν αὐτῷ συμφωνηθὲν ἀπαιτοῦμεν, ἀλλὰ μᾶλλον διὰ τούτου τοῦ συμφώνου ἀναιροῦμεν καὶ τὸ πρῶτον συμφωνηθὲν ὑπόβολον. ἐπεὶ καὶ τοῦ κή βι. τί. ιβ΄΄ περὶ διαλυομένου συνοικεσίου διαλαμβάνων φησὶ, τιμωρεῖσθαι τοὺς ἐκ συμφωνήσεως λύοντας ἀμφοτέρων καὶ εἰς μοναστήριον εἰσερχομένων, ἐκεῖνοι λαμβάνουσι τὸ δίμοιρον τῆς ὑποστάσεως, τὸ δὲ τρίτον τὸ μοναστήριον· εἰ δὲ μὴ ἔχουσι κατιόντας, καὶ τὰ ἑξῆς. ἐκ τούτου τοίνυν τοῦ κεφαλαίου κατεδίκασαν οἱ κριταὶ τὴν γυναῖκα, μὴ ζητεῖν ὑπόβολον μηδὲ κερδᾶναί τι· ἀλλ᾽ ὁ μάγιστρος εἶπεν, ὅτι εἰς μὲν ὑπόβολον ζημιωθήσεται ἡ γυνή, εἰς δὲ τὸ θεώρετρον οὐδαμῶς. ἐπεὶ γὰρ τοῦτο καὶ ἐν ζωῇ καὶ μετὰ θάνατον ὅπου βούλεται παραπέμπει, καὶ τοῦ γάμου διαλυομένου αὐτὴν ἔχειν τὴν δεσποτείαν αὐτοῦ, καὶ εἰς μοναστήριον εἴπερ ἐβάλλετο, αὐτῇ προσήρμοζε λαβεῖν τὸ θεώρετρον. διὰ τοῦτο ἐτύπωσε λαβεῖν αὐτὴν τοῦτο, καὶ ἤρεσε πᾶσιν ἡ κρίσις. ἀλλὰ γέγονεν ἔτι δυσχερέστερον· τῆς γὰρ προικὸς οὔσης ἐν ἀκινήτοις ἀδιατιμήτως καὶ ἡνωμένως συμφωνηθέντος δοθῆναι ὑπὲρ τοῦ ὑποβόλου καὶ θεωρέτρου λίτρας δ΄, πολλὴ γέγονεν ἀνάγκη διαιρεθῆναι, πόσον μὲν ἁρμόζει ἐκ τῶν δ΄ λιτρῶν εἰς ὑπόβολον, καὶ πόσον εἰς θεώρετρον. καὶ ὁ μάγιστρος ἔλεγε τοῦτο εἰπών· ὅτι ἐπὶ προικὸς διατετιμημένης λίτρας μιᾶς, ὑπόβολόν ἐστι νομίσματα λς ' καὶ θεώρετρον νομίσματα 5΄, ὥστε τῆς προικὸς πάσης τὸ μὲν ἥμισυ ἐστὶν ὑπόβολον, τὸ δὲ ιβ ' θεώρετρον· οἷον ἑξάκις ἓξ τριάκοντα ἓξ, δωδεκάκις ἓξ ἑβδομήκοντα δύο. οὕτως οὖν καὶ ἐνταῦθα ἐπὶ τῶν δ ' λιτρῶν αἱ μὲν γ λίτραι καὶ τὰ λα΄ [νομίσματα] ἔσονται εἰς ὑπόβολον καὶ [οὐ] δονομίσματα γενήσονται θεώρεθήσονται τῇ γυναικὶ, τὰ δὲ μα ὥστε νοηθῆναι τὴν προῖκα τρον καὶ λήψεται αὐτὴ ταῦτα. τούτων τὸ ὑπόβολον λίτραι γ ' εἶναι λίτρας ς ' νομίσματα ξβ. νομίσματα λα΄, καὶ θεώρετρον, τῶν μὲν ς ' λιτρῶν νομίσματα λς΄, τῶν δὲ ξβ΄ [νομισμάτων] νομίσματα έ΄, ὁμοῦ μά. ὥστε τοῦ ὑποβόλου ὃ τὸ ἕκτον᾽ ἐστὶ, τοῦτο θεώρετρον· ἐστὶ γὰρ ἐνταῦθα τὸ ὅλον ὑπόβολον νομίσματα σμς· καὶ λέγομεν ἐξ ἀνάγκης μ΄.ς΄, σμ΄· ἐξανάγκης α΄.ς ', ς΄· τὸ δὲ ἕκτον μέρος ἐστὶ θεώρετρον, ἤτοι νομίσματα μα΄, τὰ λείποντας πρὸς νομίσματα σπή΄, ἃ ποιοῦσι λίτρας δ΄. ἐστὶ δὲ καὶ τῆς ὅλης προικὸς δωδέκατον μέρος· αἱ γὰρ ς΄ λίτραι καὶ τὰ ξβ΄΄ νομίσματα ἀναβιβάζονται εἰς νομίσματα υςδ· καὶ διαιρεῖται οὕτως· ιβ΄. μ΄, υπ '· ιβ΄. α΄, ιβ '· ὁμοῦ νομίσματα υςβ΄. περὶ δὲ τῶν λεπτῶν ἄγαν οὐ πολυπραγμονεῖται. ἐν ἑτέρᾳ δὲ ὑποθέσει κατωτικῇ.

63

pr.Ὅτι ὁ ἀνὴρ μέχρις εὐπορίας ἐπὶ τῇ προικὶ τῆς γυναικὸς καταδικάζεται· οὐ γὰρ ἀφίεται πένεσθαι ὅ ποτε χρηματίσας κύριος τῆς γυναικός. οὐκ ἀφίεται δὲ τοῦ χρέους, εὐπορῶν τυχὸν ὕστερον, ἕως ἂν τὴν προῖκα πᾶσαν καταβάλῃ μέχρις εὐπορίας καταδικαζόμενος. ἐπὶ δὲ τοῖς ἐξωπροίκοις εἰς τὸ πᾶν καταδικάζεται.

64

pr.Ὅτι ἐν συνεστῶτι τῷ γάμῳ ἐπράθη παρὰ τοῦ ἀνδρὸς οἰκόπεδον τῆς γυναικός· εἶτα ἐκίνησεν ἡ γυνὴ τὴν περὶ προικὸς ἀγωγὴν, καὶ εἶλκε τὸν ἀγοραστὴν, καὶ ἐδικαιώθη ἐπ᾿ αὐτοῖς. πλὴν ἔφθασεν ὁ ἀγοραστὴς ἐποικοδομῆσαι τῷ ἐρειπίῳ τινὰ, καὶ ἔκρινεν ὁ μάγιστρος οὕτως· τῇ γυναικὶ ἐπιτραπῆναι ἑλέσθαι τὸ ἕτερον, ἢ ἀφεῖναι μὲν τὸ κατασχεθὲν καὶ λαβεῖν ἀντιτόπιον ἐκ τοῦ γυμνοῦ τόπου, ἢ τῶν ὑλῶν δοῦναι τὴν διατίμησιν καὶ ἔχειν τὰ ἐπικτισθέντα· ἢ εἰ βουληθείη περιελεῖν τὰ ἐκτισμένα καὶ ἀναλαβεῖν τὰς ὕλας, μὴ μέντοι ποιήσας χεῖρον τὸ ὑποκείμενον. ἐπεὶ δὲ συνεβιβάσθην ἡ γυνὴ, καὶ λαβεῖν ἠθέλησεν ἀντὶ τοῦ τόπου νομίσματα, λήψεται ταῦτα μετ᾿ ἐγγύης ἀξιοχρέου.

65

pr.Ὅτι ὁ διατιμωρίτης προικίζων τὴν ἰδίαν θυγατέρα ἔγραψεν ἐν τῷ συμφώνῳ, ἵνα ἀτέκνου προτελευτησάσης ταύτης τοῦ ἀνδρὸς ἀναδοθῇ πρὸς αὐτὸν ἡ προῖξ. ἔθανε δὲ ὁ ἀνὴρ πρῶτος· κατελείφθη ἡ θυγάτηρ ἄτεκνος· εἶτα ἐτελεύτησε καὶ ἐκείνη, καὶ ἐποίησε διαθήκην. καὶ ἐκίνησεν ὁ πατὴρ, ἵνα ἀναλάβηται τὴν προῖκα αὐτῆς κατὰ τὸ σύμφωνον. ὁ δὲ μάγιστρος ἔκρινεν, ὅτι φιλαγάθῳ γνώμῃ, ἐπεὶ οὐ προετελεύτησεν ἡ γυνὴ τοῦ ἀνδρὸς ἄπαις, ἐξ ἧς αἰτίας ἡ ἀνάδοσις τῆς προικὸς ἐπερωτήθη τῷ πατρὶ, ἀλλὰ μᾶλλον ὁ ἀνὴρ προετελεύτησεν, ἡ δὲ γυνὴ ἐπετελεύτησεν, ὑπὲρ οὗ κεφαλαίου οὐδεμία γέγονεν ἐπερώτησις, εἶχε δὲ καὶ αὐτὴ τὴν προῖκα ἕως θανάτου καὶ δυναμένη ἐλθεῖν εἰς δεύτερον γάμον καὶ παιδοποιῆσαι τοῦτο οὐκ ἐποίησεν· ἔκρινεν, ὡς εἴρηται, ὅτι διὰ συμπαθὲς, ἵνα λάβη ὁ πατὴρ τὸ τρίτον οὐ τῆς προικὸς, ἀλλὰ τῆς πάσης περιουσίας τῆς θυγατρός. καὶ γέγονε τοῦτο.

66

pr.Ὅτι εἰς ἀνάδοσιν τῆς προικὸς μετὰ λύσιν τοῦ γάμου ἐνιαυτὸς χαρίζεται τῷ μέλλοντι ἀναδοῦναι, ὥστε παρασχεῖν τὰ κινητά· τὰ δὲ ἀκίνητα αὐτίκα δίδωσιν. ἐπὶ δὲ τῆς ὑποσχέ σεως τῆς προικὸς διετία κεχάρισται, ὥστε καταβαλεῖν τὸν ὑποσχόμενον τὴν προῖκα, καὶ τούτου τοῦ χρόνου καρποὺς οὐκ ἀπαιτεῖται. ὁ δὲ βέστης, εὑρὼν σύμφωνον γράφον ἵνα ὁμοζωῇ ὁ γαμβρὸς μετὰ τοῦ πενθεροῦ ἄχρι τριετίας καὶ τότε ἵνα λαμβάνῃ τὴν προῖκα, καὶ ὑποχωρήσαντα μὲν τὸν γαμβρὸν ἐντὸς τριετίας, τὴν δὲ προῖκα καὶ ἐπὶ πενταετίαν μὴ καταβληθεῖσαν· τὸν χρόνον τῆς τριετίας ἀπὸ τῆς πενταετίας ἐψήφισε, καὶ τόκους οὐ παρέσχεν. ὁ δὲ τόκος μετὰ τὴν διετίαν ἀπαιτεῖται ὁ ἀπὸ τρίτου ἑκατοστοῦ. οὕτω γὰρ καὶ ἐπὶ τῆς ὑποθέσεως τοῦ χάλδου ἐσημειώσατο, καὶ μετὰ διετίαν τοῦ γάμου εἶπε δοθῆναι τόκους τῆς μὴ καταβληθείσης προικὸς τοὺς ἀπὸ τρίτης ἑκατοστῆς.

67

pr.Ὅτι ἐὰν ὑπόσχηται πατὴρ τὴν αὐτοῦ θυγατέρα προικίσαι καθὼς δύναται, οὐκ ἔχει ἐξουσίαν ὀλίγον τὶ δοῦναι καὶ ἔλαττον τοῦ φαλκιδίου πλούσιος ὢν, οὔτε πάλιν ἀναγκάζεται παρὰ τοῦ γαμβροῦ δίδοσθαι ὅπερ ἐκεῖνος αἱρεῖται ὑπὲρ τὸν φαλκίδιον, ἀλλὰ διατιμωμένης τῆς ὑποστάσεως ἐκείνου ἀνδρὸς ἀγαθοῦ δοκιμασίᾳ δίδοται ἡ προῖξ. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος ', εἰπὼν καὶ νόμους· „ὁσάκις ἐν τοῖς καλῇ πίστει δικαστηρίοις εἰς πρόσωπον τοῦ δεσπότου ἢ τοῦ φροντιστοῦ αὐτοῦ ἀναφαίνεται αἵρεσις, οὕτως ἐστὶν ὡσανεὶ ἀνδρὸς ἀγαθοῦ δοκιμασία ἐδέχθη. καὶ ἐὰν δοκιμασίᾳ φησὶ τοῦ πενθεροῦ μου ἐπερωτήσω αὐτὸν προῖκα καὶ μὴ δηλωθέντος πράγματος ἢ ποσοῦ ἔῤῥωται· καὶ περιαιρουμένης τῆς δοκιμασίας ὁρίζεται ἡ προῖξ πρὸς τὴν περιουσίαν αὐτοῦ καὶ τὴν ἀξίαν. τὴς γυμνῆς εἰσπράξεως τοῦ δεῖνος λιτρῶν δ ' καὶ ἡμισείας τιμηθείσης τὸ συμβαῖνον ποσὸν τῷ φαλκιδίῳ νόμῳ καταβληθήσεται χάριν προικός.

68

pr.Βι. κέ τῶν βασιλικῶν [τί. β΄] κεφ. ξ΄· „Ἐὰν μήτηρ ἐπιτροπεύουσα παιδὸς καὶ ὑπερβᾶσα τὴν ἐπαγγελίαν δευτερογαμήσει, μὴ αἰτήσασα αὐτῷ πρῶτον ἐπίτροπον καὶ τοὺς λογισμοὺς παραδοῦσα, οὐδὲν ἧττον ὑπόκεινται διὰ τοῦτο καὶ τὰ τοῦ ἀνδρὸς πράγματα.

69

pr.Ὅτι ἐτελεύτησέ τις ἐπὶ παιδὶ καὶ γυναικὶ καὶ ἔγραψεν εἰς τὴν διαθήκην ἕτερον μὲν φυλαττούσης τὴν κοίτην τῆς γυναικὸς καθαρὰν, ἐρχομένην δὲ εἰς δεύτερον γάμον ἐνετείλατο λαβεῖν τὴν προῖκα αὐτῆς καὶ τὸ θεώρετρον καὶ εἰς λεγάτον λίας έ΄, καὶ περὶ τοῦ ὑποβόλου οὐδὲν εἶπε. ζητηθείσης τοίνυν τρας τῆς ὑποθέσεως παρά τε τοῦ δρουγγαρίου καὶ τοῦ πρωτοασηκρῆτις καὶ τῶν κριτῶν ἀνεφύη ζήτημα τοιοῦτον· ἆρα ἡ γυνὴ λήψεται τὸ λεγάτον τὰς πέντε λίτρας καὶ τοῦ ὑποβόλου στερηθήσεται, διὰ τὸ μὴ μνημονευθῆναι παρὰ τοῦ ἀνδρὸς τοῦτο; ἢ λάβῃ μὲν τὸ λεγάτον, λάβῃ δὲ καὶ τὸ ὑπόβολον, ὡς χρεωστουμένη τοῦτο παρὰ τοῦ νόμου; τοιούτου ζητήματος πεσόντος ὁ μάγιστρος εἶπεν· ἓν ἐκ τῶν δύο ὀφείλειν λαβεῖν τὴν γυναῖκα· τὸν γὰρ ἄνδρα διὰ τὸ στερῆσαι ταύτην τοῦ ὑποβόλου δευτερογαμοῦσαν καταλείψαι ταύτῃ τὸ λεγάτον. καὶ ἐπιλογὴν ἔχειν τὴν γυναῖκα λαβεῖν οἷον ἂν βούλεται, ἢ τὸ παρὰ τοῦ νόμου δεδομένον αὐτῇ ὑπόβολον, ἢ τὸ παρὰ τοῦ ἀνδρὸς καταλελειμμένον αὐτῇ λεγάτον. ἤρεσε τοίνυν ὁ λόγος ἀμφοτέροις τοῖς δικασταῖς, καὶ ἡ γυνὴ λαβοῦσα αἵρεσιν προέκρινε μᾶλλον λαβεῖν τὸ ὑπόβολον, καὶ ἔλαβε τοῦτο κατὰ χρῆσιν, τοῦ δὲ λεγάτου ἀπεστερήθη. ἠρώτησα ἐγώ· ἐὰν δὲ ὁ ἀνὴρ ἴσως ἔγραψε λαβεῖν τὴν γυναῖκα καὶ δευτερογαμοῦσαν καὶ τὸ ὑπόβολον καὶ τὸ λεγάτον, ἆρα ἂν ἐδόθη αὐτῇ τοῦτο; καὶ οἱ μὲν ἄλλοι δικασταὶ μεγάλως πρὸς τοῦτο ἐστασίασαν, προσφέροντες νόμον τὸν λέγοντα, μηδὲν κερδαίνειν τὴν γυναῖκα δευτερογαμοῦσαν τῶν παρὰ τοῦ ἀνδρός '. τῇ γυναικὶ ὁμολογοῦντος καὶ συγχωροῦντος τὴν δευτερογαμίαν, καὶ προέφερε κανόνας καὶ λογισμοὺς τοιούτους· ὅτι ὁ νόμος λέγων, μηδὲν κερδαίνειν τὴν δευτερογαμοῦσαν παρὰ τοῦ ἀνδρὸς, οὐ προστίθησιν, ὅτι καὶ ἐὰν ὁ ἀνὴρ συγχωρήσῃ τὴν δευτερογαμίαν, ἵνα μηδὲν κερδαίνῃ· ἀλλ᾽ ἐκείνην τιμωρεῖται, ἥτις ἔλαβε μὲν παρὰ τοῦ ἀνδρός τινα, ὡς μὴ μέλλουσα δευτερογαμεῖν, ἐδευτερογάμησε δέ. ἐνταῦθα δὲ ὁ ἀνὴρ γινώσκων, ὅτι εἰ δευτερογαμήσει ἡ γυνὴ ἐκπεσεῖται τῶν αὐτοῦ, διὰ τῆς γραφῆς τῆς διαθήκης δοκεῖ συγχωρεῖν αὐτῇ τὴν δευτερογαμίαν, καὶ βούλεσθαι καὶ οὕτως αὐτὴν κερδαίνειν ἐκ τῶν αὐτοῦ. καὶ οὐ κωλύεται τοῦτο ποιεῖν ὁ ἀνὴρ, ἔχων συναγορεύοντα νόμον τὸν λέγοντας· „ἔξεστιν ἑκάστῳ τῶν ἰδίων δικαίων καταφρονεῖν, καὶ ἕτερον λέγοντα· „τὰ ὑπέρ τινος εἰσαχθέντα κατ᾿ αὐτοῦ οὐχ ἑρμηνεύεται. ἀντεῖπον ἐγώ· ἀλλ᾽ ἐστὶ καὶ ἕτερος κανὼν λέγων· „τὰ ἰδιωτικὰ σύμφωνα τὸν κοινὸν νόμον οὐκ ἐναλλάσσουσι. καὶ εἶπεν ὁ μάγιστρος μὴ προσαρμόζειν τὸν τοιοῦτον κανόνα ἐνταῦθα.

70

pr.Βι. κέ τί. ε κεφ. λήδ· „Ἐὰν γυνὴ ἀπὸ τῆς ἐν τῇ προικὶ ὑποθήκης κρατῇ τὰ τοῦ ἀνδρὸς πράγματα, ἐν ᾧ μὴ προσφέρεται αὐτῇ τὸ χρέος, οὐκ ἀποσπῶνται τὰ ἐνέχυρα. εἰ δὲ προσωπικοί εἰσιν οἱ δανεισταὶ, καὶ μὴ διεδέξατο τὸν ἄνδρα, οὐδεμίαν ἔχουσι μετουσίαν.

71

pr.Επειδήπερ πρὸς φιλανθρωπίαν ἅπασαν μὲν ὁ νόμος ὁρᾷ καὶ τὰ ἑξῆς. οὔτεῖ δὲ ὁ νόμος τὴν ἄπροικον λέγει γυναῖκα λαμβάνειν τὸ τέταρτον τῆς περιουσίας τοῦ ἀνδρὸς, ὥστε μὴ ὑπερβαίνειν τὴν τῶν ρ ' λιτρῶν ποσότητα, ἀλλὰ μέχρι μὲν γ ' παίδων, ὅσον εἷς παῖς λαμβάνει· κατὰ χρῆσιν δὲ ἔχειν τοῦτο Complura exciderunt, propter ὁμοιοτέλευτα, uti videtur. Puta supplendum: ὁ δὲ μάγιστρος εἶπε καὶ κερδαίνειν τοῦ ἀνδρός. Cf. schol. Theod. ad τὴν γυναῖκα, τὴν δὲ δεσποτείαν τοῖς ἐξ αὐτοῦ τοῦ γάμου παισὶν [φυλάττεσθαι], εἰ δὲ μὴ ἔχει παῖδας, καὶ κατὰ δεσποτείαν ἔχειν τοῦτο. εἰ δὲ καὶ πρεσβεῖον ἢ λέγατον καταλίποι ταύτης ὁ ἀνὴρ ἔλαττον τοῦ τετάρτου, καὶ τοῦτο ἀναπληροῦσθαι. εἰ δέ τινα πράγματα ἴδια ἔχει ἡ γυνὴ κατὰ τὴν οἰκίαν τοῦ ἀνδρὸς ἢ ἀλλαχοῦ ἀποκείμενα, τούτων τὴν εἴσπραξιν καὶ τὴν παρακατάσχεσιν ἐχέτω, ὑποκεῖσθαι τῶν τοιούτων πραγμάτων τοῖς τοῦ ἀνδρὸς δανείσμασι κατ᾿ οὐδὲν δυναμένων, [πλὴν· εἰ μὴ καθ ' ὅσον τῶν ἐκείνου δικαίων] ἐκ τούτου τοῦ νόμου κληρονομεῖ. ταῦτα δὲ φαμὲν εἴπερ ἡ γυνὴ προῖκα μὴ ποιησαμένη ἀπόρως διάκειται, ὥστε τὸν μὲν ἄνδρα τελευτῶντα εἴπορον εἶναι, τὴν δὲ περιοῦσαν πένεσθαι· ἐπείτοιγε [εἰ] ἴσως ἀλλαχόθεν εὐποροίη, τὴν οὐκ εἰσενεγκοῦσαν προῖκα οὐκ ἂν εἴη δίκαιον βαρύνειν τοὺς παῖδας τῇ διαδοχῇ τοῦ τελευτήσαντος, διότι ἐστὶ᾽ νόμος ἄλλος, τὴν προῖκα [μή] εἰσενεγκαμένην μὴ δύνασθαι τὰ τοῦ ἀνδρὸς οἰκειοῦσθαι διὰ προγαμιαίας δωρεᾶς. ὅπερ κἀνταῦθα βουλόμεθα κρατεῖν, πλὴν εἰ μὴ αὐτὸς ὁ ἀνὴρ ἢ πρεσβεῖον αὐτῇ ἢ μέρος ἐνστάσεως καταλίποι. γίνεσθαι γὰρ τοῦτο καταδοῦναι βασιλικὸν καὶ νόμιμον τρόπον.

72

pr.Ὅτι ἔγραψέ τις οὕτως· ἐὰν συμβῇ προτελευτῆσαι τὴν γυναῖκα ἄτεκνον, ἵνα ἀντιστρέφηται πρὸς τοὺς γονεῖς ἡ προῖξ καὶ τὸ στοιχηθὲν θεώρετρον καὶ τὸ ὑπόβολον. καὶ ἔγραψεν ὁ μάγιστρος οὕτως· δοκεῖ μὲν περὶ τὸ ὑπόβολον ἐκ τῆς τελευτῆς τῆς γυναικὸς οὐκ ἀσφαλῶς συμπεφωνῆσθαι, ἀλλὰ τῶν συμβαλλόντων προειρηκότων περὶ τοῦδε [τοῦ] ὑποβόλου συμφωνεῖν, καὶ τὸ κατ᾿ ἰδιωτίαν ῥηθὲν δυσφράστως πρὸς τὸν νόμον ὑπάγεται.

73

pr.Ὅτι ὅτε μὴ ἐπερωτηθῇ ἡ ἀνάδοσις τῆς προικὸς, σιωπηρῶς ὁ νόμος τῷ πατρὶ δίδωσι τὴν ἀναλαβήν. φησὶ βι. κθ ' τί. [α΄] κεφ. [ριθ΄]· „Ἐὰν ἐξωτικὸς προικίσῃ καὶ μὴ ἐπερωτήσῃ ἐπαναλαβεῖν τὴν προῖκα, ἡ γυνὴ ἔχει τὴν ἀπαίτησιν· ἐκείνου γὰρ μὴ ἐπερωτῶντος ἢ συμφωνοῦντος ἡ γυνὴ δοκεῖ ἐπερωτᾶν. Παραγραφή· „Ἐξωτικὸν δὲ νόει πᾶν πρόσωπον χωρὶς τῶν ἐξ ἀῤῥενογονίας ἀνιόντων καὶ ἐχόντων ὑπεξουσίαν τὴν προικιζομένην· οὗτοι γὰρ σιωπηρῶς δοκοῦσιν ἐπερωτᾶν, ἐπειδὴ καὶ τὸ παλαιὸν σιωπηρῶς εἶχον τὴν ἀνάληψιν τῆς προικός.

74

pr.Ὅταν ζώσης τῆς γυναικὸς ὁ γάμος λυθῇ, κοινὴ ἡ ἀνάδοσις τῆς προικὸς γίνεται τοῦ τε πατρὸς καὶ τῆς θυγατρὸς, καὶ ὁ πατὴρ ἔχει ἀνάγκην ἀμείωτον ταύτην φυλάττειν τῇ θυγατρὶ εἰς δευτέρους ἀφικνουμένῃ γάμους, εἰ μὴ ἀπορία ἐπισυμβᾶσα πιέζει.

75

pr.Ὅτι ἡ προικιζομένη ὑπεξουσία διατιθεμένη, εἰ μήτι περὶ τῆς προικὸς συμπεφώνηται, τὸ νόμιμον μέρος τοῖς γονεῦσιν ὀφείλει ἀποκληροῦν, ἐπεὶ καὶ οἱ τῶν παίδων αὐτεξούσιοι ἐπὶ τοῖς ἰδίοις πράγμασι μεμνῆσθαι τῶν πατέρων ὀφείλουσι, καὶ εἰ μὴ τοῦτο δράσειεν ἐθελουσίως, ἡ κατὰ τῆς διαθήκης αὐτῶν ῥῆξις κινεῖται καὶ ἀπωλεῖται.

76

pr.Ὅτι ὁ μάγιστρος δικαιώσας πατέρα ἐκ θυγατρὸς, προικισθείσης καὶ διαθεμένης παρὰ τὸ σύμφωνον, τὸ τρίτον τῆς ὅλης περιουσίας λαβεῖν διὰ περίστασιν μετὰ καθαρῶν καρπῶν, τοῦτο ἐτύπωσε γράψας οὕτως· περὶ δὲ τῶν καρπῶν οὕτω φησὶν βι. [μά] τί. [α΄] κεφ. [ιε΄]· „Ὅτε δήποτε σχῇ χώραν ὁ φαλκίδιος, οἱ καρποὶ τοῦ τρίτου ἀπὸ τελευτῆς τοῦ διαθεμένου κεχρεώστηνται τῷ κληρονόμῳ.

77

pr.Ὅτι γυνὴ ἐν συνεστῶτι τῷ γάμῳ κινήσασα ἀπορίαν κατὰ τοῦ ἀνδρὸς, καὶ ὑποσχομένη ἀποκαρῆναι, καὶ λαβοῦσα οἰκόπεδον ἀκίνητον παρὰ τοῦ ἀνδρὸς, ἐκρίθη παρὰ τοῦ μαγίστρου οὕτως· τὸ οἰκόπεδον παρεδόθη τῇ γυναικὶ, ἐφ᾽ ᾧ εἰ μὲν βούλοιτο συνεῖναι τῷ ἀνδρὶ, τοῦτο δρᾶν ἀκωλύτως, συντηροῦσαν καὶ τὸ ἀκίνητον ἀνεκποίητον, εἴ τέ τι ἀπρόσοδον διὰ τοῦτο ἐκπορίζεσθαι μέλλει, ἐπὶ σχήματος οὕτως μένοντος· εἰ δὲ τὸ μονῆρες ὑπέλθοι, δυνατῶς ἔχειν τοῦτο ἐκποιεῖσθαι καὶ ἑαυτῆς προνοεῖν.